ΙΣΤΟΡΙΚΕΣ ΑΝΑΦΟΡΕΣ
ΓΙΑ ΤΗΝ ΜΑΚΕΔΟΝΙΑ
3. ΞΕΝΟΦΩΝ
Της Ισμήνης Μαρτίνη
Ο Ξενοφών (430-355 π.Χ.) ήταν Αθηναίος ιστορικός, συγγραφέας και σωκρατικός φιλόσοφος. Γιος του Γρύλλου από τον αρχαίο δήμο
της Ερχίας (σ.σ.: νυν Μεσόγεια Αττικής / τα κακώς λεγόμενα Σπάτα).
Κοινωνικά ανήκε στην τάξη των ιππέων. Πολιτικά έδρασε ως ολιγαρχικός και
φιλολάκων. Μετά το 410 π.Χ. γνωρίστηκε με
τον Σωκράτη και μπήκε στον
κύκλο των μαθητών του.
Ο Ξενοφών ανέπτυξε πλούσια και πολυμερή
δραστηριότητα, φαινόμενο που βέβαια δεν αποτελεί ιδιαίτερο γνώρισμα της
προσωπικότητάς του, αλλά γενικότερο χαρακτηριστικό των λογίων της εποχής του.
Στον
τομέα της ιστοριογραφίας με τα «Ελληνικά» του, που διαιρούνται σε 7 βιβλία,
συνεχίζει συνειδητά το έργο του Θουκυδίδη και καλύπτει
την περίοδο από το 411
π.Χ. ως 361 π.Χ.
Γενικότερη
σημασία για την πολιτική φιλοσοφία έχει η «Κύρου παιδεία», σε 8 βιβλία, όπου,
στο πνεύμα της σοφιστικής και της σωκρατικής ιδεολογίας και με πρότυπο την λίγο
ιστορική και πολύ μυθιστορηματική προσωπογραφία του ιδρυτή της περσικής
αυτοκρατορίας Κύρου Β΄,
συνθέτει την προσφιλή του εικόνα του ιδανικού μονάρχη.
Ιστορικά και
Βιογραφικά έργα
·Κύρου Ανάβασις
·Ελληνικά και σε
νεοελληνική απόδοση
·Αγησίλαος
Φιλοσοφικά και
διάλογοι
·Απολογία Σωκράτους
·Απομνημονεύματα
·Οικονoμικός
·Συμπόσιον
·Ιέρων ή τυραννικός
Διδακτικά
·Λακεδαιμονίων Πολιτεία
·Αθηναίων Πολιτεία
·Πόροι ή περί προσόδων
·Ιππαρχικός (Λόγος)
·Περί ιππικής
·Κυνηγετικός
·Κύρου Παιδεία
Ελληνικά
Βιβλίο Α, κεφ. 1
ἐνταῦθα δὲ καὶ Ἀλκιβιάδης ἧκεν ἐκ τῶν
Κλαζομενῶν σὺν πέντε τριήρεσι καὶ ἐπακτρίδι. πυθόμενος δὲ ὅτι αἱ τῶν
Πελοποννησίων νῆες ἐξ Ἀβύδου ἀνηγμέναι εἶεν εἰς Κύζικον, αὐτὸς μὲν πεζῇ ἦλθεν εἰς
Σηστόν, τὰς δὲ ναῦς περιπλεῖν ἐκεῖσε ἐκέλευσεν. 12 ἐπεὶ δ' ἦλθον, ἀνάγεσθαι ἤδη αὐτοῦ μέλλοντος ὡς ἐπὶ
ναυμαχίαν ἐπεισπλεῖ Θηραμένης εἴκοσι ναυσὶν ἀπὸ Μακεδονίας, ἅμα δὲ
καὶ Θρασύβουλος εἴκοσιν ἑτέραις ἐκ Θάσου, ἀμφότεροι ἠργυρολογηκότες.
