Ευρέθη ο τάφος του Αράτου, από τους Σόλους Κιλικίας, που έγραψε για τα «Φαινόμενα» του Ουρανού… - του Ευμ. Μοσχονά

Ευρέθη ο τάφος του Αράτου,
από τους Σόλους Κιλικίας,
που έγραψε για τα «Φαινόμενα»
του Ουρανού…

Του Ευμηχάνου Μοσχονά 

Μάλα χαίρω, ὦ φίλοι, ἄρτι ἀναγνοὺς ὅ περὶ τοῦ τύμβου τοῦ Ἀράτου γέγραπται. Κατὰ τὴν γραφὴν, ἀρχαιολόγοι τὴν ἀρχαίαν τῶν ἡμῶν προγόνων πόλιν Σόλους ὀρύττοντες τὸν τὺμβον μνήμης τοῦ Ἀράτου ηὗρον.

ΠΕΡΙΣΣΟΤΕΡΑ για τον ΑΡΑΤΟ, ΕΔΩ.

Οἱ Σόλοι μεγίστη καὶ εὐδαιμονοῦσα τῆς Κιλικίας πόλις τὸ παλαιὸν ἦν. Πολλοὶ δὲ τῶν τότε πεφημισμένων ἀνδρῶν ἐκ τῶν Σόλων ἦσαν ὣσπερ ὁ Κράντωρ, ὁ Χρύσιππος, Καστορίων, ὁ Φιλήμων. Ἦν δὲ τοῖς Σόλοις καὶ θέατρον, ναοὶ καὶ οἰκήματα τῶν καλλίστων, Ἑλληνικῇ τέχνῃ πεποιημένα. - ΠΕΡΙΣΣΟΤΕΡΑ για την ΚΙΛΙΚΙΑ, βλ. Γ. Λεκάκης "Η άγνωστη Μικρά Ασία".

Γεννηθεὶς τῷ 315 καὶ ὑπερέχων πάντων τῶν ἐκ Σόλων ὄντων ὁ Ἄρατος, οὐ μόνον ἄριστος ποιητὴς λόγων ἦν, ἀλλὰ καὶ ἐν τοῖς ἀρίστοις τῶν ἀστρονόμων τε καὶ μαθηματικῶν ὑπὸ πάντων ὁμολογεῖται.

Τῷ Παξιφάνῃ δὲ καὶ Ζήνωνι ὡς ἀκροατὴς ἐπὶ πολὺν παρεγένετο. Ἀλλὰ καὶ τῷ Ἀντιγόνῳ τῷ βασιλεῖ τῆς Μακεδονίας παρεγένετο ἔνθα καὶ λαμπρὸν παιάνα ὑπὲρ τοῦ Πανὸς γέγραφεν ὑμνῶν τὴν πρὸς τοὺς Γαλάτας νίκην τοῦ Ἀντιγόνου. Λέγεται δ' ὡς πανικὸς ἐκ τοῦ Πανὸς τοὺς Γαλάτας ἔλαβεν. - ΠΕΡΙ ΕΤΥΜΟΛΟΓΙΑΣ του ΠΑΝΙΚΟΥ, ΕΔΩ.

Μέγα δὲ βιβλίον γέγραφε περὶ τοῦ οὐρανοῦ, ὀνόματι Φαινόμενα, ἐξ οὗ εἰς μέγαν θαυμασμόν οἱ τότε περὶ τοῦ Ἀράτου ἐνέπεσον. Τὸν βίον ἐξέπνευσεν ἐν ἔτει 245 ἐβδομήκοντα ἔτη γεγονὼς.

Τοῦδε τοῦ πεφημισμένου ἀνδρὸς τὸν τύμβον ηὗρον Τοῦρκοι ἀρχαιολόγοι σπουδαιότατον ὡς ἀληθῶς εὕρημα.

Ἐν Ἑλλάδι, ὦ φίλοι, οὐκ ἔστιν οὐδεὶς ὅς περὶ τοὺτου τοῦ σπουδαίου εὑρήματος εἰς ἐφημερίδα γέγραφεν. Οὐδὲ τῶν τηλεοπτικῶν σταθμῶν τις τοῦτο ἡμῖν ἀνήγγειλεν!!

Τὶ εἴδους Ἕλληνες ἐσμὲν οὐκ οἶδα.

Χαίρετε τῆς ἡμέρας.

ΠΗΓΗ: ΑΡΧΕΙΟΝ ΠΟΛΙΤΙΣΜΟΥ, 17.6.2021.

Αρατος Σολευς, Σολοι Κιλικιας, Φαινομενα Ουρανου, Μοσχονας, τυμβος Αρατου Κιλικια, Κραντωρ, Χρυσιππος, Καστοριων, Φιλημων, θεατρο, ναος Ελληνικη τεχνῃ ταφος Αρατου, 315 πΧ, ποιητης λογος, αστρονομος, μαθηματικος, Παξιφανης, Ζηνων Ακροατης Αντιγονος, Μακεδονια, παιαν, παιανας Πανος Παν, Πανας, Γαλατες πανικος ουρανος, 245 πΧ, Τουρκοι αρχαιολογοι
Share on Google Plus

About ΑΡΧΕΙΟΝ ΠΟΛΙΤΙΣΜΟΥ

    ΣΧΟΛΙΑ
    ΣΧΟΛΙΑ ΜΕΣΩ Facebook

ΑΚΟΛΟΥΘΗΣΤΕ ΜΑΣ ΣΤΑ ΜΕΣΑ ΚΟΙΝΩΝΙΚΗΣ ΔΙΚΤΥΩΣΗΣ