ΙΣΤΟΡΙΚΕΣ ΑΝΑΦΟΡΕΣ ΓΙΑ ΤΗΝ ΜΑΚΕΔΟΝΙΑ: Τι έγραψε ο Πλούταρχος - της Ισμ. Μαρτίνη


ΙΣΤΟΡΙΚΕΣ ΑΝΑΦΟΡΕΣ
ΓΙΑ ΤΗΝ ΜΑΚΕΔΟΝΙΑ

ΠΛΟΥΤΑΡΧΟΣ


Ο Πλούταρχος σε τοιχογραφία της Ι.Μ. Αγίας Παρασκευής στην Σιάτιστα.
Φωτ.: Γ. Λεκάκης.

Ο Πλούταρχος (45-120 μ.Χ.) ήταν Έλλην ιστορικόςβιογράφος και δοκιμιογράφος, από την Χαιρώνεια Βοιωτίας.
Εταξίδεψε πολύ στον μεσογειακό κόσμο της εποχής του. Πήγε δις στην Ρώμη. Είχε φίλους Ρωμαίους με ισχυρή επιρροή.
Έζησε το μεγαλύτερο μέρος της ζωής του στην Χαιρώνεια. Εκεί (μάλλον) εμυήθη στα Μυστήρια του Απόλλωνος.
Έγινε έτσι ο πρεσβύτερος των ιερέων του Απόλλωνος στο Μαντείο των Δελφών![1] Υπεύθυνος για την ερμηνεία των χρησμών της Πυθίας! Αξίωμα που κράτησε για 29 χρόνια έως τον θάνατό του!
Έγραψε ένα απίστευτο μεγάλο σώμα / corpus κειμένων, που επιβίωσαν ως την εποχή μας! Το πιο γνωστό του έργο είναι οι Βίοι Παράλληλοι, μια σειρά βιογραφιών διασήμων Ελλήνων και Ρωμαίων, ανά ζεύγη. Οι διασωθέντες Βίοι περιλαμβάνουν 23 ζεύγη βιογραφιών, και 4 μεμονωμένους βίους.

ΑΓΗΣΙΛΑΟΣ

15. Κινουμένης δὲ τῆς Ἀσίας καὶ πολλαχοῦ πρὸς ἀπόστασιν ὑπεικούσης, ἁρμοσάμενος τὰς αὐτόθι πόλεις, καὶ ταῖς πολιτείαις δίχα φόνου καὶ φυγῆς ἀνθρώπων ἀποδοὺς τὸν προσήκοντα κόσμον, ἐγνώκει πρόσω χωρεῖν, καὶ τὸν πόλεμον διάρας ἀπὸ τῆς Ἑλληνικῆς θαλάττης, περὶ τοῦ σώματος βασιλεῖ καὶ τῆς ἐν Ἐκβατάνοις καὶ Σούσοις εὐδαιμονίας διαμάχεσθαι, καὶ περισπάσαι πρῶτον αὐτοῦ τὴν σχολήν, ὡς μὴ καθέζοιτο τοὺς πολέμους βραβεύων τοῖς Ἕλλησι καὶ διαφθείρων τοὺς δημαγωγούς. ἐν τούτῳ δὲ ἀφικνεῖται πρὸς αὐτὸν Ἐπικυδίδας ὁ Σπαρτιάτης, ἀπαγγέλλων ὅτι πολὺς περιέστηκε τὴν Σπάρτην πόλεμος Ἑλληνικός, καὶ καλοῦσιν ἐκεῖνον οἱ ἔφοροι καὶ κελεύουσι τοῖς οἴκοι βοηθεῖν. ῏Ω βάρβαρ’ ἐξευρόντες Ἕλληνες κακά·
τί γὰρ ἄν τις ἄλλο τὸν φθόνον ἐκεῖνον προσείποι καὶ τὴν τότε σύστασιν καὶ σύνταξιν ἐφ’ ἑαυτοὺς τῶν Ἑλλήνων; οἳ τῆς τύχης ἄνω φερομένης ἐπελάβοντο, καὶ τὰ ὅπλα πρὸς τοὺς βαρβάρους βλέποντα καὶ τὸν πόλεμον ἤδη τῆς Ἑλλάδος ἐξῳκισμένον αὖθις εἰς ἑαυτοὺς ἔτρεψαν. οὐ γὰρ ἔγωγε συμφέρομαι τῷ Κορινθίῳ Δημαράτῳ μεγάλης ἡδονῆς ἀπολελεῖφθαι φήσαντι τοὺς μὴ θεασαμένους Ἕλληνας Ἀλέξανδρον ἐν τῷ Δαρείου θρόνῳ καθήμενον, ἀλλ’ εἰκότως ἂν οἶμαι δακρῦσαι, συννοήσαντας ὅτι ταῦτ’ Ἀλεξάνδρῳ καὶ Μακεδόσιν ἀπέλιπον οἳ τότε τοὺς τῶν Ἑλλήνων στρατηγοὺς περὶ Λεῦκτρα καὶ Κορώνειαν καὶ Κόρινθον καὶ Ἀρκαδίαν κατανήλωσαν.

16.῾Ως δὲ διαβὰς τὸν Ἑλλήσποντον ἐβάδιζε διὰ τῆς Θρᾴκης, ἐδεήθη μὲν οὐδενὸς τῶν βαρβάρων, πέμπων δὲ πρὸς ἑκάστους ἐπυνθάνετο πότερον ὡς φιλίαν ἢ ὡς πολεμίαν διαπορεύηται τὴν χώραν. οἱ μὲν οὖν ἄλλοι πάντες φιλικῶς ἐδέχοντο καὶ παρέπεμπον, ὡς ἕκαστος δυνάμεως εἶχεν· οἱ δὲ καλούμενοι Τράλλεις, οἷς καὶ Ξέρξης ἔδωκεν, ὡς λέγεται, δῶρα, τῆς διόδου μισθὸν ᾔτουν τὸν Ἀγησίλαον ἑκατὸν ἀργυρίου τάλαντα καὶ τοσαύτας γυναῖκας. ὁ δὲ κατειρωνευσάμενος αὐτοὺς καὶ φήσας· “Τί οὖν οὐκ εὐθὺς ἦλθον ληψόμενοι;” προῆγε, καὶ συμβαλὼν αὐτοῖς παρατεταγμένοις ἐτρέψατο καὶ διέφθειρε πολλούς. τὸ δ’ αὐτὸ καὶ τῷ βασιλεῖ τῶν Μακεδόνων ἐρώτημα προσέπεμψε· φήσαντος δὲ βουλεύσεσθαι, “Βουλευέσθω τοίνυν ἐκεῖνος,” εἶπεν, “ἡμεῖς δὲ δὴ πορευόμεθα.” Θαυμάσας οὖν τὴν τόλμαν αὐτοῦ καὶ δείσας ὁ βασιλεὺς ἐκέλευσεν ὡς φίλον προάγειν. τῶν δὲ Θετταλῶν τοῖς πολεμίοις συμμαχούντων ἐπόρθει τὴν χώραν. εἰς δὲ Λάρισσαν ἔπεμψε Ξενοκλέα καὶ Σκύθην περὶ φιλίας·


ΠΟΜΠΗΙΟΣ

Πομπήϊος δέ, καίπερ ἐνστῆναι δυνάμενος πρὸς τὴν διάβασιν τοῖς πολεμίοις, περιεῖδε διαβάντας καθ’ ἡσυχίαν· ......... οὔτε γὰρ Μήδοις οὔτε Πέρσαις ὑπήκουσαν Ἴβηρες, διέφυγον δὲ καὶ τὴν Μακεδόνων ἀρχήν, Ἀλεξάνδρου διὰ ταχέων ἐκ τῆς Ὑρκανίας ἀπάραντος. οὐ μὴν ἀλλὰ καὶ τούτους μάχῃ μεγάλῃ τρεψάμενος ὁ Πομπήϊος, ὥστε ἀποθανεῖν μὲν ἐνακισχιλίους, ἁλῶναι δὲ πλείους μυρίων, εἰς τὴν Κολχικὴν ἐνέβαλε·

ΑΓΙΣ ΚΑΙ ΚΛΕΟΜΕΝΗΣ

[37.1] Τοῦτο διελυμήνατο τὰ πράγματα τῆς Ἑλλάδος, ἁμῶς γέ πως ἐκ τῶν παρόντων ἀναλαβεῖν αὑτὴν ἔτι καὶ διαφυγεῖν τὴν Μακεδόνων ὕβριν καὶ πλεονεξίαν [37.2] δυναμένης. ὁ γὰρ Ἄρατος, .................πρῶτον μὲν ἐπειρᾶτο τοὺς Ἀχαιοὺς παραβιάζε[37.3]σθαι καὶ διακωλύειν· ὡς δ' οὐ προσεῖχον αὐτῷ, τοῦ Κλεομένους ἐκπεπληγμένοι τὸ θράσος, ἀλλὰ καὶ δικαίαν ἐποιοῦντο τὴν ἀξίωσιν τῶν Λακεδαιμονίων εἰς τὸ πάτριον σχῆμα κοσμούντων τὴν Πελοπόννησον, τρέπεται πρὸς ἔργον οὐδενὶ μὲν τῶν Ἑλλήνων προσῆκον, αἴσχιστον δ' ἐκείνῳ καὶ τῶν πεπραγμένων ὑπ' αὐτοῦ καὶ πεπολιτευμένων ἀναξιώτατον, Ἀντίγονον ἐπὶ τὴν Ἑλλάδα καλεῖν καὶ Μακεδόνων ἐμπιπλάναι τὴν Πελοπόν[37.4]νησον, οὓς αὐτὸς ἐκ Πελοποννήσου μειράκιον ὢν ἐξήλασεν, ἐλευθερώσας τὸν Ἀκροκόρινθον, καὶ πᾶσι μὲν τοῖς βασιλεῦσιν ὕποπτος καὶ διάφορος γενόμενος, τουτονὶ δ' αὐτὸν Ἀντίγονον εἰρηκὼς κακὰ μυρία δι' ὧν [37.5] ἀπολέλοιπεν ὑπομνημάτων. καίτοι πολλὰ παθεῖν καὶ παραβαλέσθαι φησὶν αὐτὸς ὑπὲρ Ἀθηναίων, ὅπως ἡ πόλις ἀπαλλαγείη φρουρᾶς καὶ Μακεδόνων· εἶτα τούτους ἐπὶ τὴν πατρίδα καὶ τὴν ἑστίαν τὴν ἑαυτοῦ μεθ' ὅπλων εἰσήγαγεν ἄχρι τῆς γυναικωνί[37.6]τιδος·



..........οὕτως καὶ ὁ Ἀντίγονος, ἐκ πολλῆς ἀναφέρων δυνάμεως πρὸς τὸν πόλεμον, ἐξεπόνει καὶ κατήθλει τὸν Κλεομένη, γλίσχρως καὶ μόλις πορίζοντα [48.5] τοῖς ξένοις μισθὸν καὶ τροφὴν τοῖς πολίταις. ἐπεὶ τἆλλά γε πρὸς τοῦ Κλεομένους ὁ χρόνος ἦν, τῶν οἴκοι πραγμάτων [48.6] ἀνιστάντων τὸν Ἀντίγονον. βάρβαροι γὰρ περιέκοπτον ἀπόντος καὶ κατέτρεχον τὴν Μακεδονίαν, καὶ τότε δὴ πολὺς ἄνωθεν Ἰλλυριῶν ἐμβεβλήκει στρατός, ὑφ' οὗ πορθούμενοι μετεπέμποντο τὸν Ἀντίγονον οἱ Μακεδόνες[48.7] καὶ παρ' ὀλίγον πρὸ τῆς μάχης συνέτυχε ταῦτα τὰ γράμματα κομισθῆναι πρὸς αὐτόν· ὧν κομισθέντων εὐ[48.8]θὺς ἂν ἀπῆλθε μακρὰ χαίρειν φράσας Ἀχαιοῖς.


[51.1] Ὁ δ' Ἀντίγονος ἐξ ἐφόδου παραλαβὼν τὴν πόλιν καὶ χρησάμενος τοῖς Λακεδαιμονίοις φιλανθρώπως, καὶ τὸ ἀξίωμα τῆς Σπάρτης οὐ προπηλακίσας οὐδ' ἐνυβρίσας, ἀλλὰ καὶ νόμους καὶ πολιτείαν ἀποδοὺς καὶ τοῖς θεοῖς θύσας, ἀνεχώρησεν ἡμέρᾳ τρίτῃ, πυθόμενος ἐν Μακεδονίᾳ πολὺν πόλεμον εἶναι καὶ πορ[51.2]θεῖσθαι τὴν χώραν ὑπὸ τῶν βαρβάρων. ἤδη δὲ καὶ τὸ νόσημα κατεῖχεν αὐτόν, εἰς φθίσιν ἐκβεβηκὸς ἰσχυρὰν καὶ [51.3] κατάρρουν σύντονον. οὐ μὴν ἀπεῖπεν, ἀλλ' ἀντήρκεσε πρὸς τοὺς οἰκείους ἀγῶνας, ὅσον ἐπὶ νίκῃ μεγίστῃ καὶ φόνῳ πλείστῳ τῶν βαρβάρων εὐκλεέστερον ἀποθανεῖν, ὡς μὲν εἰκός ἐστι καὶ λέγουσιν οἱ περὶ Φύλαρχον, αὐτῇ τῇ περὶ τὸν ἀγῶνα κραυγῇ τὸ σῶμα προσ[51.4]αναρρήξας·

[52.1] Κλεομένης δὲ πλέων ἀπὸ Κυθήρων εἰς νῆ[52.2]σον ἑτέραν, Αἰγιαλίαν, κατέσχεν. ὅθεν εἰς Κυρήνην περαιοῦσθαι μέλλοντος αὐτοῦ, τῶν φίλων εἷς ὄνομα Θηρυκίων, ἀνὴρ πρός τε τὰς πράξεις φρονήματι κεχρημένος μεγάλῳ καὶ τοῖς λόγοις γεγονώς τις ὑψηλὸς ἀεὶ [52.3] καὶ μεγάλαυχος, ἐντυχὼν αὐτῷ κατ' ἰδίαν "τὸν μὲν κάλλιστον" εἶπεν "ὦ βασιλεῦ θάνατον <τὸν> ἐν τῇ μάχῃ προηκάμεθα· καίτοι πάντες ἤκουσαν ἡμῶν λεγόντων, ὡς οὐχ ὑπερβήσεται τὸν βασιλέα τῶν Σπαρτιατῶν Ἀντίγονος [52.4] εἰ μὴ νεκρόν. ὁ δὲ δεύτερος δόξῃ καὶ ἀρετῇ νῦν ἔτι πάρεστιν ἡμῖν. ποῖ πλέομεν ἀλογίστως, ἀποφεύγοντες ἐγγὺς ὂν κακὸν καὶ μακρὰν διώκοντες; εἰ γὰρ οὐκ αἰσχρόν ἐστι δουλεύειν τοῖς ἀπὸ Φιλίππου καὶ Ἀλεξάνδρου τοὺς ἀφ' Ἡρακλέους, πλοῦν πολὺν κερδανοῦμεν Ἀντιγόνῳ παραδόντες ἑαυτούς, ὃν εἰκός ἐστι Πτολεμαίου διαφέρειν ὅσον [52.5] Αἰγυπτίων Μακεδόνας. εἰ δ' ὑφ' ὧν κεκρατήμεθα τοῖς ὅπλοις οὐκ ἀξιοῦμεν ἄρχεσθαι, τί τὸν μὴ νενικηκότα δεσπότην ποιοῦμεν αὑτῶν, ἵν' ἀνθ' ἑνὸς δυεῖν κακίους φανῶμεν, Ἀντίγονον μὲν φεύγοντες, Πτολεμαῖον δὲ [52.6] κολακεύοντες;