Βιβλίο Δ, κεφ. 3
1 ὁ
δ' Ἀγησίλαος σπεύδων μὲν ἐκ τῆς Ἀσίας ἐβοήθει: ὄντι δ' αὐτῷ ἐν Ἀμφιπόλει ἀγγέλλει
Δερκυλίδας ὅτι νικῷέν τε αὖ Λακεδαιμόνιοι, καὶ αὐτῶν μὲν τεθνάναι ὀκτώ, τῶν δὲ
πολεμίων παμπλήθεις: ἐδήλου δὲ ὅτι καὶ τῶν συμμάχων οὐκ ὀλίγοι πεπτωκότες εἶεν. 2 ἐρομένου δὲ τοῦ Ἀγησιλάου: Ἆρ' ἄν, ὦ Δερκυλίδα, ἐν
καιρῷ γένοιτο, εἰ αἱ συμπέμπουσαι πόλεις ἡμῖν τοὺς στρατιώτας τὴν νίκην ὡς
τάχιστα πύθοιντο; ἀπεκρίνατο δὴ ὁ Δερκυλίδας: Εὐθυμοτέρους γοῦν εἰκὸς ταῦτ' ἀκούσαντας
εἶναι. Οὐκοῦν σύ, ἐπεὶ παρεγένου, κάλλιστα ἂν ἀπαγγείλαις; ὁ δὲ ἄσμενος ἀκούσας,
καὶ γὰρ ἀεὶ φιλαπόδημος ἦν, εἶπεν: Εἰ σὺ τάττοις. Ἀλλὰ τάττω, ἔφη, καὶ
προσαπαγγέλλειν γε κελεύω ὅτι ἐὰν καὶ τάδε εὖ γένηται, πάλιν παρεσόμεθα, ὥσπερ
καὶ ἔφαμεν. 3 ὁ μὲν δὴ Δερκυλίδας ἐφ'
Ἑλλησπόντου πρῶτον ἐπορεύετο: ὁ δ'
Ἀγησίλαος διαλλάξας Μακεδονίαν εἰς Θετταλίαν ἀφίκετο. Λαρισαῖοι μὲν οὖν καὶ Κραννώνιοι καὶ Σκοτουσσαῖοι καὶ
Φαρσάλιοι, σύμμαχοι ὄντες Βοιωτοῖς, καὶ πάντες δὲ Θετταλοί, πλὴν ὅσοι αὐτῶν
φυγάδες τότ' ἐτύγχανον, ἐκακούργουν αὐτὸν ἐπακολουθοῦντες. 4 ὁ δὲ τέως μὲν ἦγεν ἐν πλαισίῳ τὸ στράτευμα, τοὺς ἡμίσεις
μὲν ἔμπροσθεν, τοὺς ἡμίσεις δ' ἐπ' οὐρᾷ ἔχων τῶν ἱππέων: ἐπεὶ δ' ἐκώλυον τῆς
πορείας οἱ Θετταλοὶ ἐπελαύνοντες τοῖς ὄπισθεν, παραπέμπει ἐπ' οὐρὰν καὶ τὸ ἀπὸ
τοῦ στόματος ἱππικὸν πλὴν τῶν περὶ αὐτόν.
Βιβλίο Ε, κεφ. 2
11 ἐξ
Ἀκάνθου δὲ καὶ Ἀπολλωνίας, αἵπερ μέγισται τῶν περὶ Ὄλυνθον πόλεων,
πρέσβεις ἀφίκοντο εἰς Λακεδαίμονα. ἀκούσαντες δ' οἱ ἔφοροι ὧν ἕνεκα ἧκον,
προσήγαγον αὐτοὺς πρός τε τὴν ἐκκλησίαν καὶ τοὺς συμμάχους. 12 ἔνθα δὴ Κλειγένης Ἀκάνθιος ἔλεξεν: Ὦ ἄνδρες
Λακεδαιμόνιοί τε καὶ σύμμαχοι, οἰόμεθα λανθάνειν ὑμᾶς πρᾶγμα μέγα φυόμενον ἐν τῇ
Ἑλλάδι. ὅτι μὲν γὰρ τῶν ἐπὶ Θρᾴκης μεγίστη πόλις Ὄλυνθος σχεδὸν πάντες ἐπίστασθε.
