Του Ευμηχάνου Μοσχονά
Στοχάσου καὶ ἀρκεῖ.
Ἄξιον τῆς ἡμῶν προσοχῆς, ὦ φίλοι,
τὸ σύγγραμμα Ἑλληνικὴ Νομαρχία ἐστὶν, ὅ εἰς ἐπανάστασιν τοὺς ἐπὶ τοῖς Τούρκοις Ἕλληνας
ὄντας ἐν ἐκείνῳ τῷ χρόνῳ προέτρεπεν.
Ἐν Ἰταλίᾳ τῷ 1806 ὑπὸ πάμπαν ἀνωνύμου
τινος Ἕλληνος ἐγράφη, ὅν οὐκ ἔστιν οὐδεὶς ὅς αὐτὸν οἶδεν. Τὰ νῦν, εἰς ζήτησιν
τοῦ συγγραφέως γυνὴ τις ἐξ Ἰταλίας ἐστὶν, ἐρευνῶσα τὸ τυποποιεῖον τοῦ Τοmmaso
Masi, τὸ ἐν Λιβόρνῳ ὄν. Ἐκεῖ ἐν ἐκείνῳ τῷ τυποποιείῳ ἐξεδόθη, ὡς ἐκ τῆς μορφῆς
τῶν γραμμάτων δῆλον ἐστὶν.
ΠΕΡΙΣΣΟΤΕΡΑ για την ΕΛΛΗΝΙΚΗ ΝΟΜΑΡΧΙΑ, ΕΔΩ.
Κατὰ τὴνδε τὴν Ἰταλίδα, ἧς τὸ ὄνομα οὐκ οἶδα, ἐκ τοῦ ἀρχείου τοῦ τυποποιείου ἔξεστιν ἰδεῖν τὶς τὸ ἀργύριον περὶ τῆς ἐκδόσεως ἀπέτισεν, ἀλλὰ καὶ εἰς πόσα ὅμοια τῷ πρωτοτύπῳ ἀντίτυπα ἐξεδόθη. Ἀναμένω ὡς ἀληθῶς ἐν ἀγωνίᾳ τὸ συγγραφέως ὄνομα μαθεῖν..Περὶ τῆς τοῦ συγγράμματος
πατρότητος ἄλλος ἄλλα λέγει, ὡς ὁ Ἀδ. Κοραὴς ἤ ὁ Ι. Κωλέτης ἤ ὁ Κ. Οἰκονόμου ὁ
πατὴρ ἐστὶν. Ἀλλὰ οὐδεὶς τοὺτων οἷος τ' ἦν συγγράψαι τὸδε τὸ συγγραμμα δι' οὐδὲν
ἄλλο ἤ ὅτι οὐκ ὀρθῶς γραμματικῶς τε καὶ συντακτικῶς γεγραμμένον ἐστιν. Ὁρᾶτε οὖν
ἐπὶ τῆς πρώτης σελίδος τὸ ἐπίγραμμα πῶς γέγραπται. ΠΑΡΑ ΑΝΟΝΙΜΟΥ ΤΟΥ ΕΛΛΗΝΟΣ!!!
Οὐκ ἄν ποτε ὁ Κοραὴς ἔγραφεν οὕτως ἡμαρτημένως τὸ ἐπίγραμμα.
Λόγος οὖν περὶ τῆς ἱερᾶς τῶν Ἑλλήνων
ἐλευθερίας ἐστὶν τὸ σύγγραμμα, ἐν ᾧ τὸ πρῶτον ἡ λέξις ΕΛΛΑΣ γέγραπται.
Τῷ Ρηγὶ δὲ τῷ ἐκ τοῦ Βελεστίνου
ἀνατιθέμενον τὸ σύγγραμμα ἐστιν, ἐν ὧ καὶ λόγος προτρεπτικὸς ἐστι λέγων: "Ἐκ
τῶν ἡμῶν ὀστῶν ὁ ἐκδικητὴς γεννηθήσεται"
Τὰ νῦν, ὦ φίλοι, ἄγνωστον τοῖς
Ἕλλησι τὸδε τὸ λαμπρὸν σύγγραμμὰ ἐστιν. Εἰ καὶ οὐκ οἶδα τὸ αἴτιον τούτου, πιθανὸν
πρὸς ἑμαυτὸν λογίζομαι εἶναι ὅτι πολλάκις κατὰ τῆς τότε θρησκευτικῆς ἀρχῆς βοᾷ.
Τὶς οἶδεν;
Ἔγωγε ἔτι μειράκιον ὤν, τὸ πρῶτον
ἀνέγνων τόδε τὸ σύγγραμμα καὶ ἐς δάκρυα ὡς ἀληθῶς ἐνέπεσον. Παραινῶ οὖν ὑμῖν, ὦ
φίλοι, ὅπως τὴν Ἑλληνικὴν Νομαρχίαν ἀναγνώσεσθε, τῷδε τῷ παρεστῶτι ἡμῖν θέρει.
Ράδιον εὑρεῖν αὐτὴν ἐκ τοῦ
διαδικτύου ἐστὶν. Ἄξιὸν ἐστιν.
Χαίρετε τῆς ἡμέρας.
ΠΗΓΗ: ΑΡΧΕΙΟΝ ΠΟΛΙΤΙΣΜΟΥ, 5.7.2021.
ΣΧΟΛΙΑ
ΣΧΟΛΙΑ ΜΕΣΩ Facebook