ΑΛΕΞΑΝΔΡΟΣ

Ἐγεννήθη δ’ οὖν Ἀλέξανδρος ἱσταμένου μηνὸς Ἑκατομβαιῶνος, ὃν Μακεδόνες Λῷον καλοῦσιν, ἕκτῃ, καθ’ ἣν ἡμέραν ὁ τῆς Ἐφεσίας Ἀρτέμιδος ἐνεπρήσθη νεώς· ᾧ γ’ Ἡγησίας ὁ Μάγνης ἐπιπεφώνηκεν ἐπιφώνημα κατασβέσαι τὴν πυρκαϊὰν ἐκείνην ὑπὸ ψυχρίας δυνάμενον· εἰκότως γὰρ ἔφη καταφλεχθῆναι τὸν νεών, τῆς Ἀρτέμιδος ἀσχολουμένης περὶ τὴν Ἀλεξάνδρου μαίωσιν. ὅσοι δὲ τῶν μάγων ἐν Ἐφέσῳ διατρίβοντες ἔτυχον, τὸ περὶ τὸν νεὼν πάθος ἡγούμενοι πάθους ἑτέρου σημεῖον εἶναι, διέθεον, τὰ πρόσωπα τυπτόμενοι καὶ βοῶντες ἄτην ἅμα καὶ συμφορὰν μεγάλην τῇ Ἀσίᾳ τὴν ἡμέραν ἐκείνην τετοκέναι. Φιλίππῳ δ’ ἄρτι Ποτείδαιαν ᾑρηκότι τρεῖς ἧκον ἀγγελίαι κατὰ τὸν αὐτὸν χρόνον, ἡ μὲν Ἰλλυριοὺς ἡττῆσθαι μάχῃ μεγάλῃ διὰ Παρμενίωνος, ἡ δ’ Ὀλυμπίασιν ἵππῳ κέλητι νενικηκέναι, τρίτη δὲ περὶ τῆς Ἀλεξάνδρου γενέσεως. ἐφ’ οἷς ἡδόμενον ὡς εἰκὸς ἔτι μᾶλλον οἱ μάντεις ἐπῆραν, ἀποφαινόμενοι τὸν παῖδα τρισὶ νίκαις συγγεγεννημένον ἀνίκητον ἔσεσθαι.

[6]Ἐπεὶ δὲ Φιλονίκου τοῦ Θεσσαλοῦ τὸν Βουκεφάλαν ἀγαγόντος ὤνιον τῷ Φιλίππῳ τρισκαίδεκα ταλάντων, κατέβησαν εἰς τὸ πεδίον δοκιμάσοντες τὸν ἵππον, ἐδόκει τε χαλεπὸς εἶναι καὶ κομιδῇ δύσχρηστος, οὔτ’ ἀναβάτην προσιέμενος οὔτε φωνὴν ὑπομένων τινὸς τῶν περὶ τὸν Φίλιππον ............
εὐθὺς προσδραμὼν τῷ ἵππῳ καὶ παραλαβὼν τὴν ἡνίαν, ἐπέστρεψε πρὸς τὸν ἥλιον, ὡς ἔοικεν ἐννοήσας ὅτι τὴν σκιὰν προπίπτουσαν καὶ σαλευομένην ὁρῶν πρὸ αὑτοῦ διαταράττοιτο. μικρὰ δ’ αὐτῷ παρακαλπάσας καὶ καταψήσας, ὡς ἑώρα πληρούμενον θυμοῦ καὶ πνεύματος, ἀποῤῥίψας ἡσυχῇ τὴν χλαμύδα καὶ μετεωρίσας αὑτόν, ἀσφαλῶς περιέβη. καὶ μικρὰ μὲν περιλαβὼν ταῖς ἡνίαις τὸν χαλινόν, ἄνευ πληγῆς καὶ σπαραγμοῦ προσανέστειλεν· ὡς δ’ ἑώρα τὸν ἵππον ἀφεικότα τὴν ἀπειλήν, ὀργῶντα δὲ πρὸς τὸν δρόμον, ἀφεὶς ἐδίωκεν, ἤδη φωνῇ θρασυτέρᾳ καὶ ποδὸς κρούσει χρώμενος. τῶν δὲ περὶ τὸν Φίλιππον ἦν ἀγωνία καὶ σιγὴ τὸ πρῶτον· ὡς δὲ κάμψας ὑπέστρεψεν ὀρθῶς σοβαρὸς καὶ γεγηθώς, οἱ μὲν ἄλλοι πάντες ἀνηλάλαξαν, ὁ δὲ πατὴρ καὶ δακρῦσαί τι λέγεται πρὸς τὴν χαράν, καὶ καταβάντος αὐτοῦ τὴν κεφαλὴν φιλήσας "ὦ παῖ" φάναι, "ζήτει σεαυτῷ βασιλείαν ἴσην· Μακεδονία γάρ ς’ οὐ χωρεῖ".

[9]Φιλίππου δὲ στρατεύοντος ἐπὶ Βυζαντίους, ἦν μὲν ἑκκαιδεκέτης ὁ Ἀλέξανδρος, ἀπολειφθεὶς δὲ κύριος ἐν Μακεδονίᾳ τῶν πραγμάτων καὶ τῆς σφραγῖδος, Μαίδων τε τοὺς ἀφεστῶτας κατεστρέψατο, καὶ πόλιν ἑλὼν αὐτῶν, τοὺς μὲν βαρβάρους ἐξήλασε, συμμείκτους δὲ κατοικίσας, Ἀλεξανδρόπολιν προσηγόρευσεν.
Ἐν δὲ Χαιρωνείᾳ τῆς πρὸς τοὺς Ἕλληνας μάχης παρὼν μετέσχε, καὶ λέγεται πρῶτος ἐνσεῖσαι τῷ ἱερῷ λόχῳ τῶν Θηβαίων. ἔτι δὲ καὶ καθ’ ἡμᾶς ἐδείκνυτο παλαιὰ παρὰ τὸν Κηφισὸν Ἀλεξάνδρου καλουμένη δρῦς, πρὸς ἣν τότε κατεσκήνωσε, καὶ τὸ πολυάνδριον οὐ πόῤῥω τῶν Μακεδόνων ἐστίν. ἐκ μὲν οὖν τούτων ὡς εἰκὸς Φίλιππος ὑπερηγάπα τὸν υἱόν, ὥστε καὶ χαίρειν τῶν Μακεδόνων Ἀλέξανδρον μὲν βασιλέα, Φίλιππον δὲ στρατηγὸν καλούντων.
Αἱ δὲ περὶ τὴν οἰκίαν ταραχαί, διὰ τοὺς γάμους καὶ τοὺς ἔρωτας αὐτοῦ τρόπον τινὰ τῆς βασιλείας τῇ γυναικωνίτιδι συννοσούσης, πολλὰς αἰτίας καὶ μεγάλας διαφορὰς παρεῖχον, ἃς ἡ τῆς Ὀλυμπιάδος χαλεπότης, δυσζήλου καὶ βαρυθύμου γυναικός, ἔτι μείζονας ἐποίει, παροξυνούσης τὸν Ἀλέξανδρον. ἐκφανεστάτην δ’ Ἄτταλος παρέσχεν ἐν τοῖς Κλεοπάτρας γάμοις, ἣν ὁ Φίλιππος ἠγάγετο παρθένον, ἐρασθεὶς παρ’ ἡλικίαν τῆς κόρης. θεῖος γὰρ ὢν αὐτῆς ὁ Ἄτταλος, ἐν τῷ πότῳ μεθύων παρεκάλει τοὺς Μακεδόνας αἰτεῖσθαι παρὰ θεῶν γνήσιον ἐκ Φιλίππου καὶ Κλεοπάτρας γενέσθαι διάδοχον τῆς βασιλείας. ἐπὶ τούτῳ παροξυνθεὶς ὁ Ἀλέξανδρος καὶ εἰπών· "ἡμεῖς δέ σοι κακὴ κεφαλὴ νόθοι δοκοῦμεν;" ἔβαλε σκύφον ἐπ’ αὐτόν. ὁ δὲ Φίλιππος ἐπ’ ἐκεῖνον ἐξανέστη σπασάμενος τὸ ξίφος, εὐτυχίᾳ δ’ ἑκατέρου διὰ τὸν θυμὸν καὶ τὸν οἶνον ἔπεσε σφαλείς. ὁ δ’ Ἀλέξανδρος ἐφυβρίζων "οὗτος μέντοι" εἶπεν "ἄνδρες εἰς Ἀσίαν ἐξ Εὐρώπης παρεσκευάζετο διαβαίνειν, ὃς ἐπὶ κλίνην ἀπὸ κλίνης διαβαίνων ἀνατέτραπται". μετὰ ταύτην τὴν παροινίαν ἀναλαβὼν τὴν Ὀλυμπιάδα καὶ καταστήσας εἰς Ἤπειρον, αὐτὸς ἐν Ἰλλυριοῖς διέτριβεν. ἐν τούτῳ δὲ Δημάρατος ὁ Κορίνθιος, ξένος ὢν τῆς οἰκίας καὶ παῤῥησίας μετέχων, ἀφίκετο πρὸς Φίλιππον. μετὰ δὲ τὰς πρώτας δεξιώσεις καὶ φιλοφροσύνας ἐπερωτῶντος τοῦ Φιλίππου, πῶς ἔχουσιν ὁμονοίας πρὸς ἀλλήλους οἱ Ἕλληνες, "πάνυ γοῦν" ἔφη "σοι προσήκει Φίλιππε κήδεσθαι τῆς Ἑλλάδος, ὃς τὸν οἶκον τὸν σεαυτοῦ στάσεως τοσαύτης καὶ κακῶν ἐμπέπληκας". οὕτω δὴ συμφρονήσας ὁ Φίλιππος ἔπεμψε καὶ κατήγαγε πείσας διὰ τοῦ Δημαράτου τὸν Ἀλέξανδρον.


[11]Παρέλαβε μὲν οὖν ἔτη γεγονὼς εἴκοσι τὴν βασιλείαν, φθόνους μεγάλους καὶ δεινὰ μίση καὶ κινδύνους πανταχόθεν ἔχουσαν. οὔτε γὰρ τὰ βάρβαρα καὶ πρόσοικα γένη τὴν δούλωσιν ἔφερε, ποθοῦντα τὰς πατρίους βασιλείας, οὔτε τὴν Ἑλλάδα κρατήσας τοῖς ὅπλοις ὁ Φίλιππος οἷον καταζεῦξαι καὶ τιθασεῦσαι χρόνον ἔσχεν, ἀλλὰ μόνον μεταβαλὼν καὶ ταράξας τὰ πράγματα πολὺν σάλον ἔχοντα καὶ κίνησιν ὑπ’ ἀηθείας ἀπέλιπε. φοβουμένων δὲ τῶν Μακεδόνων τὸν καιρόν, καὶ τὰ μὲν Ἑλληνικὰ πάντως ἀφεῖναι καὶ μὴ προσβιάζεσθαι τὸν Ἀλέξανδρον οἰομένων δεῖν, τοὺς δ’ ἀφισταμένους τῶν βαρβάρων ἀνακαλεῖσθαι πρᾴως καὶ θεραπεύειν τὰς ἀρχὰς τῶν νεωτερισμῶν, αὐτὸς ἀπ’ ἐναντίων λογισμῶν ὥρμησε τόλμῃ καὶ μεγαλοφροσύνῃ κτᾶσθαι τὴν ἀσφάλειαν καὶ σωτηρίαν τοῖς πράγμασιν, ὡς κἂν ὁτιοῦν ὑφιέμενος ὀφθῇ τοῦ φρονήματος, ἐπιβησομένων ἁπάντων. τὰ μὲν οὖν βαρβαρικὰ κινήματα καὶ τοὺς ἐκεῖ πολέμους κατέπαυσεν, ὀξέως ἐπιδραμὼν στρατῷ μέχρι πρὸς τὸν Ἴστρον, ᾗ καὶ Σύρμον ἐνίκησε μάχῃ μεγάλῃ τὸν βασιλέα τῶν Τριβαλλῶν· Θηβαίους δ’ ἀφεστάναι πυθόμενος καὶ συμφρονεῖν αὐτοῖς Ἀθηναίους, εὐθὺς ἦγε διὰ Πυλῶν τὴν δύναμιν, εἰπὼν ὅτι Δημοσθένει, παῖδα μὲν αὐτὸν ἕως ἦν ἐν Ἰλλυριοῖς καὶ Τριβαλλοῖς ἀποκαλοῦντι, μειράκιον δὲ περὶ Θετταλίαν γενόμενον, βούλεται πρὸς τοῖς Ἀθηναίων τείχεσιν ἀνὴρ φανῆναι. προσμείξας δὲ ταῖς Θήβαις καὶ διδοὺς ἔτι τῶν πεπραγμένων μετάνοιαν, ἐξῄτει Φοίνικα καὶ Προθύτην καὶ τοῖς μεταβαλλομένοις πρὸς αὐτὸν ἄδειαν ἐκήρυττε. τῶν δὲ Θηβαίων ἀντεξαιτούντων μὲν παρ’ αὐτοῦ Φιλώταν καὶ Ἀντίπατρον, κηρυττόντων δὲ τοὺς τὴν Ἑλλάδα βουλομένους συνελευθεροῦν τάττεσθαι μετ’ αὐτῶν, οὕτως ἔτρεψε τοὺς Μακεδόνας πρὸς πόλεμον. ἠγωνίσθη μὲν οὖν ὑπὲρ δύναμιν ἀρετῇ καὶ προθυμίᾳ τὰ παρὰ τῶν Θηβαίων, πολλαπλασίοις οὖσι τοῖς πολεμίοις ἀντιταχθέντων· ἐπεὶ δὲ καὶ τὴν Καδμείαν ἀφέντες οἱ φρουροὶ τῶν Μακεδόνων ἐπέπιπτον αὐτοῖς ἐξόπισθεν, κυκλωθέντες οἱ πλεῖστοι κατὰ τὴν μάχην αὐτὴν ἔπεσον, ἡ δὲ πόλις ἥλω καὶ διαρπασθεῖσα κατεσκάφη, τὸ μὲν ὅλον προσδοκήσαντος αὐτοῦ τοὺς Ἕλληνας ἐκπλαγέντας πάθει τηλικούτῳ καὶ πτήξαντας ἀτρεμήσειν, ἄλλως δὲ καὶ καλλωπισαμένου χαρίζεσθαι τοῖς τῶν συμμάχων ἐγκλήμασι· καὶ γὰρ Φωκεῖς καὶ Πλαταιεῖς τῶν Θηβαίων κατηγόρησαν. ὑπεξελόμενος δὲ τοὺς ἱερεῖς καὶ τοὺς ξένους τῶν Μακεδόνων ἅπαντας καὶ τοὺς ἀπὸ Πινδάρου γεγονότας καὶ τοὺς ὑπεναντιωθέντας τοῖς ψηφισαμένοις τὴν ἀπόστασιν, ἀπέδοτο τοὺς ἄλλους, περὶ τρισμυρίους γενομένους· οἱ δ’ ἀποθανόντες ὑπὲρ ἑξακισχιλίους ἦσαν.