οὗτοι τῶν πόλεων προσηγάγοντο ἐφ' ᾧτε νόμοις τοῖς αὐτοῖς χρῆσθαι καὶ
συμπολιτεύειν, ἔπειτα δὲ καὶ τῶν μειζόνων προσέλαβόν τινας. ἐκ δὲ τούτου ἐπεχείρησαν
καὶ τὰς τῆς Μακεδονίας πόλεις ἐλευθεροῦν ἀπὸ Ἀμύντου τοῦ Μακεδόνων
βασιλέως. 13 ἐπεὶ δὲ εἰσήκουσαν αἱ
ἐγγύτατα αὐτῶν, ταχὺ καὶ ἐπὶ τὰς πόρρω καὶ μείζους ἐπορεύοντο: καὶ κατελίπομεν ἡμεῖς
ἔχοντας ἤδη ἄλλας τε πολλὰς καὶ Πέλλαν, ἥπερ μεγίστη τῶν ἐν Μακεδονίᾳ πόλεων: καὶ Ἀμύνταν δὲ ᾐσθανόμεθα ἀποχωροῦντά τε ἐκ τῶν πόλεων
καὶ ὅσον οὐκ ἐκπεπτωκότα ἤδη ἐκ πάσης Μακεδονίας. πέμψαντες δὲ καὶ πρὸς ἡμᾶς καὶ πρὸς Ἀπολλωνιάτας οἱ Ὀλύνθιοι
προεῖπον ἡμῖν ὅτι εἰ μὴ παρεσόμεθα συστρατευσόμενοι, ἐκεῖνοι ἐφ' ἡμᾶς ἴοιεν. 14 ἡμεῖς δέ, ὦ ἄνδρες Λακεδαιμόνιοι, βουλόμεθα μὲν τοῖς
πατρίοις νόμοις χρῆσθαι καὶ αὐτοπολῖται εἶναι: εἰ μέντοι μὴ βοηθήσει τις, ἀνάγκη
καὶ ἡμῖν μετ' ἐκείνων γίγνεσθαι. καίτοι νῦν γ' ἤδη αὐτοῖς εἰσὶν ὁπλῖται μὲν οὐκ
ἐλάττους †ὀκτακοσίων, πελτασταὶ δὲ πολὺ πλείους ἢ τοσοῦτοι: ἱππεῖς γε μέντοι, ἐὰν
καὶ ἡμεῖς μετ' αὐτῶν γενώμεθα, ἔσονται πλείους ἢ χίλιοι.
38 ὁ
δὲ σπεύδων μὲν οὐ μάλα ἐπορεύετο, ἐπιμελόμενος δὲ τοῦ τε μὴ ἀδικῶν τοὺς φίλους
πορεύεσθαι καὶ τοῦ ὡς πλείστην δύναμιν ἁθροίζειν. προέπεμπε δὲ καὶ πρὸς Ἀμύνταν,
καὶ ἠξίου αὐτὸν καὶ ξένους μισθοῦσθαι καὶ τοῖς πλησίον βασιλεῦσι χρήματα
διδόναι, ὡς συμμάχους εἶναι, εἴπερ βούλοιτο τὴν ἀρχὴν ἀναλαβεῖν. ἔπεμπε δὲ καὶ
πρὸς Δέρδαν τὸν Ἐλιμίας ἄρχοντα, διδάσκων ὅτι οἱ Ὀλύνθιοι κατεστραμμένοι τὴν
μείζω δύναμιν Μακεδονίας εἶεν, καὶ οὐκ ἀνήσουσι τὴν ἐλάττω, εἰ μή τις αὐτοὺς
παύσει τῆς ὕβρεως. 39 ταῦτα δὲ ποιῶν,
μάλα πολλὴν ἔχων στρατιὰν ἀφίκετο εἰς τὴν ἑαυτῶν συμμαχίδα. ἐπεὶ δ' ἦλθεν εἰς τὴν
Ποτείδαιαν, ἐκεῖθεν συνταξάμενος ἐπορεύετο εἰς τὴν πολεμίαν. καὶ πρὸς μὲν τὴν
πόλιν ἰὼν οὔτ' ἔκαεν οὔτ' ἔκοπτε, νομίζων, εἴ τι ποιήσειε τούτων, ἐμποδὼν ἂν αὐτῷ
πάντα γίγνεσθαι καὶ προσιόντι καὶ ἀπιόντι: ὁπότε δὲ ἀναχωροίη ἀπὸ τῆς πόλεως,
τότε ὀρθῶς ἔχειν κόπτοντα τὰ δένδρα ἐμποδὼν καταβάλλειν, εἴ τις ὄπισθεν ἐπίοι. 40 ὡς δὲ ἀπεῖχεν ἀπὸ τῆς πόλεως οὐδὲ δέκα στάδια, ἔθετο
τὰ ὅπλα, εὐώνυμον μὲν αὐτὸς ἔχων, οὕτω γὰρ συνέβαινεν αὐτῷ κατὰ τὰς πύλας ἰέναι
ᾗ ἐξῇσαν οἱ πολέμιοι, ἡ δ' ἄλλη φάλαγξ τῶν συμμάχων ἀπετέτατο πρὸς τὸ δεξιόν.
καὶ τῶν ἱππέων δὲ τοὺς μὲν Λάκωνας καὶ τοὺς Θηβαίους καὶ ὅσοι τῶν Μακεδόνων παρῆσαν ἐπὶ
τῷ δεξιῷ ἐτάξατο, παρὰ δὲ αὑτῷ εἶχε Δέρδαν τε καὶ τοὺς ἐκείνου ἱππέας ὡς εἰς
τετρακοσίους διά τε τὸ ἄγασθαι τοῦτο τὸ ἱππικὸν καὶ διὰ τὸ θεραπεύειν τὸν
Δέρδαν, ὡς ἡδόμενος παρείη. 41 ἐπεὶ
δὲ καὶ οἱ πολέμιοι ἐλθόντες ἀντιπαρετάξαντο ὑπὸ τῷ τείχει, συσπειραθέντες αὐτῶν
οἱ ἱππεῖς ἐμβάλλουσι κατὰ τοὺς Λάκωνας καὶ Βοιωτούς. καὶ Πολύχαρμόν τε τὸν
Λακεδαιμόνιον ἵππαρχον καταβάλλουσιν ἀπὸ τοῦ ἵππου καὶ κείμενον πάμπολλα
κατέτρωσαν, καὶ ἄλλους ἀπέκτειναν, καὶ τέλος τρέπονται τὸ ἐπὶ τῷ δεξιῷ κέρατι ἱππικόν.
φευγόντων δὲ τῶν ἱππέων ἐνέκλινε καὶ τὸ ἐχόμενον πεζὸν αὐτῶν, καὶ ὅλον δ' ἂν ἐκινδύνευσεν
ἡττηθῆναι τὸ στράτευμα, εἰ μὴ Δέρδας ἔχων τὸ ἑαυτοῦ ἱππικὸν εὐθὺς πρὸς τὰς
πύλας τῶν Ὀλυνθίων ἤλασεν. ἐπῄει δὲ καὶ ὁ Τελευτίας σὺν τοῖς περὶ ἑαυτὸν ἐν
τάξει. 42 ὡς δὲ ταῦτα ᾔσθοντο οἱ Ὀλύνθιοι
ἱππεῖς, δείσαντες μὴ ἀποκλεισθεῖεν τῶν πυλῶν, ἀναστρέψαντες ἀπεχώρουν πολλῇ
σπουδῇ. ἔνθα δὴ ὁ Δέρδας παρελαύνοντας παμπόλλους ἱππέας αὐτῶν ἀπέκτεινεν. ἀπεχώρησαν
δὲ καὶ οἱ πεζοὶ τῶν Ὀλυνθίων εἰς τὴν πόλιν: οὐ μέντοι πολλοὶ αὐτῶν ἀπέθανον, ἅτε
ἐγγὺς τοῦ τείχους ὄντος. 43 ἐπεὶ δὲ
τροπαῖόν τε ἐστάθη καὶ ἡ νίκη αὕτη τῷ Τελευτίᾳ ἐγεγένητο, ἀπιὼν δὴ ἔκοπτε τὰ
δένδρα. καὶ τοῦτο μὲν στρατευσάμενος τὸ θέρος διῆκε καὶ τὸ Μακεδονικὸν
στράτευμα καὶ τὸ τοῦ Δέρδα: πολλάκις μέντοι καὶ οἱ Ὀλύνθιοι καταθέοντες εἰς τὰς
τῶν Λακεδαιμονίων συμμαχίδας πόλεις ἐλεηλάτουν καὶ ἄνδρας ἀπεκτίννυον.