[16]Ἐν δὲ τούτῳ τῶν Δαρείου στρατηγῶν μεγάλην δύναμιν ἡθροικότων καὶ παρατεταγμένων ἐπὶ τῇ διαβάσει τοῦ Γρανικοῦ, μάχεσθαι μὲν ἴσως ἀναγκαῖον ἦν, ὥσπερ ἐν πύλαις τῆς Ἀσίας, περὶ τῆς εἰσόδου καὶ ἀρχῆς· τοῦ δὲ ποταμοῦ τὸ βάθος καὶ τὴν ἀνωμαλίαν καὶ τραχύτητα τῶν πέραν ὄχθων, πρὸς οὓς ἔδει γίνεσθαι τὴν ἀπόβασιν μετὰ μάχης, τῶν πλείστων δεδιότων, ἐνίων δὲ καὶ τὸ περὶ τὸν μῆνα νενομισμένον οἰομένων δεῖν φυλάξασθαι, (Δαισίου γὰρ οὐκ εἰώθεισαν οἱ βασιλεῖς τῶν Μακεδόνων ἐξάγειν τὴν στρατιάν), τοῦτο μὲν ἐπηνωρθώσατο, κελεύσας δεύτερον Ἀρτεμίσιον ἄγειν·

....... ἑτέραν δὲ τὸν Σπιθριδάτην πάλιν ἐπαιρόμενον ἔφθασε Κλεῖτος ὁ μέλας τῷ ξυστῷ διελάσας μέσον· ὁμοῦ δὲ καὶ Ῥοισάκης ἔπεσεν, ὑπ’ Ἀλεξάνδρου ξίφει πληγείς. ἐν τούτῳ δὲ κινδύνου καὶ ἀγῶνος οὔσης τῆς ἱππομαχίας, ἥ τε φάλαγξ διέβαινε τῶν Μακεδόνων, καὶ συνῆγον αἱ πεζαὶ δυνάμεις. οὐ μὴν ὑπέστησαν εὐρώστως οὐδὲ πολὺν χρόνον, ἀλλ’ ἔφυγον τραπόμενοι πλὴν τῶν μισθοφόρων Ἑλλήνων· οὗτοι δὲ πρός τινι λόφῳ συστάντες, ᾔτουν τὰ πιστὰ τὸν Ἀλέξανδρον. ὁ δὲ θυμῷ μᾶλλον ἢ λογισμῷ πρῶτος ἐμβαλών, τόν θ’ ἵππον ἀποβάλλει ξίφει πληγέντα διὰ τῶν πλευρῶν (ἦν δ’ ἕτερος, οὐχ ὁ Βουκεφάλας), καὶ τοὺς πλείστους τῶν ἀποθανόντων καὶ τραυματισθέντων ἐκεῖ συνέβη κινδυνεῦσαι καὶ πεσεῖν, πρὸς ἀνθρώπους ἀπεγνωκότας καὶ μαχίμους συμπλεκομένους. λέγονται δὲ πεζοὶ μὲν δισμύριοι τῶν βαρβάρων, ἱππεῖς δὲ δισχίλιοι πεντακόσιοι πεσεῖν. τῶν δὲ περὶ τὸν Ἀλέξανδρον Ἀριστόβουλός φησι τέσσαρας καὶ τριάκοντα νεκροὺς γενέσθαι τοὺς πάντας, ὧν ἐννέα πεζοὺς εἶναι. τούτων μὲν οὖν ἐκέλευσεν εἰκόνας ἀνασταθῆναι χαλκᾶς, ἃς Λύσιππος εἰργάσατο. κοινούμενος δὲ τὴν νίκην τοῖς Ἕλλησιν, ἰδίᾳ μὲν τοῖς Ἀθηναίοις ἔπεμψε τῶν αἰχμαλώτων τριακοσίας ἀσπίδας, κοινῇ δὲ τοῖς ἄλλοις λαφύροις ἐκέλευσεν ἐπιγράψαι φιλοτιμοτάτην ἐπιγραφήν· "Ἀλέξανδρος ὁ Φιλίππου καὶ οἱ Ἕλληνες πλὴν Λακεδαιμονίων ἀπὸ τῶν βαρβάρων τῶν τὴν Ἀσίαν κατοικούντων". ἐκπώματα δὲ καὶ πορφύρας καὶ ὅσα τοιαῦτα τῶν Περσικῶν ἔλαβε, πάντα τῇ μητρὶ πλὴν ὀλίγων ἔπεμψεν.

[20]Ἦν δέ τις ἐν τῷ Δαρείου στρατῷ πεφευγὼς ἐκ Μακεδονίας ἀνὴρ Μακεδών, Ἀμύντας, οὐκ ἄπειρος τῆς Ἀλεξάνδρου φύσεως. οὗτος ὡρμημένον ἰδὼν Δαρεῖον εἴσω τῶν στενῶν βαδίζειν ἐπ’ Ἀλέξανδρον, ἐδεῖτο κατὰ χώραν ὑπομένειν ἐν πλάτος ἔχουσι πεδίοις καὶ ἀναπεπταμένοις, πρὸς ἐλάττονας πλήθει τοσούτῳ διαμαχούμενον.
....... καὶ κατέλαβε τοὺς Μακεδόνας τὸν μὲν ἄλλον πλοῦτον ἐκ τοῦ βαρβαρικοῦ στρατοπέδου φέροντας καὶ ἄγοντας, ὑπερβάλλοντα πλήθει, καίπερ εὐζώνων πρὸς τὴν μάχην παραγενομένων καὶ τὰ πλεῖστα τῆς ἀποσκευῆς ἐν Δαμασκῷ καταλιπόντων, τὴν δὲ Δαρείου σκηνὴν ἐξῃρηκότας ἐκείνῳ, θεραπείας τε λαμπρᾶς καὶ παρασκευῆς καὶ χρημάτων πολλῶν γέμουσαν.

[24]Μετὰ δὲ τὴν μάχην τὴν ἐν Ἰσσῷ πέμψας εἰς Δαμασκόν, ἔλαβε τὰ χρήματα καὶ τὰς ἀποσκευὰς καὶ τὰ τέκνα καὶ τὰς γυναῖκας τῶν Περσῶν. καὶ πλεῖστα μὲν ὠφελήθησαν οἱ τῶν Θεσσαλῶν ἱππεῖς· τούτους γὰρ ἄνδρας ἀγαθοὺς διαφερόντως ἐν τῇ μάχῃ γενομένους ἔπεμψεν ἐπίτηδες, ὠφεληθῆναι βουλόμενος· ἐνεπλήσθη δὲ καὶ τὸ λοιπὸν εὐπορίας στρατόπεδον, καὶ γευσάμενοι τότε πρῶτον οἱ Μακεδόνες χρυσοῦ καὶ ἀργύρου καὶ γυναικῶν καὶ διαίτης βαρβαρικῆς, ὥσπερ κύνες ἔσπευδον ἁψάμενοι στίβου διώκειν καὶ ἀνιχνεύειν τὸν τῶν Περσῶν πλοῦτον.

Ἡ μὲν οὖν σελήνη τοῦ Βοηδρομιῶνος ἐξέλιπε περὶ τὴν τῶν μυστηρίων τῶν Ἀθήνησιν ἀρχήν, ἑνδεκάτῃ δ’ ἀπὸ τῆς ἐκλείψεως νυκτὶ τῶν στρατοπέδων ἀλλήλων ἐν ὄψει γεγονότων, Δαρεῖος μὲν ἐν ὅπλοις συνεῖχε τὴν δύναμιν, ὑπὸ λαμπάδων ἐπιπορευόμενος τὰς τάξεις· Ἀλέξανδρος δὲ τῶν Μακεδόνων ἀναπαυομένων αὐτὸς πρὸ τῆς σκηνῆς μετὰ τοῦ μάντεως Ἀριστάνδρου διέτριβεν, ἱερουργίας τινὰς ἀποῤῥήτους ἱερουργούμενος καὶ τῷ Φόβῳ σφαγιαζόμενος.

Ἔσχε γὰρ ὁ ἀγὼν ὑποτροπὴν καὶ σάλον ἐν τῷ εὐωνύμῳ κέρατι κατὰ Παρμενίωνα, τῆς Βακτριανῆς ἵππου ῥόθῳ πολλῷ καὶ μετὰ βίας παρεμπεσούσης εἰς τοὺς Μακεδόνας, Μαζαίου δὲ περιπέμψαντος ἔξω τῆς φάλαγγος ἱππεῖς τοῖς σκευοφυλακοῦσι προσβαλοῦντας. διὸ καὶ θορυβούμενος ὑπ’ ἀμφοτέρων ὁ Παρμενίων ἀπέστειλε πρὸς Ἀλέξανδρον ἀγγέλους, φράζοντας οἴχεσθαι τὸν χάρακα καὶ τὰς ἀποσκευάς, εἰ μὴ κατὰ τάχος βοήθειαν ἰσχυρὰν ἀπὸ τοῦ στόματος πέμψειε τοῖς ὄπισθεν. ἔτυχε μὲν οὖν κατ’ ἐκεῖνο καιροῦ τοῖς περὶ αὐτὸν ἐφόδου διδοὺς σημεῖον·

 οἱ δ’ ἑπόμενοι κώμῳ καὶ βοῇ περιίσταντο τὰ βασίλεια, καὶ τῶν ἄλλων Μακεδόνων οἱ πυνθανόμενοι συνέτρεχον μετὰ λαμπάδων χαίροντες. ἤλπιζον γὰρ ὅτι τοῖς οἴκοι προσέχοντός ἐστι τὸν νοῦν καὶ μὴ μέλλοντος ἐν βαρβάροις οἰκεῖν τὸ πιμπράναι τὰ βασίλεια καὶ διαφθείρειν. οἱ μὲν οὕτω ταῦτα γενέσθαι φασίν, οἱ δ’ ἀπὸ γνώμης· ὅτι δ’ οὖν μετενόησε ταχὺ καὶ κατασβέσαι προσέταξεν, ὁμολογεῖται.
[39]Φύσει δ’ ὢν μεγαλοδωρότατος, ἔτι μᾶλλον ἐπέδωκεν εἰς τοῦτο τῶν πραγμάτων αὐξομένων· καὶ προσῆν ἡ φιλοφροσύνη, μεθ’ ἧς μόνης ὡς ἀληθῶς οἱ διδόντες χαρίζονται. μνησθήσομαι δ’ ὀλίγων. Ἀρίστων ὁ τῶν Παιόνων ἡγούμενος, ἀποκτείνας πολέμιον ἄνδρα καὶ τὴν κεφαλὴν ἐπιδειξάμενος αὐτῷ, "τοῦτ’" εἶπεν "ὦ βασιλεῦ παρ’ ἡμῖν ἐκπώματος χρυσοῦ τιμᾶται τὸ δῶρον". ὁ δ’ Ἀλέξανδρος γελάσας "κενοῦ γ’" εἶπεν, "ἐγὼ δέ σοι μεστὸν ἀκράτου προπίομαι". τῶν δὲ πολλῶν τις Μακεδόνων ἤλαυνεν ἡμίονον, βασιλικὸν χρυσίον κομίζοντα· 

Οὕτω δὴ καὶ τὴν δίαιταν ἔτι μᾶλλον ὡμοίου τε τοῖς ἐπιχωρίοις ἑαυτόν, ἐκείνους τε προσῆγε τοῖς Μακεδονικοῖς ἔθεσιν, ἀνακράσει καὶ κοινωνίᾳ μᾶλλον δι’ εὐνοίας καταστήσεσθαι τὰ πράγματα νομίζων ἢ βίᾳ, μακρὰν ἀπαίροντος αὐτοῦ. διὸ καὶ τρισμυρίους παῖδας ἐπιλεξάμενος ἐκέλευσε γράμματά τε μανθάνειν Ἑλληνικὰ καὶ Μακεδονικοῖς ὅπλοις ἐντρέφεσθαι, πολλοὺς ἐπιστάτας καταστήσας, καὶ τὰ περὶ Ῥωξάνην ἔρωτι μὲν ἐπράχθη, καλὴν καὶ ὡραίαν ἔν τινι χορῷ παρὰ πότον ὀφθεῖσαν, ἔδοξε δ’ οὐκ ἀνάρμοστα τοῖς ὑποκειμένοις εἶναι πράγμασιν. ἐθάῤῥησαν γὰρ οἱ βάρβαροι τῇ κοινωνίᾳ τοῦ γάμου, καὶ τὸν Ἀλέξανδρον ὑπερηγάπησαν, ὅτι σωφρονέστατος περὶ ταῦτα γεγονὼς οὐδ’ ἧς μόνης ἡττήθη γυναικὸς ἄνευ νόμου θιγεῖν ὑπέμεινεν.
Ἐπεὶ δὲ καὶ τῶν φίλων ἑώρα τῶν μεγίστων Ἡφαιστίωνα μὲν ἐπαινοῦντα καὶ συμμετακοσμούμενον αὐτῷ, Κρατερὸν δὲ τοῖς πατρίοις ἐμμένοντα, δι’ ἐκείνου μὲν ἐχρημάτιζε τοῖς βαρβάροις, διὰ τούτου δὲ τοῖς Ἕλλησι καὶ τοῖς Μακεδόσι· καὶ ὅλως τὸν μὲν ἐφίλει μάλιστα, τὸν δ’ ἐτίμα, νομίζων καὶ λέγων ἀεί, τὸν μὲν Ἡφαιστίωνα φιλαλέξανδρον εἶναι, τὸν δὲ Κρατερὸν φιλοβασιλέα.

Λέγεται δέ ποτε πολλῶν παρακεκλημένων ἐπὶ τὸ δεῖπνον ἐπαινέσαι κελευσθεὶς ἐπὶ τοῦ ποτηρίου Μακεδόνας ὁ Καλλισθένης οὕτως εὐροῆσαι πρὸς τὴν ὑπόθεσιν, ὥστ’ ἀνισταμένους κροτεῖν καὶ βάλλειν τοὺς στεφάνους ἐπ’ αὐτόν· εἰπεῖν οὖν τὸν Ἀλέξανδρον ὅτι, κατ’ Εὐριπίδην, τὸν λαβόντα τῶν λόγων
καλὰς ἀφορμὰς οὐ μέγ’ ἔργον εὖ λέγειν·
"ἀλλ’ ἔνδειξαι" φάναι "τὴν σαυτοῦ δύναμιν ἡμῖν κατηγορήσας Μακεδόνων, ἵνα καὶ βελτίους γένωνται μαθόντες ἃ πλημμελοῦσιν". οὕτω δὴ τὸν ἄνδρα πρὸς τὴν παλινῳδίαν τραπόμενον πολλὰ παῤῥησιάσασθαι κατὰ τῶν Μακεδόνων, καὶ τὴν Ἑλληνικὴν στάσιν αἰτίαν ἀποφήναντα τῆς γενομένης περὶ Φίλιππον αὐξήσεως καὶ δυνάμεως, εἰπεῖν·
ἐν δὲ διχοστασίῃ καὶ ὁ πάγκακος ἔλλαχε τιμῆς·
ἐφ’ ᾧ πικρὸν καὶ βαρὺ τοῖς Μακεδόσιν ἐγγενέσθαι μῖσος, καὶ τὸν Ἀλέξανδρον εἰπεῖν, ὡς οὐ τῆς δεινότητος ὁ Καλλισθένης, ἀλλὰ τῆς δυσμενείας Μακεδόσιν ἀπόδειξιν δέδωκε.

74...ὁ δ’ Ἀλέξανδρος ὠργίσθη, καὶ δραξάμενος αὐτοῦ τῶν τριχῶν σφόδρα ταῖς χερσὶν ἀμφοτέραις, ἔπαισε τὴν κεφαλὴν πρὸς τὸν τοῖχον. αὖθις δὲ πρὸς τοὺς κατηγοροῦντας Ἀντιπάτρου λέγειν τι βουλόμενον τὸν Κάσανδρον ἐκκρούων, "τί λέγεις;" ἔφη· "τοσαύτην ὁδὸν ἀνθρώπους μηδὲν ἀδικουμένους, ἀλλὰ συκοφαντοῦντας ἐλθεῖν;" φήσαντος δὲ τοῦ Κασάνδρου τοῦτ’ αὐτὸ σημεῖον εἶναι τοῦ συκοφαντεῖν, ὅτι μακρὰν ἥκουσι τῶν ἐλέγχων, ἀναγελάσας ὁ Ἀλέξανδρος "ταῦτ’ ἐκεῖνα" ἔφη "σοφίσματα τῶν Ἀριστοτέλους εἰς ἑκάτερον τὸν λόγον, οἰμωξομένων, ἂν καὶ μικρὸν ἀδικοῦντες τοὺς ἀνθρώπους φανῆτε". τὸ δ’ ὅλον οὕτω φασὶ δεινὸν ἐνδῦναι καὶ δευσοποιὸν ἐγγενέσθαι τῇ ψυχῇ τοῦ Κασάνδρου τὸ δέος, ὥσθ’ ὕστερον χρόνοις πολλοῖς, ἤδη Μακεδόνων βασιλεύοντα καὶ κρατοῦντα τῆς Ἑλλάδος, ἐν Δελφοῖς περιπατοῦντα καὶ θεώμενον τοὺς ἀνδριάντας, εἰκόνος Ἀλεξάνδρου φανείσης ἄφνω πληγέντα φρῖξαι καὶ κραδανθῆναι τὸ σῶμα, καὶ μόλις ἀναλαβεῖν ἑαυτόν, ἰλιγγιάσαντα πρὸς τὴν ὄψιν.

 76....τῇ δεκάτῃ φθίνοντος ταὐτὰ ποιήσας, μᾶλλον ἀνεφλέχθη, καὶ τὴν νύκτα βαρέως ἔσχε, καὶ τὴν ἐπιοῦσαν ἡμέραν ἐπύρεττε σφόδρα. καὶ μεταρθεὶς κατέκειτο παρὰ τὴν μεγάλην κολυμβήθραν, ὅτε δὴ τοῖς ἡγεμόσι διελέχθη περὶ τῶν ἐρήμων ἡγεμονίας τάξεων, ὅπως καταστήσωσι δοκιμάσαντες. ἑβδόμῃ σφόδρα πυρέττων, ἔθυσεν ἐξαρθεὶς πρὸς τὰ ἱερά· τῶν δ’ ἡγεμόνων ἐκέλευε τοὺς μεγίστους διατρίβειν ἐν τῇ αὐλῇ, ταξιάρχους δὲ καὶ πεντακοσιάρχους ἔξω νυκτερεύειν. εἰς δὲ τὰ πέραν βασίλεια διακομισθείς, τῇ ἕκτῃ μικρὸν ὕπνωσεν, ὁ δὲ πυρετὸς οὐκ ἀνῆκεν· ἐπελθόντων δὲ τῶν ἡγεμόνων ἦν ἄφωνος, ὁμοίως δὲ καὶ τὴν πέμπτην. διὸ καὶ τοῖς Μακεδόσιν ἔδοξε τεθνάναι, καὶ κατεβόων ἐλθόντες ἐπὶ τὰς θύρας, καὶ διηπειλοῦντο τοῖς ἑταίροις, ἕως ἐβιάσαντο, καὶ τῶν θυρῶν αὐτοῖς ἀνοιχθεισῶν, ἐν τοῖς χιτῶσι καθ’ ἕνα πάντες παρὰ τὴν κλίνην παρεξῆλθον. ταύτης δὲ τῆς ἡμέρας οἱ περὶ Πύθωνα καὶ Σέλευκον εἰς τὸ Σεραπεῖον ἀποσταλέντες, ἠρώτων εἰ κομίσωσιν ἐκεῖ τὸν Ἀλέξανδρον, ὁ δὲ θεὸς κατὰ χώραν ἐᾶν ἀνεῖλε. τῇ δὲ τρίτῃ φθίνοντος πρὸς δείλην ἀπέθανε.

ΚΑΙΣΑΡ

[4] Ἐπανελθὼν δἀπὸ τῆς Ἑλλάδος εἰς Ῥώμην, Δολοβέλλαν ἔκρινε κακώσεως ἐπαρχίας, καὶ πολλαὶ τῶν πόλεων μαρτυρίας αὐτῷ παρέσχον. μὲν οὖν Δολοβέλλας ἀπέφυγε τὴν δίκην, δὲ Καῖσαρ, ἀμειβόμενος τὴν Ἑλλάδα τῆς προθυμίας, συνηγόρευσεν αὐτῇ Πόπλιον Ἀντώνιον διωκούσῃ δωροδοκίας ἐπὶ Λευκούλλου Μάρκου τοῦ Μακεδονίας στρατηγοῦ. καὶ τοσοῦτον ἴσχυσεν, ὥστε τὸν Ἀντώνιον ἐπικαλέσασθαι τοὺς δημάρχους, σκηψάμενον οὐκ ἔχειν τὸ ἴσον ἐν τῇ Ἑλλάδι πρὸς Ἕλληνας

39..... εἶπεν ἄρα πρὸς τοὺς φίλους ἀπιὼν Καῖσαρ· “σήμερον ἂν νίκη παρὰ τοῖς πολεμίοις ἦν, εἰ τὸν νικῶντα εἶχον”. αὐτὸς δὲ παρελθὼν εἰς τὴν σκηνὴν καὶ κατακλιθείς, νύκτα πασῶν ἐκείνην ἀνιαροτάτην διήγαγεν ἐν ἀπόροις λογισμοῖς, ὡς κακῶς ἐστρατηγηκώς, ὅτι καὶ χώρας ἐπικειμένης βαθείας καὶ πόλεων εὐδαιμόνων τῶν Μακεδονικῶν καὶ Θετταλικῶν, ἐάσας ἐκεῖ περισπάσαι τὸν πόλεμον ἐνταῦθα καθέζοιτο πρὸς θαλάττῃ, ναυκρατούντων τῶν πολεμίων πολιορκούμενος τοῖς ἀναγκαίοις μᾶλλον τοῖς ὅπλοις πολιορκῶν.

ΑΡΙΣΤΕΙΔΗΣ

[15.2] μεσούσης δὲ μάλιστα τῆς νυκτὸς ἀνὴρ ἵππον ἔχων ἀτρέμα προσεμίγνυε τῷ στρατοπέδῳ τῶν Ἑλλήνων: ἐντυχὼν δὲ ταῖς φυλακαῖς ἐκέλευεν αὐτῷ προσελθεῖν Ἀριστείδην τὸν Ἀθηναῖον. ὑπακούσαντος δὲ ταχέως ἔφησεν: “εἰμὶ μὲν Ἀλέξανδρος Μακεδών, ἥκω δὲ κινδύνων τὸν μέγιστον εὐνοίᾳ τῇ πρὸς ὑμᾶς αἰρόμενος, ὡς μὴ τὸ αἰφνίδιον ἐκπλήξειεν ὑμᾶς χεῖρον ἀγωνίσασθαι. μαχεῖται γὰρ ὑμῖν Μαρδόνιος αὔριον, [15.3] οὐχ ὑπ' ἐλπίδος χρηστῆς οὐδὲ θάρσους, ἀλλ' ἀπορίας τῶν παρόντων, ἐπεὶ καὶ μάντεις ἐκεῖνον ἀπαισίοις ἱεροῖς καὶ λογίοις χρησμῶν εἴργουσι μάχης, καὶ τὸν στρατὸν ἔχει δυσθυμία πολλὴ καὶ κατάπληξις. ἀλλ' ἀνάγκη τολμῶντα πειρᾶσθαι τῆς τύχης τὴν ἐσχάτην ὑπομένειν ἀπορίαν καθεζόμενον.” [15.4] ταῦτα φράσας Ἀλέξανδρος ἐδεῖτο τὸν Ἀριστείδην αὐτὸν εἰδέναι καὶ μνημονεύειν, ἑτέρῳ δὲ μὴ κατειπεῖν. δ' οὐ καλῶς ἔχειν ἔφη ταῦτα Παυσανίαν ἀποκρύψασθαι, ἐκείνῳ γὰρ ἀνακεῖσθαι τὴν ἡγεμονίαν, πρὸς δὲ τοὺς ἄλλους ἄῤῥητα πρὸ τῆς μάχης ἔδοξεν ἔσεσθαι, νικώσης δὲ τῆς Ἑλλάδος οὐδένα τὴν Ἀλεξάνδρου προθυμίαν καὶ ἀρετὴν ἀγνοήσειν. [15.5] λεχθέντων δὲ τούτων τε βασιλεὺς τῶν Μακεδόνων ἀπήλαυνεν ὀπίσω πάλιν, τε Ἀριστείδης ἀφικόμενος ἐπὶ τὴν σκηνὴν τοῦ Παυσανίου διηγεῖτο τοὺς λόγους: καὶ μετεπέμποντο τοὺς ἄλλους ἡγεμόνας καὶ παρήγγελλον ἐν κόσμῳ τὸν στρατὸν ἔχειν, ὡς μάχης ἐσομένης.

ΜΑΡΚΟΣ ΚΑΤΩΝ

[12] Τιβερίῳ μὲν οὖν Σεμπρωνίῳ τὰ περὶ Θρᾴκην καὶ Ἴστρον ὑπατεύοντι πρεσβεύων συγκατειργάσατο, Μανίῳ δ' Ἀκιλίῳ χιλιαρχῶν ἐπ' Ἀντίοχον τὸν μέγαν συνεξῆλθεν εἰς τὴν Ἑλλάδα, φοβήσαντα Ῥωμαίους ὡς οὐδένα ἕτερον μετ' Ἀννίβαν. τὴν γὰρ Ἀσίαν ὅσην Νικάτωρ Σέλευκος εἶχεν ὀλίγου δεῖν ἅπασαν ἐξ ὑπαρχῆς ἀνειληφώς, ἔθνη τε πάμπολλα καὶ μάχιμα βαρβάρων ὑπήκοα πεποιημένος, ἐπῆρτο συμπεσεῖν Ῥωμαίοις ὡς μόνοις ἔτι πρὸς αὐτὸν ἀξιομάχοις οὖσιν. εὐπρεπῆ δὲ τοῦ πολέμου ποιησάμενος αἰτίαν τοὺς Ἕλληνας ἐλευθεροῦν, οὐδὲν δεομένους, ἀλλ' ἐλευθέρους καὶ αὐτονόμους χάριτι τῇ Ῥωμαίων ἀπὸ Φιλίππου καὶ Μακεδόνων νεωστὶ γεγονότας, διέβη μετὰ δυνάμεως, καὶ σάλον εὐθὺς Ἑλλὰς εἶχε καὶ μετέωρος ἦν, ἐλπίσι διαφθειρομένη βασιλικαῖς ὑπὸ τῶν δημαγωγῶν

ΔΗΜΗΤΡΙΟΣ

[39] Δημήτριος δὲ μετὰ Μακεδονίαν καὶ Θετταλίαν ἦν παρειληφώς. ἔχων δὲ καὶ Πελοποννήσου τὰ πλεῖστα καὶ τῶν ἐντὸς Ἰσθμοῦ Μέγαρα καὶ Ἀθήνας, ἐπὶ Βοιωτοὺς ἐστράτευσε. καὶ πρῶτον μὲν ἐγένοντο συμβάσεις μέτριαι περὶ φιλίας πρὸς αὐτόν· 
[41] Ἐντεῦθεν ἐπανελθὼν εἰς Μακεδονίαν, καὶ μήτ' αὐτὸς ἄγειν ἡσυχίαν πεφυκὼς τούς τ' ἄλλους .............. · οὐ γὰρ οὕτως μισηθεὶς Πύρρος ἀφ' ὧν ἔπραξεν, ὡς θαυμασθεὶς διὰ τὸ πλεῖστα τῇ χειρὶ κατεργάσασθαι, μέγα καὶ λαμπρὸν ἔσχεν ἀπὸ τῆς μάχης ἐκείνης ὄνομα παρὰ τοῖς Μακεδόσι· καὶ πολλοῖς ἐπῄει λέγειν τῶν Μακεδόνων, ὡς ἐν μόνῳ τούτῳ τῶν βασιλέων εἴδωλον ἐνορῷτο τῆς Ἀλεξάνδρου τόλμης, οἱ δ' ἄλλοι, καὶ μάλιστα Δημήτριος, ὡς ἐπὶ σκηνῆς τὸ βάρος ὑποκρίνοιντο καὶ τὸν ὄγκον τοῦ ἀνδρός.