Κεφ.3
18 καὶ
Ἀγησίλαος μὲν δὴ περὶ ταῦτα ἦν. ὁ δὲ Ἀγησίπολις εὐθύς [τε] ἐκ τῆς Μακεδονίας προσιὼν ἔθετο πρὸς τῇ πόλει τῶν Ὀλυνθίων
τὰ ὅπλα. ἐπεὶ δὲ οὐδεὶς ἀντεξῄει αὐτῷ, τότε τῆς Ὀλυνθίας εἴ τι ὑπόλοιπον ἦν ἐδῄου
καὶ εἰς τὰς συμμαχίδας ἰὼν αὐτῶν ἔφθειρε τὸν σῖτον: Τορώνην δὲ καὶ προσβαλὼν εἷλε
κατὰ κράτος. 19 ἐν δὲ τούτοις ὄντα
κατὰ θέρους ἀκμὴν καῦμα περιφλεγὲς λαμβάνει αὐτόν. ὡς δὲ πρόσθεν ἑορακότα τὸ ἐν
Ἀφύτει τοῦ Διονύσου ἱερὸν ἔρως αὐτὸν τότ' ἔσχε τῶν τε σκιερῶν σκηνημάτων καὶ τῶν
λαμπρῶν καὶ ψυχρῶν ὑδάτων. ἐκομίσθη μὲν οὖν ἐκεῖσε ἔτι ζῶν, ὅμως μέντοι ἑβδομαῖος
ἀφ' οὗ ἔκαμεν ἔξω τοῦ ἱεροῦ ἐτελεύτησε. καὶ ἐκεῖνος μὲν ἐν μέλιτι τεθεὶς καὶ
κομισθεὶς οἴκαδε ἔτυχε τῆς βασιλικῆς ταφῆς.
Βιβλίο
Στ, κεφ.1
10 καὶ μὴν
Βοιωτοί γε καὶ οἱ ἄλλοι πάντες ὅσοι Λακεδαιμονίοις πολεμοῦντες ὑπάρχουσί μοι
σύμμαχοι: καὶ ἀκολουθεῖν τοίνυν ἀξιοῦσιν ἐμοί, ἂν μόνον ἀπὸ Λακεδαιμονίων ἐλευθερῶ
αὐτούς. καὶ Ἀθηναῖοι δὲ εὖ οἶδ' ὅτι πάντα ποιήσαιεν ἂν ὥστε σύμμαχοι ἡμῖν
γενέσθαι: ἀλλ' ἐγὼ οὐκ ἄν μοι δοκῶ πρὸς αὐτοὺς φιλίαν ποιήσασθαι. νομίζω γὰρ ἔτι
ῥᾷον τὴν κατὰ θάλατταν ἢ τὴν κατὰ γῆν ἀρχὴν παραλαβεῖν ἄν. 11 εἰ δὲ εἰκότα λογίζομαι, σκόπει, ἔφη, καὶ ταῦτα.
ἔχοντες μέν γε Μακεδονίαν, ἔνθεν καὶ Ἀθηναῖοι
τὰ ξύλα ἄγονται, πολὺ δήπου πλείους ἐκείνων ἱκανοὶ ἐσόμεθα ναῦς ποιήσασθαι. ἀνδρῶν
γε μὴν ταύτας πληροῦν πότερον Ἀθηναίους ἢ ἡμᾶς εἰκὸς μᾶλλον δύνασθαι, τοσούτους
καὶ τοιούτους ἔχοντας πενέστας; τούς γε μὴν ναύτας τρέφειν πότερον ἡμᾶς ἱκανωτέρους
εἰκὸς εἶναι τοὺς δι' ἀφθονίαν καὶ ἄλλοσε σῖτον ἐκπέμποντας ἢ Ἀθηναίους τοὺς μηδ'
αὑτοῖς ἱκανὸν ἔχοντας, ἂν μὴ πρίωνται;
Αγησίλαος
[2] διαβὰς δὲ
τὸν Ἑλλήσποντον ἐπορεύετο διὰ τῶν αὐτῶν ἐθνῶν ὧνπερ ὁ Πέρσης τῷ παμπληθεῖ στόλῳ:
καὶ ἣν ἐνιαυσίαν ὁδὸν ὁ βάρβαρος ἐποιήσατο, ταύτην μεῖον ἢ ἐν μηνὶ καθήνυσεν ὁ Ἀγησίλαος.
οὐ γὰρ ὡς ὑστερήσειε τῆς πατρίδος προεθυμεῖτο. 2. ἐπεὶ δὲ ἐξαμείψας Μακεδονίαν εἰς Θετταλίαν ἀφίκετο, Λαρισαῖοι μὲν καὶ
Κραννώνιοι καὶ Σκοτουσαῖοι καὶ Φαρσάλιοι σύμμαχοι ὄντες Βοιωτοῖς, καὶ πάντες δὲ
Θετταλοὶ πλὴν ὅσοι αὐτῶν φυγάδες τότε ὄντες ἐτύγχανον, ἐκακούργουν αὐτὸν ἐφεπόμενοι.