[43]  δ' οὖν Δημήτριος ἐπισφαλέστατα νοσήσας ἐν Πέλλῃ, μικροῦ τότε Μακεδονίαν ἀπέβαλε, καταδραμόντος ὀξέως Πύρρου καὶ μέχρι Ἐδέσσης προελθόντος. ἅμα δὲ τῷ κουφότερος γενέσθαι πάνυ ῥᾳδίως ἐξελάσας αὐτόν, ἐποιήσατό τινας ὁμολογίας, οὐ βουλόμενος ἐμποδὼν ὄντι συνεχῶς προσπταίων καὶ τοπομαχῶν ἧττον εἶναι πρὸς οἷς διενοεῖτο. διενοεῖτο δ' οὐθὲν ὀλίγον, ἀλλὰ πᾶσαν ἀναλαμβάνειν τὴν ὑπὸ τῷ πατρὶ γενομένην ἀρχήν.

[44] Αἰρομένης οὖν τοσαύτης δυνάμεως ἐπὶ τὴν Ἀσίαν, ὅσην μετ' Ἀλέξανδρον οὐδεὶς ἔσχε πρότερον, οἱ τρεῖς συνέστησαν ἐπὶ τὸν Δημήτριον, Σέλευκος Πτολεμαῖος Λυσίμαχος. ἔπειτα κοινῇ πρὸς Πύρρον ἀποστείλαντες, ἐκέλευον ἐξάπτεσθαι Μακεδονίας καὶ μὴ νομίζειν σπονδὰς αἷς Δημήτριος οὐκ ἐκείνῳ τὸ μὴ πολεμεῖσθαι δέδωκεν, ἀλλ' εἴληφεν ἑαυτῷ τὸ πολεμεῖν οἷς βούλεται πρότερον. δεξαμένου δὲ Πύρρου, πολὺς περιέστη πόλεμος ἔτι μέλλοντα Δημήτριον. ἅμα γὰρ τὴν μὲν Ἑλλάδα πλεύσας στόλῳ μεγάλῳ Πτολεμαῖος ἀφίστη, Μακεδονίαν δὲ Λυσίμαχος ἐκ Θρᾴκης, ἐκ δὲ τῆς ὁμόρου Πύρρος ἐμβαλόντες ἐλεηλάτουν. δὲ τὸν μὲν υἱὸν ἐπὶ τῆς Ἑλλάδος κατέλιπεν, αὐτὸς δὲ βοηθῶν Μακεδονίᾳ πρῶτον ὥρμησεν ἐπὶ Λυσίμαχον. ἀγγέλλεται δ' αὐτῷ Πύρρος ᾑρηκὼς πόλιν Βέροιαν. καὶ τοῦ λόγου ταχέως εἰς τοὺς Μακεδόνας ἐκπεσόντος, οὐδὲν ἔτι τῷ Δημητρίῳ κατὰ κόσμον εἶχεν, ἀλλὰ καὶ ὀδυρμῶν καὶ δακρύων καὶ πρὸς ἐκεῖνον ὀργῆς καὶ βλασφημιῶν μεστὸν ἦν τὸ στρατόπεδον, καὶ συμμένειν οὐκ ἤθελον, ἀλλ' ἀπιέναι, τῷ μὲν λόγῳ πρὸς τὰ οἴκοι, τῇ δ' ἀληθείᾳ πρὸς τὸν Λυσίμαχον.

ΣΥΚΡΙΣΙΣ ΔΗΜΗΤΡΙΟΥ ΚΑΙ ΑΝΤΩΝΙΟΥ

[2]... Δημήτριος δὲ καί, πρὶν εἰς τύχας ἐλθεῖν ἀναγκαίας, ἐλευθερῶν τὴν Ἑλλάδα καὶ τῶν πόλεων ἐξελαύνων τὰς φρουρὰς διετέλεσεν, οὐχ ὥσπερ Ἀντώνιος, ὅτι τοὺς ἐλευθερώσαντας τὴν Ῥώμην ἀπέκτεινεν ἐν Μακεδονίᾳ, σεμνυνόμενος.

[4] Ἔτι Δημήτριος μέν, οὐ κεκωλυμένον, ἀλλ' ἀπὸ Φιλίππου καὶ Ἀλεξάνδρου γεγονὸς ἐν ἔθει τοῖς Μακεδόνων βασιλεῦσιν, ἐγάμει γάμους πλείονας ὥσπερ Λυσίμαχος καὶ Πτολεμαῖος, ἔσχε δὲ διὰ τιμῆς ὅσας ἔγημεν·

ΔΗΜΟΣΘΕΝΗΣ

[16]  δὲ τοῦ Δημοσθένους πολιτεία φανερὰ μὲν ἦν ἔτι καὶ τῆς εἰρήνης ὑπαρχούσης οὐδὲν ἐῶντος ἀνεπιτίμητον τῶν πραττομένων ὑπὸ τοῦ Μακεδόνος, ἀλλ' ἐφ' ἑκάστῳ χαράττοντος τοὺς Ἀθηναίους καὶ διακαίοντος ἐπὶ τὸν ἄνθρωπον. διὸ καὶ παρὰ Φιλίππῳ πλεῖστος ἦν λόγος αὐτοῦ, καὶ ὅτε πρεσβεύων δέκατος ἧκεν εἰς Μακεδονίαν, ἤκουσε μὲν ἁπάντων Φίλιππος, ἀντεῖπε δὲ μετὰ πλείστης ἐπιμελείας πρὸς τὸν ἐκείνου λόγον.

[17] Ἐπειδὴ δ' εἰς τὸ πολεμεῖν ἔρρεπε τὰ πράγματα, τοῦ μὲν Φιλίππου μὴ δυναμένου τὴν ἡσυχίαν ἄγειν, τῶν δ' Ἀθηναίων ἐγειρομένων ὑπὸ τοῦ Δημοσθένους, πρῶτον μὲν εἰς Εὔβοιαν ἐξώρμησε τοὺς Ἀθηναίους, καταδεδουλωμένην ὑπὸ τῶν τυράννων Φιλίππῳ, καὶ διαβάντες, ἐκείνου τὸ ψήφισμα γράψαντος, ἐξήλασαν τοὺς Μακεδόνας. δεύτερον δὲ Βυζαντίοις ἐβοήθησε καὶ Περινθίοις ὑπὸ τοῦ Μακεδόνος πολεμουμένοις, πείσας τὸν δῆμον, ἀφέντα τὴν ἔχθραν καὶ τὸ μεμνῆσθαι τῶν περὶ τὸν συμμαχικὸν ἡμαρτημένων ἑκατέροις πόλεμον, ἀποστεῖλαι δύναμιν αὐτοῖς, ὑφ' ἧς ἐσώθησαν
20.....Δημοσθένης Δημοσθένους Παιανιεὺς τάδ' εἶπεν· ἐκνήψας δὲ καὶ τὸ μέγεθος τοῦ περιστάντος αὐτὸν ἀγῶνος ἐν νῷ λαβών, ἔφριττε τὴν δεινότητα καὶ τὴν δύναμιν τοῦ ῥήτορος, ἐν μέρει μικρῷ μιᾶς ἡμέρας τὸν ὑπὲρ τῆς ἡγεμονίας καὶ τοῦ σώματος ἀναρρῖψαι κίνδυνον ἀναγκασθεὶς ὑπ' αὐτοῦ. διῖκτο δ' δόξα μέχρι τοῦ Περσῶν βασιλέως, κἀκεῖνος ἔπεμψε τοῖς σατράπαις ἐπὶ θάλασσαν γράμματα καὶ χρήματα, Δημοσθένει διδόναι κελεύων καὶ προσέχειν ἐκείνῳ μάλιστα τῶν Ἑλλήνων, ὡς περισπάσαι δυναμένῳ καὶ κατασχεῖν ταῖς Ἑλληνικαῖς ταραχαῖς τὸν Μακεδόνα. ταῦτα μὲν οὖν ὕστερον ἐφώρασεν Ἀλέξανδρος, ἐν Σάρδεσιν ἐπιστολάς τινας ἀνευρὼν τοῦ Δημοσθένους καὶ γράμματα τῶν βασιλέως στρατηγῶν, δηλοῦντα τὸ πλῆθος τῶν δοθέντων αὐτῷ χρημάτων.

30......
κατέστρεψε δ' ἕκτῃ ἐπὶ δέκα τοῦ Πυανεψιῶνος μηνός, ἐν τὴν σκυθρωποτάτην τῶν Θεσμοφορίων ἡμέραν ἄγουσαι παρὰ τῇ θεῷ νηστεύουσιν αἱ γυναῖκες. Τούτῳ μὲν οὖν ὀλίγον ὕστερον τῶν Ἀθηναίων δῆμος ἀξίαν ἀποδιδοὺς τιμήν, εἰκόνα τε χαλκῆν ἀνέστησε, καὶ τὸν πρεσβύτατον ἐψηφίσατο τῶν ἀπὸ γένους ἐν Πρυτανείῳ σίτησιν ἔχειν, καὶ τὸ ἐπίγραμμα τὸ θρυλούμενον ἐπιγραφῆναι τῇ βάσει τοῦ ἀνδριάντος (PLG 4 II p. 331)·
εἴπερ ἴσην γνώμῃ ῥώμην Δημόσθενες ἔσχες,
οὔποτ' ἂν Ἑλλήνων ἦρξεν Ἄρης Μακεδών.
οἱ γὰρ αὐτὸν τὸν Δημοσθένην τοῦτο ποιῆσαι λέγοντες ἐν Καλαυρείᾳ, μέλλοντα τὸ φάρμακον προσφέρεσθαι, κομιδῇ φλυαροῦσι.

ΚΙΚΕΡΩΝ
[30] Διαφυγὼν δὲ τὸν κίνδυνον ὁ Κλώδιος καὶ δήμαρχος αἱρεθείς, εὐθὺς εἴχετο τοῦ Κικέρωνος, πάνθ’ ὁμοῦ πράγματα καὶ πάντας ἀνθρώπους συνάγων καὶ ταράττων ἐπ’ αὐτόν. τόν τε γὰρ δῆμον ᾠκειώσατο νόμοις φιλανθρώποις, καὶ τῶν ὑπάτων ἑκατέρῳ μεγάλας ἐπαρχίας ἐψηφίσατο, Πείσωνι μὲν Μακεδονίαν, Γαβινίῳ δὲ Συρίαν·

[47] Πραττομένων δὲ τούτων ὁ Κικέρων ἦν μὲν ἐν ἀγροῖς ἰδίοις περὶ Τοῦσκλον, ἔχων τὸν ἀδελφὸν σὺν αὑτῷ· πυθόμενοι δὲ τὰς προγραφάς, ἔγνωσαν εἰς Ἄστυρα μεταβῆναι, χωρίον παράλιον τοῦ Κικέρωνος, ἐκεῖθεν δὲ πλεῖν εἰς Μακεδονίαν πρὸς Βροῦτον·

ΕΥΜΕΝΗΣ
[6] Οἱ μὲν οὖν περὶ τὸν Ἀντίπατρον πυθόμενοι ταῦτα κατὰ σχολὴν ἐβουλεύοντο περὶ τῶν ὅλων· ὁ Νεοπτόλεμος δὲ μετὰ τὴν φυγὴν ἀφικόμενος πρὸς αὐτούς, τήν τε μάχην ἀπήγγελλε καὶ παρεκάλει βοηθεῖν, μάλιστα μὲν ἀμφοτέρους, πάντως δὲ Κρατερόν· ποθεῖσθαι γὰρ ὑπερφυῶς ἐκεῖνον ὑπὸ τῶν Μακεδόνων, κἂν μόνον ἴδωσι τὴν καυσίαν αὐτοῦ καὶ τὴν φωνὴν ἀκούσωσι, μετὰ τῶν ὅπλων ἥξειν φερομένους.

[8] Ταύτην τὴν μάχην Εὐμενὴς ἡμέραις δέκα σχεδόν τι μετὰ τὴν προτέραν ἐνίκησε, καὶ δόξῃ μὲν
ὁ δὲ πριάμενος ἡγεμὼν τάγματος ἢ ξεναγός, ὄργανα καὶ μηχανὰς τοῦ Εὐμενοῦς παρέχοντος, ἐξεπολιόρκει, καὶ πρὸς τὸν ὀφειλόμενον μισθὸν οἱ στρατιῶται διενέμοντο τῶν ἁλισκομένων ἕκαστον. .................. ἐξῆν γὰρ Εὐμενεῖ καὶ καυσίας ἁλουργεῖς καὶ χλαμύδας διανέμειν, ἥτις ἦν δωρεὰ βασιλικωτάτη παρὰ Μακεδόσι.

14..... οὐ γὰρ ἂν προελθεῖν ἐκείνου μὴ στρατηγοῦντος· καὶ τὰ ὅπλα πρὸς τὴν γῆν ἐρείσαντες, ἀλλήλοις μένειν διεκελεύοντο καὶ τοῖς ἡγεμόσιν ἡσυχίαν ἔχειν καὶ χωρὶς Εὐμενοῦς μὴ μάχεσθαι μηδὲ κινδυνεύειν πρὸς τοὺς πολεμίους. ἀκούσας δ' ὁ Εὐμενὴς ἧκε πρὸς αὐτοὺς δρόμῳ, τοὺς κομίζοντας ἐπιταχύνας, καὶ τοῦ φορείου τὰς ἑκατέρωθεν αὐλαίας ἀνακαλύψας προὔτεινε τὴν δεξιὰν γεγηθώς. οἱ δ' ὡς εἶδον, εὐθὺς ἀσπασάμενοι
Μακεδονιστὶ τῇ φωνῇ τάς τ' ἀσπίδας ἀνείλοντο καὶ ταῖς σαρίσαις ἐπιδουπήσαντες ἀνηλάλαξαν, προκαλούμενοι τοὺς πολεμίους, ὡς τοῦ ἡγεμόνος αὐτοῖς παρόντος.

[17] Παυσαμένης δὲ τῆς μάχης εὐθὺς οἱ περὶ τὸν Τεύταμον ἐπρεσβεύοντο περὶ τῆς ἀποσκευῆς. Ἀντιγόνου δὲ καὶ ταύτην ἀποδώσειν ὑπισχνουμένου τοῖς ἀργυράσπισι, καὶ τἆλλα χρήσεσθαι φιλανθρώπως, εἰ παραλάβοι τὸν Εὐμενῆ, βούλευμα δεινὸν οἱ ἀργυράσπιδες ἐβουλεύσαντο, ἐγχειρίσαι ζῶντα τοῖς πολεμίοις τὸν ἄνδρα.

[18] Ταῦτα τοῦ Εὐμενοῦς λέγοντος, τὸ μὲν ἄλλο πλῆθος ἄχθει κατείχετο καὶ κλαυθμὸς ἦν, οἱ δ' ἀργυράσπιδες ἄγειν ἐβόων καὶ μὴ φλυαροῦντι προσέχειν· οὐ γὰρ εἶναι δεινόν, εἰ Χερρονησίτης ὄλεθρος οἰμώξεται, μυρίοις γυμνάσας πολέμοις Μακεδόνας, ἀλλ' εἰ τῶν Ἀλεξάνδρου καὶ Φιλίππου στρατιωτῶν οἱ κράτιστοι τοσαῦτα καμόντες ἐν γήρᾳ στέρονται τῶν ἐπάθλων καὶ τροφὴν παρ' ἑτέρων λαμβάνουσιν, αἱ δὲ γυναῖκες αὐτῶν ἤδη τρίτην νύκτα τοῖς πολεμίοις συγκαθεύδουσιν· ἅμα δ' ἦγον αὐτὸν ἐπιταχύνοντες.

[19] Ὡς δ' οὖν ἔδοξε τῷ Ἀντιγόνῳ τὸν Εὐμενῆ κτείνειν, ἐκέλευσεν αὐτοῦ τὴν τροφὴν ἀφελεῖν, καὶ δύο μὲν ἡμέρας ἢ τρεῖς ἄσιτος οὕτω προσήγετο πρὸς τὴν τελευτήν. αἰφνίδιον δ' ἀναζυγῆς γενομένης, εἰσπέμψαντες ἄνθρωπον ἀποσφάττουσιν αὐτόν.
Τὸ δὲ σῶμα τοῖς φίλοις παραδοὺς ὁ Ἀντίγονος ἐπέτρεψε καῦσαι καὶ τὰ λείψανα συνθέντας εἰς ἀργυρᾶν ὑδρίαν κομίζειν, ἀποδοθησόμενα τῇ γυναικὶ καὶ τοῖς παισίν. οὕτω δ' ἀποθανόντος Εὐμενοῦς, οὐκ ἐπ' ἄλλῳ τινὶ τὴν τιμωρίαν ἐποιήσατο τῶν προδόντων αὐτὸν ἡγεμόνων καὶ στρατιωτῶν τὸ δαιμόνιον, ἀλλ' αὐτὸς Ἀντίγονος προβαλόμενος ὡς ἀσεβεῖς καὶ θηριώδεις τοὺς ἀργυράσπιδας παρέδωκε Σιβυρτίῳ τῷ διοικοῦντι τὴν Ἀραχωσίαν, πάντα τρόπον ἐκτρῖψαι καὶ καταφθεῖραι κελεύσας, ὅπως μηδεὶς αὐτῶν εἰς Μακεδονίαν ἄπεισι μηδ' ὄψεται τὴν Ἑλληνικὴν θάλατταν.

ΚΙΜΩΝ
[14.2] ἐκ δὲ τούτου Θασίους μὲν ἀποστάντας Ἀθηναίων καταναυμαχήσας τρεῖς καὶ τριάκοντα ναῦς ἔλαβε καὶ τὴν πόλιν ἐξεπολιόρκησε καὶ τὰ χρυσεῖα τὰ πέραν Ἀθηναίοις προσεκτήσατο καὶ χώραν, ἧς ἐπῆρχον Θάσιοι, παρέλαβεν.
ἐκεῖθεν δὲ ῥᾳδίως ἐπιβῆναι Μακεδονίας καὶ πολλὴν ἀποτεμέσθαι παρασχόν, ὡς ἐδόκει, μὴ θελήσας αἰτίαν ἔσχε δώροις ὑπὸ τοῦ βασιλέως Ἀλεξάνδρου συμπεπεῖσθαι, καὶ δίκην ἔφυγε τῶν ἐχθρῶν συστάντων ἐπ᾽ αὐτόν. 

ΛΥΚΟΥΡΓΟΣ
[31] ....... τοῦτο δὲ οὐ ῥᾳδίως ἑτέρῳ τινὶ τῶν ἐπιφανῶν πλὴν Εὐριπίδῃ συμπεσεῖν ὕστερον, τελευτήσαντι καὶ ταφέντι τῆς Μακεδονίας περὶ Ἀρέθουσαν. ὥστε ἀπολόγημα καὶ μαρτύριον μέγα εἶναι τοῖς ἀγαπῶσι τὸν Εὐριπίδην τὸ μόνῳ συμπεσεῖν αὐτῷ μετὰ τελευτὴν ἃ τῷ θεοφιλεστάτῳ καὶ ὁσιωτάτῳ πρότερον συνέπεσε.

ΣΥΛΛΑΣ
[11]
................. αὐτὸς μὲν γὰρ ᾿Ασίαν τε Ῥωμαίων καὶ Βιθυνίαν καὶ Καππαδοκίαν τῶν βασιλέων ἀφῃρημένος ἐν Περγάμῳ καθῆστο, πλούτους καὶ δυναστείας καὶ τυραννίδας διανέμων τοῖς φίλοις, τῶν δὲ παίδων ὁ μὲν ἐν Πόντῳ καὶ Βοσπόρῳ τὴν παλαιὰν ἄχρι τῶν ὑπὲρ τὴν Μαιῶτιν ἀοικήτων ἀρχὴν κατεῖχεν οὐδενὸς παρενοχλοῦντος, ᾿Αριαράθης δὲ
Θρᾴκην καὶ Μακεδονίαν ἐπῄει στρατῷ μεγάλῳ προσαγόμενος, ἄλλους δὲ οἱ στρατηγοὶ τόπους ἐχειροῦντο δυνάμεις ἔχοντες, ὧν ὁ μέγιστος ᾿Αρχέλαος ταῖς μὲν ναυσὶν ὁμοῦ τι συμπάσης ἐπικρατῶν τῆς θαλάττης τάς τε Κυκλάδας νήσους ἐδουλοῦτο καὶ τῶν ἄλλων ὅσαι Μαλέας ἐντὸς ἵδρυνται, καὶ τὴν Εὔβοιαν αὐτὴν εἶχεν, ἐκ δὲ ᾿Αθηνῶν ὁρμώμενος τὰ μέχρι Θετταλίας ἔθνη τῆς ῾Ελλάδος ἀφίστη, μικρὰ προσκρούσας περὶ Χαιρώνειαν. ἐνταῦθα γὰρ αὐτῷ Βρέττιος Σούῤῥας ἀπήντησε, πρεσβευτὴς μὲν ὢν Σεντίου, τοῦ στρατηγοῦ τῆς Μακεδονίας, ἀνὴρ δὲ τόλμῃ καὶ φρονήσει διαφέρων.

ὁ δὲ Κάφις ἧκε μὲν εἰς Δελφούς,................Τὰ μὲν οὖν ἄλλα διέλαθε τούς γε πολλοὺς ῞Ελληνας ἐκπεμπόμενα, τὸν δὲ ἀργυροῦν πίθον, ὃς ἦν ὑπόλοιπος ἔτι τῶν βασιλικῶν, διὰ βάρος καὶ μέγεθος οὐ δυναμένων ἀναλαβεῖν τῶν ὑποζυγίων, ἀναγκαζόμενοι κατακόπτειν οἱ ᾿Αμφικτύονες εἰς μνήμην ἐβάλοντο τοῦτο μὲν Τίτον Φλαμινῖνον καὶ Μάνιον ᾿Ακύλιον, τοῦτο δὲ Αἰμίλιον Παῦλον, ὧν ὁ μὲν ᾿Αντίοχον ἐξελάσας τῆς ῾Ελλάδος, οἱ δὲ τοὺς Μακεδόνων βασιλεῖς καταπολεμήσαντες οὐ μόνον ἀπέσχοντο τῶν ἱερῶν τῶν ῾Ελληνικῶν, ἀλλὰ καὶ δῶρα καὶ τιμὴν αὐτοῖς καὶ σεμνότητα πολλὴν προσέθεσαν. ........................ ἔλαθον ὤνιον ὅλην τὴν πατρίδα ποιήσαντες ἑαυτούς τε δούλους τῶν κακίστων ἐπὶ τῷ τῶν βελτιόνων ἄρχειν. 
[15]
᾿Εν δὲ τούτῳ Ταξίλης ὁ Μιθριδάτου στρατηγὸς
ἐκ Θρᾴκης καὶ Μακεδονίας καταβεβηκὼς δέκα μυριάσι πεζῶν καὶ μυρίοις ἱππεῦσι καὶ τεθρίπποις ἐνενήκοντα δρεπανηφόροις ἐκάλει τὸν ᾿Αρχέλαον, ἔτι ναυλοχοῦντα περὶ τὴν Μουνυχίαν καὶ μήτε τῆς θαλάττης βουλόμενον ἀποστῆναι μήτε πρόθυμον ὄντα συμπλέκεσθαι τοῖς Ῥωμαίοις, ἀλλὰ χρονοτριβεῖν τὸν πόλεμον καὶ τὰς εὐπορίας αὐτῶν ἀφαιρεῖν. ἃ δὴ πολὺ μᾶλλον ἐκείνου συνορῶν ὁ Σύλλας ἀνέζευξεν εἰς Βοιωτίαν ἐκ χωρίων γλίσχρων καὶ μηδὲ ἐν εἰρήνῃ τρέφειν ἱκανῶν ὄντων.

[23]
Τούτων ὁμολογηθέντων ἀναστρέψας
ἐβάδιζε διὰ Θετταλίας καὶ Μακεδονίας ἐπὶ τὸν ῾Ελλήσποντον, ἔχων μεθ’ αὑτοῦ τὸν ᾿Αρχέλαον ἐν τιμῇ. ................... ἐπὶ τούτοις ἐκπέμψας ἐκεῖνον αὐτὸς εἰς τὴν Μαιδικὴν ἐνέβαλε, καὶ τὰ πολλὰ διαπορθήσας πάλιν ἀνέστρεψεν εἰς Μακεδονίαν, καὶ τὸν ᾿Αρχέλαον ἐδέξατο περὶ Φιλίππους ἀγγέλλοντα καλῶς ἔχειν πάντα·
[27]
Σύλλας δὲ διὰ Θετταλίας καὶ Μακεδονίας καταβὰς ἐπὶ θάλατταν παρεσκευάζετο χιλίαις ναυσὶ καὶ διακοσίαις ἀπὸ Δυῤῥαχίου διαβάλλειν εἰς Βρεντέσιον. ἡ δὲ ᾿Απολλωνία πλησίον ἐστί, καὶ πρὸς αὐτῇ τὸ Νύμφαιον, ἱερὸς τόπος ἐκ χλοερᾶς νάπης καὶ λειμώνων ἀναδιδοὺς πυρὸς πηγὰς σποράδας ἐνδελεχῶς ῥέοντος.

ΠΕΛΟΠΙΔΑΣ
[26.1].................. Ἐπαμεινώνδας ἑτέρου [26.2] δεῖσθαι στρατηγοῦ νομίζων. ............................ ὁ δὲ Πελοπίδας ἄδειάν τε πολλὴν ἀπὸ τοῦ τυράννου τοῖς Θεσσαλοῖς ἀπολιπὼν καὶ πρὸς ἀλλήλους ὁμόνοιαν, αὐτὸς εἰς Μακεδονίαν ἀπῆρε, Πτολεμαίου μὲν Ἀλεξάνδρῳ τῷ βασιλεύοντι τῶν Μακεδόνων πολεμοῦντος, ἀμφοτέρων δὲ μεταπεμπομένων ἐκεῖνον, ὡς διαλλακτὴν καὶ δικαστὴν καὶ σύμμαχον καὶ βοηθὸν τοῦ [26.5] δοκοῦντος ἀδικεῖσθαι γενησόμενον. ἐλθὼν δὲ καὶ διαλύσας τὰς διαφορὰς καὶ καταγαγὼν τοὺς φεύγοντας, ὅμηρον ἔλαβε τὸν ἀδελφὸν τοῦ βασιλέως Φίλιππον καὶ τριάκοντα παῖδας ἄλλους τῶν ἐπιφανεστάτων καὶ κατέστησεν εἰς Θήβας, ἐπιδειξάμενος τοῖς Ἕλλησιν, ὡς πόῤῥω διήκει τὰ Θηβαίων πράγματα τῇ δόξῃ τῆς δυνάμεως καὶ τῇ [26.6] πίστει τῆς δικαιοσύνης. οὗτος ἦν Φίλιππος ὁ τοῖς Ἕλλησιν ὕστερον πολεμήσας ὑπὲρ τῆς ἐλευθερίας, τότε δὲ παῖς [26.7] ὢν ἐν Θήβαις παρὰ Παμμένει δίαιταν εἶχεν.

ΠΥΡΡΟΣ
[2] Ἐπεὶ δὲ στασιάσαντες οἱ Μολοσσοὶ καὶ τὸν Αἰακίδην ἐκβαλόντες ἐπηγάγοντο τοὺς Νεοπτολέμου παῖδας, οἱ μὲν φίλοι τοῦ Αἰακίδου διεφθάρησαν καταληφθέντες, τὸν δὲ Πύρρον ἔτι νήπιον ὄντα καὶ ζητούμενον ὑπὸ τῶν πολεμίων ἐκκλέψαντες οἱ περὶ Ἀνδροκλείδην καὶ Ἄγγελον ἔφευγον, οἰκέτας ὀλίγους καὶ γύναια τιθηνούμενα τὸ παιδίον ἀναγκαίως ἐφελκόμενοι. καὶ διὰ τοῦτο τῆς φυγῆς γινομένης αὐτοῖς δυσέργου καὶ βραδείας, καταλαμβανόμενοι τὸ μὲν παιδίον ἐγχειρίζουσιν Ἀνδροκλείωνι καὶ Ἱππίᾳ καὶ Νεάνδρῳ, νεανίσκοις οὖσι πιστοῖς καὶ ῥωμαλέοις, ἀνὰ κράτος φεύγειν καὶ Μεγάρων ἔχεσθαι χωρίου Μακεδονικοῦ προστάξαντες, αὐτοὶ δὲ τὰ μὲν δεόμενοι, τὰ δ' ἀπομαχόμενοι τοῖς διώκουσιν ἐμποδὼν ἦσαν ἄχρι δείλης ὀψίας. ἀποτραπομένων δὲ μόλις ἐκείνων, μετέθεον τοὺς τὸν Πύρρον κομίζοντας. 