ὁ δὲ τέως μὲν ἦγεν ἐν πλαισίῳ τὸ στράτευμα, τοὺς ἡμίσεις μὲν ἔμπροσθεν, τοὺς ἡμίσεις
δὲ ἐπ᾽ οὐρᾷ ἔχων τῶν ἱππέων: ἐπεὶ δ᾽ ἐκώλυον τῆς πορείας αὐτὸν οἱ Θετταλοὶ ἐπιτιθέμενοι
τοῖς ὄπισθεν, παραπέμπει ἐπ᾽ οὐρὰν καὶ τὸ ἀπὸ τοῦ προηγουμένου στρατεύματος ἱππικὸν
πλὴν τῶν περὶ ἑαυτόν
Απομνημονεύματα
Βιβλίο Γ
9. πῶς οὖν ἂν
τοῦτο διδάσκοιμεν; οἶμαι μέν, εἰ τούς γε παλαιτάτους ὧν ἀκούομεν προγόνους αὐτῶν
ἀναμιμνῄσκοιμεν αὐτοὺς ἀκηκοότας ἀρίστους γεγονέναι. 10. ἆρα
λέγεις τὴν τῶν θεῶν κρίσιν, ἣν οἱ περὶ Κέκροπα δι᾽ ἀρετὴν ἔκριναν; λέγω γάρ, καὶ
τὴν Ἐρεχθέως γε τροφὴν καὶ γένεσιν, καὶ τὸν πόλεμον τὸν ἐπ᾽ ἐκείνου γενόμενον
πρὸς τοὺς ἐκ τῆς ἐχομένης ἠπείρου πάσης, καὶ τὸν ἐφ᾽ Ἡρακλειδῶν πρὸς τοὺς ἐν
Πελοποννήσῳ, καὶ πάντας τοὺς ἐπὶ Θησέως πολεμηθέντας, ἐν οἷς πᾶσιν ἐκεῖνοι δῆλοι
γεγόνασι τῶν καθ᾽ ἑαυτοὺς ἀνθρώπων ἀριστεύσαντες: 11. εἰ δὲ
βούλει, ἃ ὕστερον οἱ ἐκείνων μὲν ἀπόγονοι, οὐ πολὺ δὲ πρὸ ἡμῶν γεγονότες ἔπραξαν,
τὰ μὲν αὐτοὶ καθ᾽ αὑτοὺς ἀγωνιζόμενοι πρὸς τοὺς κυριεύοντας τῆς τε Ἀσίας πάσης
καὶ τῆς Εὐρώπης μέχρι Μακεδονίας καὶ πλείστην τῶν προγεγονότων δύναμιν καὶ ἀφορμὴν
κεκτημένους καὶ μέγιστα ἔργα κατειργασμένους, τὰ δὲ καὶ μετὰ Πελοποννησίων ἀριστεύοντες
καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν: οἳ δὴ καὶ λέγονται πολὺ διενεγκεῖν τῶν καθ᾽ αὑτοὺς
ἀνθρώπων.
ΠΗΓΗ: INTERNATIONAL HELLENIC ASSOCIATION / IHA - Επιτροπή για την Μακεδονία.
ΠΕΡΙΣΣΟΤΕΡΑ για την ΜΑΚΕΔΟΝΙΑ, ΕΔΩ.
ΛΕΞΕΙΣ-ΚΛΕΙΔΙΑ: Ξενοφων, Αθηνα, ιστορικος, συγγραφεας, Σωκρατης, φιλοσοφος, Γρυλλος, Ερχια, Μεσογεια, Μεσογαια, Αττικη, Σπατα, ιππεας, ολιγαρχια, Λακωνια, λογιος, ιστοριογραφια, Ελληνικα, Θουκυδιδης, Κυρου παιδεια, σοφιστικη, Περσια, Κυρος, μοναρχις, Βιογραφια, Κυρου Αναβασις, Αγησιλαος, διαλογος, Απολογια Σωκρατους, Απομνημονευματα, Οικονoμικος, Συμποσιον, Συμποσιο, Κυρου Αναβαση, Ιερων, τυραννικος, Ιερωνας, τυραννια, Λακεδαιμονιων Πολιτεια, Αθηναιων Πολιτεια, Ποροι, περι προσοδων, Ιππαρχικος, Λογος, Περι ιππικης, ιππικη, ιππος, Κυνηγετικος, κυνηγι, Παιδεια, Μακεδονια, Μακεδονικο, Σκοπια, Σκοπιανο, ΠΓΔΜ, FYROM, Ξενοφωντας, Μαρτινη
ΣΧΟΛΙΑ
ΣΧΟΛΙΑ ΜΕΣΩ Facebook