[6] Μεμνημένος δὲ Βερενίκης καὶ Πτολεμαίου, παιδίον μὲν αὐτῷ γενόμενον ἐξ Ἀντιγόνης Πτολεμαῖον ὠνόμασεν, οἰκίσας δὲ πόλιν ἐν τῇ χερρονήσῳ τῆς Ἠπείρου Βερονικίδα προσηγόρευσεν.
Ἐκ δὲ τούτου πολλὰ μὲν περινοῶν καὶ μεγάλα τῇ γνώμῃ, ταῖς δ' ἐλπίσι μάλιστα καὶ πρῶτον ἀντιλαμβανόμενος τῶν πλησίον, εὗρεν ἐμφῦναι τοῖς Μακεδόνων πράγμασιν ἐκ τοιᾶσδέ τινος προφάσεως. τῶν Κασσάνδρου παίδων ὁ πρεσβύτερος Ἀντίπατρος τήν τε μητέρα Θεσσαλονίκην ἀνεῖλε καὶ τὸν ἀδελφὸν Ἀλέξανδρον ἤλαυνεν. ὁ δὲ πρός τε Δημήτριον ἔπεμψε δεόμενος βοηθεῖν καὶ Πύρρον ἐκάλει. Δημητρίου δ' ὑπ' ἀσχολιῶν βραδύνοντος, ἐπελθὼν ὁ Πύρρος ᾔτησε μισθὸν τῆς συμμαχίας τήν τε Στυμφαίαν καὶ τὴν Παραυαίαν τῆς Μακεδονίας καὶ τῶν ἐπικτήτων ἐθνῶν Ἀμβρακίαν, Ἀκαρνανίαν, Ἀμφιλοχίαν. προεμένου δὲ τοῦ νεανίσκου, ταῦτα μὲν αὐτὸς εἶχε φρουραῖς καταλαβών, τὰ δὲ λοιπὰ κτώμενος ἐκείνῳ, περιέκοπτε τὸν Ἀντίπατρον. 

[10] Μετὰ δὲ τὴν μάχην ταύτην ὁ Πύρρος ἐπανελθὼν οἴκαδε λαμπρὸς ὑπὸ δόξης καὶ φρονήματος ἔχαιρε, καὶ Ἀετὸς ὑπὸ τῶν Ἠπειρωτῶν προσαγορευόμενος, "δι' ὑμᾶς" ἔλεγεν "ἀετός εἰμι· πῶς γὰρ οὐ μέλλω, τοῖς ὑμετέροις ὅπλοις ὥσπερ ὠκυπτέροις ἐπαιρόμενος;" ὀλίγῳ δ' ὕστερον πυθόμενος νοσεῖν τὸν Δημήτριον ἐπισφαλῶς, ἐνέβαλε μὲν ἐξαίφνης εἰς Μακεδονίαν ὡς ἐπιδρομήν τινα καὶ λεηλασίαν ποιησόμενος, παρ' ὀλίγον δ' ἦλθε πάντων ὁμοῦ κρατῆσαι καὶ λαβεῖν ἀμαχεὶ τὴν βασιλείαν, ἐλάσας ἄχρι Ἐδέσσης μηδενὸς ἀμυνομένου, πολλῶν δὲ καὶ προστιθεμένων καὶ συστρατευόντων.

[11] Ταῦτα πρὸς τὸν Πύρρον οἱ βασιλεῖς γράφοντες, ἅμα καὶ δι' ἑαυτῶν ἔτι μέλλοντα καὶ παρασκευαζόμενον τὸν Δημήτριον ἐκίνουν. Πτολεμαῖος μὲν γὰρ ἐπιπλεύσας μεγάλῳ στόλῳ τὰς Ἑλληνίδας ἀφίστη πόλεις, Λυσίμαχος δὲ τὴν ἄνω Μακεδονίαν ἐκ Θρᾴκης ἐμβαλὼν ἐπόρθει. Πύρρος δὲ τούτοις ἅμα συνεξαναστὰς ἐπὶ Βέροιαν ἤλαυνε, προσδοκῶν, ὅπερ συνέβη, Δημήτριον ὑπαντιάζοντα Λυσιμάχῳ τὴν κάτω χώραν ἀπολείψειν ἔρημον. ..........................καὶ περιβάντα Νισαῖον ἵππον ἡγεῖσθαι. ταύτην ἰδὼν τὴν ὄψιν ἐπερρώσθη, τάχει δὲ χρησάμενος καὶ διαδραμὼν τὰ μεταξύ, καταλαμβάνει τὴν Βέροιαν, καὶ τὸ πλεῖστον αὐτόθι τῆς στρατιᾶς ἱδρύσας, τὰ λοιπὰ προσήγετο διὰ τῶν στρατηγῶν.

26....Κομίσας δ' εἰς Ἤπειρον ὀκτακισχιλίους πεζοὺς καὶ πεντακοσίους ἱππεῖς, χρήματα δ' οὐκ ἔχων, ἐζήτει πόλεμον ᾧ θρέψει τὸ στράτευμα. καί τινων Γαλατῶν αὐτῷ προσγενομένων, ἐνέβαλεν εἰς Μακεδονίαν, Ἀντιγόνου τοῦ Δημητρίου βασιλεύοντος, ὡς ἁρπαγῇ καὶ λεηλασίᾳ χρησόμενος. .............κἀκεῖνος μὲν ὑποφεύγων ὅμως τῶν παραλίων τινὰς πόλεων κατέσχεν, ὁ δὲ Πύρρος <ἐν> εὐτυχήμασι τοσούτοις μέγιστον αὑτῷ πρὸς δόξαν οἰόμενος διαπεπρᾶχθαι τὸ περὶ τοὺς Γαλάτας, τὰ κάλλιστα καὶ λαμπρότατα τῶν λαφύρων ἀνέθηκεν εἰς τὸ ἱερὸν τῆς Ἰτωνίδος Ἀθηνᾶς, τόδε τὸ ἐλεγεῖον ἐπιγράψας·

Τοὺς θυρεοὺς ὁ Μολοσσὸς Ἰτωνίδι δῶρον Ἀθάνᾳ
Πύρρος ἀπὸ θρασέων ἐκρέμασεν Γαλατᾶν,
πάντα τὸν Ἀντιγόνου καθελὼν στρατόν· οὐ μέγα θαῦμα·
αἰχμηταὶ καὶ νῦν καὶ πάρος Αἰακίδαι.

μετὰ δὲ τὴν μάχην εὐθὺς ἀνελάμβανε τὰς πόλεις. τῶν δ' Αἰγαίων κρατήσας, τά τ' ἄλλα χαλεπῶς ἐχρήσατο τοῖς ἀνθρώποις, καὶ φρουρὰν Γαλατικὴν ἐν τῇ πόλει κατέλιπε τῶν μετ' αὐτοῦ στρατευομένων. οἱ δὲ Γαλάται, γένος ἀπληστότατον χρημάτων ὄντες, ἐπέθεντο τῶν βασιλέων αὐτόθι κεκηδευμένων τοὺς τάφους ὀρύττειν, καὶ τὰ μὲν χρήματα διήρπασαν, τὰ δ' ὀστᾶ πρὸς ὕβριν διέρριψαν. τοῦτο κούφως ἔδοξε καὶ ὀλιγώρως ἐνεγκεῖν ὁ Πύρρος, ἢ δι' ἀσχολίας τινὰς ὑπερθέμενος, ἢ παρεὶς ὅλως διὰ φόβον τὸ κολάσαι τοὺς βαρβάρους· ὅθεν ἤκουσε κακῶς ὑπὸ τῶν
Μακεδόνων.

ΑΙΜΙΛΙΟΣ ΠΑΥΛΟΣ

...Οὐ μὴν ἀλλὰ καίπερ ὢν ἀγεννὴς καὶ ταπεινός, ὑπὸ ῥύμης τῶν πραγμάτων ἀναφερόμενος πρὸς τὸν πόλεμον, <ὑπ>έστη καὶ διηρείσατο πολὺν χρόνον, ἡγεμόνας τε Ῥωμαίων ὑπατικοὺς καὶ στρατεύματα καὶ στόλους μεγάλους ἀποτριψάμενος, ἐνίων δὲ καὶ κρατήσας. Πόπλιόν τε γὰρ Λικίνιον ἐμβαλόντα πρῶτον εἰς
Μακεδονίαν τρεψάμενος ἱππομαχίᾳ, δισχιλίους πεντακοσίους ἄνδρας ἀγαθοὺς ἀπέκτεινε, καὶ ζῶντας ἄλλους ἑξακοσίους ἔλαβε, τοῦ τε ναυστάθμου περὶ Ὠρεὸν ὁρμοῦντος, ἀπροσδόκητον ἐπίπλουν θέμενος εἴκοσι μὲν αὐτοφόρτους ὁλκάδας ἐχειρώσατο, τὰς δ’ ἄλλας σίτου γεμούσας κατέδυσεν εγκράτησε δὲ καὶ πεντηρικὰ τέσσαρα. Καὶ μάχην ἐπολέμησεν τὸ δεύτερον ἐν ᾗ τῶν ὑπατικῶν Ὁστίλιον ἀπεκρούσατο καταβιαζόμενον κατὰ τὰς Ἐλιμίας· λάθρα δὲ διὰ Θεσσαλίας ἐμβαλόντα προκαλούμενος εἰς μάχην ἐφόβησε. πάρεργον δὲ τοῦ πολέμου στρατείαν ἐπὶ Δαρδανεῖς θέμενος, ὡς δὴ τοὺς Ῥωμαίους ὑπερορῶν καὶ σχολάζων, μυρίους τῶν βαρβάρων κατέκοψε καὶ λείαν ἠλάσατο πολλήν. ὑπεκίνει δὲ καὶ Γαλάτας τοὺς περὶ τὸν Ἴστρον ᾠκημένους, Βαστέρναι καλοῦνται, στρατὸν ἱππότην καὶ μάχιμον, Ἰλλυριούς τε διὰ Γενθίου τοῦ βασιλέως παρεκάλει συνεφάψασθαι τοῦ πολέμου. καὶ λόγος κατέσχεν ὡς τῶν βαρβάρων μισθῷ πεπεισμένων ὑπ’ αὐτοῦ διὰ τῆς κάτω Γαλατίας παρὰ τὸν Ἀδρίαν ἐμβαλεῖν εἰς τὴν Ἰταλίαν.

[17]
 Ἐπεὶ δὲ νὺξ γεγόνει καὶ μετὰ δεῖπνον ἐτράποντο πρὸς ὕπνον καὶ ἀνάπαυσιν, αἰφνίδιον ἡ σελήνη πλήρης οὖσα καὶ μετέωρος ἐμελαίνετο, καὶ τοῦ φωτὸς ἀπολείποντος αὐτὴν χρόας ἀμείψασα παντοδαπὰς ἠφανίσθη. τῶν δὲ Ῥωμαίων, ὥσπερ ἐστὶ νενομισμένον, χαλκοῦ τε πατάγοις ἀνακαλουμένων τὸ φῶς αὐτῆς καὶ πυρὰ πολλὰ δαλοῖς καὶ δᾳσὶν ἀνεχόντων πρὸς τὸν οὐρανόν, οὐδὲν ὅμοιον ἔπραττον οἱ Μακεδόνες, ἀλλὰ φρίκη καὶ θάμβος τὸ στρατόπεδον κατεῖχε, καὶ λόγος ἡσυχῇ διὰ τῶν πολλῶν ἐχώρει, βασιλέως τὸ φάσμα σημαίνειν ἔκλειψιν. ὁ δ’ Αἰμίλιος οὐκ ἦν μὲν ἀνήκοος οὐδ’ ἄπειρος παντάπασι τῶν ἐκλειπτικῶν ἀνωμαλιῶν, αἳ τὴν σελήνην περιφερομένην εἰς τὸ σκίασμα τῆς γῆς ἐμβάλλουσι τεταγμέναις περιόδοις καὶ ἀποκρύπτουσιν, ἄχρι οὗ παρελθοῦσα τὴν ἐπισκοτουμένην χώραν πάλιν ἀναλάμψῃ πρὸς τὸν ἥλιον· οὐ μὴν ἀλλὰ τῷ θείῳ πολὺ νέμων, καὶ φιλοθύτης ὢν καὶ μαντικός, ὡς εἶδε πρῶτον τὴν σελήνην ἀποκαθαιρομένην, ἕνδεκα μόσχους αὐτῇ κατέθυσεν. ἅμα δ’ ἡμέρᾳ τῷ Ἡρακλεῖ βουθυτῶν οὐκ ἐκαλλιέρει μέχρις εἴκοσι·
 ὁ δὲ Νασικᾶς ἐξιππασάμενος πρὸς τοὺς ἀκροβολιζομένους, ὁρᾷ πάντας ὅσον οὔπω τοὺς πολεμίους ἐν χερσὶν ὄντας. πρῶτοι δ’ οἱ Θρᾷκες ἐχώρουν, ὧν μάλιστά φησιν ἐκπλαγῆναι τὴν ὄψιν, ἄνδρες ὑψηλοὶ τὰ σώματα, λευκῷ καὶ περιλάμποντι θυρεῶν καὶ περικνημίδων ὁπλισμῷ μέλανας ὑπενδεδυμένοι χιτῶνας, ὀρθὰς δὲ ῥομφαίας βαρυσιδήρους ἀπὸ τῶν δεξιῶν ὤμων ἐπισείοντες. παρὰ δὲ τοὺς Θρᾷκας οἱ μισθοφόροι παρενέβαλλον, ὧν σκευαί τε παντοδαπαὶ καὶ μεμειγμένοι Παίονες ἦσαν. ἐπὶ δὲ τούτοις ἄγημα τρίτον οἱ λογάδες, αὐτῶν Μακεδόνων ἀρετῇ καὶ ἡλικίᾳ τὸ καθαρώτατον, ἀστράπτοντες ἐπιχρύσοις ὅπλοις καὶ νεουργοῖς φοινικίσιν. οἷς καθισταμένοις εἰς τάξιν αἱ τῶν χαλκασπίδων ἐπανατέλλουσαι φάλαγγες ἐκ τοῦ χάρακος ἐνέπλησαν αὐγῆς σιδήρου καὶ λαμπηδόνος χαλκοῦ τὸ πεδίον, κραυγῆς δὲ καὶ θορύβου παρακελευομένων τὴν ὀρεινήν. οὕτω δὲ θρασέως καὶ μετὰ τάχους ἐπῄεσαν, ὥστε τοὺς πρώτους νεκροὺς ἀπὸ δυεῖν σταδίων τοῦ Ῥωμαϊκοῦ χάρακος καταπεσεῖν.

[28]
Ἐκ τούτου τὴν μὲν στρατιὰν πρὸς ἀνάπαυσιν, αὑτὸν δὲ πρὸς θέαν τῆς Ἑλλάδος ἔτρεψε καὶ διαγωγὴν ἔνδοξον ἅμα καὶ φιλάνθρωπον. ἐπιὼν γὰρ ἀνελάμβανε τοὺς δήμους καὶ τὰ πολιτεύματα καθίστατο, καὶ δωρεὰς ἐδίδου τοῖς μὲν σῖτον ἐκ τοῦ βασιλικοῦ, τοῖς δ’ ἔλαιον. τοσοῦτον γὰρ εὑρεθῆναί φασιν ἀποκείμενον, ὥστε τοὺς λαμβάνοντας καὶ δεομένους ἐπιλιπεῖν πρότερον ἢ καταναλωθῆναι τὸ πλῆθος τῶν εὑρεθέντων. ἐν δὲ Δελφοῖς ἰδὼν κίονα μέγαν τετράγωνον ἐκ λίθων λευκῶν συνηρμοσμένον, ἐφ’ οὗ Περσέως ἔμελλε χρυσοῦς ἀνδριὰς τίθεσθαι, προσέταξε τὸν αὑτοῦ τεθῆναι· τοὺς γὰρ ἡττημένους τοῖς νικῶσιν ἐξίστασθαι χώρας προσήκειν. ἐν δ’ Ὀλυμπίᾳ τοῦτο δὴ τὸ πολυθρύλητον ἐκεῖνον ἀναφθέγξασθαί φασιν, ὡς τὸν Ὁμήρου Δία Φειδίας ἀποπλάσαιτο. τῶν δὲ δέκα πρέσβεων ἐκ Ῥώμης ἀφικομένων,
Μακεδόσι μὲν ἀπέδωκε τὴν χώραν καὶ τὰς πόλεις ἐλευθέρας οἰκεῖν καὶ αὐτονόμους, ἑκατὸν τάλαντα Ῥωμαίοις ὑποτελοῦσιν, οὗ πλέον ἢ διπλάσιον τοῖς βασιλεῦσιν εἰσέφερον. θέας δὲ παντοδαπῶν ἀγώνων καὶ θυσίας ἐπιτελῶν τοῖς θεοῖς, ἑστιάσεις καὶ δεῖπνα προὔθετο, χορηγίᾳ μὲν ἐκ τῶν βασιλικῶν ἀφθόνῳ χρώμενος, τάξιν δὲ καὶ κόσμον καὶ κατακλίσεις καὶ δεξιώσεις καὶ τὴν πρὸς ἕκαστον αὑτοῦ τῆς κατ’ ἀξίαν τιμῆς καὶ φιλοφροσύνης αἴσθησιν οὕτως ἀκριβῆ καὶ πεφροντισμένην ἐνδεικνύμενος, ὥστε θαυμάζειν τοὺς Ἕλληνας, εἰ μηδὲ τὴν παιδιὰν ἄμοιρον ἀπολείπει σπουδῆς, ἀλλὰ τηλικαῦτα πράττων ἀνὴρ πράγματα καὶ τοῖς μικροῖς τὸ πρέπον ἀποδίδωσιν.

[29]
Διῳκημένων δὲ πάντων αὐτῷ καλῶς,
ἀσπασάμενος τοὺς Ἕλληνας, καὶ παρακαλέσας τοὺς Μακεδόνας μεμνῆσθαι τῆς δεδομένης ὑπὸ Ῥωμαίων ἐλευθερίας, σῴζοντας αὐτὴν δι’ εὐνομίας καὶ ὁμονοίας, ἀνέζευξεν ἐπὶ τὴν Ἤπειρον, ἔχων δόγμα συγκλήτου τοὺς συμμεμαχημένους αὐτῷ τὴν πρὸς Περσέα μάχην στρατιώτας ἀπὸ τῶν ἐκεῖ πόλεων ὠφελῆσαι. βουλόμενος δὲ πᾶσιν ἅμα καὶ μηδενὸς προσδοκῶντος ἀλλ’ ἐξαίφνης ἐπιπεσεῖν, μετεπέμψατο τοὺς πρώτους ἐξ ἑκάστης πόλεως ἄνδρας δέκα, καὶ προσέταξεν αὐτοῖς, ὅσος ἄργυρός ἐστι καὶ χρυσὸς ἐν οἰκίαις καὶ ἱεροῖς, ἡμέρᾳ ῥητῇ καταφέρειν.

[31]
Παῦλον Αἰμίλιον ἀφελέσθαι τῶν ἐπινικίων τιμῶν. .................· θαυμάζειν δὲ τὸν δῆμον, εἰ τοῖς ἀπ’ Ἰλλυριῶν καὶ Λιγύων ἀγαλλόμενος θριάμβοις αὑτῷ φθονεῖ τὸν Μακεδόνων βασιλέα ζῶντα καὶ τὴν Ἀλεξάνδρου καὶ Φιλίππου δόξαν ἐπιδεῖν ὑπὸ τοῖς Ῥωμαίων ὅπλοις ἀγομένην αἰχμάλωτον.
[32]
Οὕτω φασὶν ὑπὸ τῶν λόγων τούτων ἀνακοπῆναι καὶ μεταβαλεῖν τὸ στρατιωτικόν, ὥστε πάσαις ταῖς ἐπικυρωθῆναι τῷ Αἰμιλίῳ τὸν θρίαμβον. ........ τῇ δ’ ὑστεραίᾳ τὰ κάλλιστα καὶ πολυτελέστατα τῶν
Μακεδονικῶν ὅπλων ἐπέμπετο πολλαῖς ἁμάξαις, αὐτά τε μαρμαίροντα χαλκῷ νεοσμήκτῳ καὶ σιδήρῳ, τήν τε θέσιν ἐκ τέχνης καὶ συναρμογῆς, ὡς ἂν μάλιστα συμπεφορημένοις χύδην καὶ αὐτομάτως ἐοίκοι, πεποιημένα, κράνη πρὸς ἀσπίσι, καὶ θώρακες ἐπὶ κνημῖσι, καὶ Κρητικαὶ πέλται καὶ Θρᾴκια γέρρα καὶ φαρέτραι μεθ’ ἱππικῶν ἀναμεμειγμέναι χαλινῶν, καὶ ξίφη γυμνὰ διὰ τούτων παρανίσχοντα καὶ σάρισαι παραπεπηγυῖαι, σύμμετρον ἐχόντων χάλασμα τῶν ὅπλων, ὥστε τὴν πρὸς ἄλληλα κροῦσιν ἐν τῷ διαφέρεσθαι τραχὺ καὶ φοβερὸν ὑπηχεῖν, καὶ μηδὲ νενικημένων ἄφοβον εἶναι τὴν ὄψιν. 

[36]
Οὐ μὴν ἀλλ’ ὁ Αἰμίλιος, ................... ἔφη γάρ, ὅτι τῶν ἀνθρωπίνων οὐδὲν οὐδέποτε δείσας, τῶν δὲ θείων ὡς ἀπιστότατον καὶ ποικιλώτατον πρᾶγμα τὴν Τύχην ἀεὶ φοβηθείς, μάλιστα περὶ τοῦτον αὐτῆς τὸν πόλεμον ὥσπερ πνεύματος λαμπροῦ ταῖς πράξεσι παρούσης, διατελοίη μεταβολήν τινα καὶ παλίρροιαν προσδεχόμενος. “μιᾷ μὲν γὰρ” εἶπεν “ἡμέρᾳ
τὸν Ἰόνιον ἀπὸ Βρεντεσίου περάσας, εἰς Κέρκυραν κατήχθην· πεμπταῖος δ’ ἐκεῖθεν ἐν Δελφοῖς τῷ θεῷ θύσας, ἑτέραις αὖθις αὖ πέντε τὴν δύναμιν ἐν Μακεδονίᾳ παρέλαβον, καὶ τὸν εἰωθότα συντελέσας καθαρμὸν αὐτῆς καὶ τῶν πράξεων εὐθὺς ἐναρξάμενος, ἐν ἡμέραις ἄλλαις πεντεκαίδεκα τὸ κάλλιστον ἐπέθηκα τῷ πολέμῳ τέλος.


[39].......τῇ δ’ ὑστεραίᾳ πάλιν ἔθυσεν αὐτὸς ὑπὲρ αὑτοῦ σωτήρια τοῖς θεοῖς. καὶ συμπερανθείσης ὡς προῄρητο τῆς θυσίας, ὑποστρέψας οἴκαδε καὶ κατακλιθείς, πρὶν αἰσθέσθαι καὶ νοῆσαι τὴν μεταβολήν, ἐν ἐκστάσει καὶ παραφορᾷ τῆς διανοίας γενόμενος, τριταῖος ἐτελεύτησεν, .......ὅσοι γοῦν κατὰ τύχην παρῆσαν Ἰβήρων καὶ Λιγύων καὶ Μακεδόνων, οἱ μὲν ἰσχυροὶ τὰ σώματα καὶ νέοι διαλαβόντες τὸ λέχος ὑπέδυσαν καὶ παρεκόμιζον, οἱ δὲ πρεσβύτεροι συνηκολούθουν, ἀνακαλούμενοι τὸν Αἰμίλιον εὐεργέτην καὶ σωτῆρα τῶν πατρίδων.

ΦΙΛΟΠΟΙΜΗΝ
[8]
Τὸ δὲ κοινὸν τῶν Ἀχαιῶν πρῶτος μὲν Ἄρατος εἰς ἀξίωμα καὶ δύναμιν ἦρεν, ἐκ ταπεινοῦ καὶ διερριμμένου κατὰ πόλεις συναγαγὼν κ
αὶ πολιτευσάμενος Ἑλληνικὴν καὶ φιλάνθρωπον πολιτείαν· ...........ἀλλ' Ἀράτου μὲν ζῶντος ἔτι τοῖς Μακεδόνων ὅπλοις ὑπεδύοντο τὰ πολλά, θεραπεύοντες Πτολεμαῖον, εἶτ' αὖθις Ἀντίγονον καὶ Φίλιππον, ἐν μέσαις ἀναστρεφομένους ταῖς Ἑλληνικαῖς πράξεσιν· ἐπεὶ δὲ Φιλοποίμην εἰς τὸ πρωτεύειν προῆλθεν, ἤδη καθ' ἑαυτοὺς ἀξιόμαχοι τοῖς ἰσχύουσι πλεῖστον ὄντες, ἐπαύσαντο χρώμενοι προστάταις ἐπεισάκτοις.
[9]
Πρῶτον μὲν οὖν τὰ περὶ τὰς τάξεις καὶ τοὺς ὁπλισμοὺς φαύλως ἔχοντα τοῖς Ἀχαιοῖς ἐκίνησεν. ἐχρῶντο γὰρ θυρεοῖς μὲν εὐπετέσι διὰ λεπτότητα καὶ στενωτέροις τοῦ περιστέλλειν τὰ σώματα, δόρασι δὲ μικροτέροις πολὺ τῶν σαρισῶν· καὶ διὰ τοῦτο πλῆκται καὶ μάχιμοι πόρρωθεν ἦσαν ὑπὸ κουφότητος, προσμείξαντες δὲ τοῖς πολεμίοις ἔλαττον εἶχον· εἶδος δὲ τάξεως καὶ σχήματος εἰς σπεῖραν οὐκ ἦν σύνηθες, φάλαγγι δὲ χρώμενοι μήτε προβολὴν ἐχούσῃ μήτε συνασπισμόν, ὡς ἡ
Μακεδόνων, ῥᾳδίως ἐξεθλίβοντο καὶ διεσπῶντο. ταῦθ' ὁ Φιλοποίμην διδάξας ἔπεισεν αὐτοὺς ἀντὶ μὲν θυρεοῦ καὶ δόρατος ἀσπίδα λαβεῖν καὶ σάρισαν, κράνεσι δὲ καὶ θώραξι καὶ περικνημῖσι πεφραγμένους μόνιμον καὶ βεβηκυῖαν ἀντὶ δρομικῆς καὶ πελταστικῆς μάχην ἀσκεῖν.

ΤΙΤΟΣ
Ὀπούντιοι δέ, καίπερ Αἰτωλῶν τότε Ῥωμαίοις συναγωνιζομένων προθυμότατα καὶ τὴν πόλιν ἀξιούντων παραλαβεῖν καὶ φυλάττειν, οὐ προσέσχον, ἀλλὰ μεταπεμψάμενοι τὸν Τίτον ἐκείνῳ διεπίστευσαν ἑαυτοὺς καὶ παρέδωκαν. Πύρρον μὲν οὖν λέγουσιν, ὅτε πρῶτον ἀπὸ σκοπῆς κατεῖδε τὸ στράτευμα τῶν Ῥωμαίων διακεκοσμημένον, εἰπεῖν οὐ βαρβαρικὴν αὐτῷ φανῆναι τὴν τῶν βαρβάρων παράταξιν· οἱ δὲ Τίτῳ πρῶτον ἐντυγχάνοντες ἠναγκάζοντο παραπλησίας ἀφιέναι φωνάς. ἀκούοντες γὰρ τῶν Μακεδόνων, ὡς ἄνθρωπος ἄρχων βαρβάρου στρατιᾶς ἔπεισι, δι' ὅπλων πάντα καταστρεφόμενος καὶ δουλούμενος, εἶτ' ἀπαντῶντες ἀνδρὶ τήν θ' ἡλικίαν νέῳ καὶ τὴν ὄψιν φιλανθρώπῳ, φωνήν τε καὶ διάλεκτον Ἕλληνι, καὶ τιμῆς ἀληθοῦς ἐραστῇ, θαυμασίως ἐκηλοῦντο, καὶ τὰς πόλεις ἀπιόντες ἐνεπίμπλασαν εὐνοίας τῆς πρὸς αὐτόν, ὡς ἐχούσας ἡγεμόνα τῆς ἐλευθερίας. ἐπεὶ δὲ καὶ Φιλίππῳ δοκοῦντι συμβατικῶς ἔχειν εἰς ταὐτὸν ἐλθὼν προὔτεινεν εἰρήνην καὶ φιλίαν ἐπὶ τῷ τοὺς Ἕλληνας αὐτονόμους ἐᾶν καὶ τὰς φρουρὰς ἀπαλλάττειν, ὁ δ' οὐκ ἐδέξατο, παντάπασιν ἤδη τότε καὶ τοῖς θεραπεύουσι τὰ τοῦ Φιλίππου παρέστη, Ῥωμαίους πολεμήσοντας ἥκειν οὐχ Ἕλλησιν, ἀλλ' ὑπὲρ Ἑλλήνων Μακεδόσι.

9......τὸν δὲ Τίτον φιλοτιμούμενον πρὸς τοὺς Ἕλληνας οὐ μετρίως παρώξυνε τὰ τοιαῦτα. διὸ καὶ τὰ ὑπόλοιπα τῶν πραγμάτων ἔπραττε καθ' ἑαυτόν, ἐλάχιστα φροντίζων τῶν Αἰτωλῶν. οἱ δ' ἤχθοντο, καὶ προσδεξαμένου λόγους αὐτοῦ καὶ πρεσβείαν ἐπὶ συμβάσεσι παρὰ τοῦ
Μακεδόνος, τοῦτ' ἐκεῖνο περιϊόντες ἐπὶ τὰς ἄλλας πόλεις ἐβόων, πωλεῖσθαι τὴν εἰρήνην Φιλίππῳ, παρὸν ἐκκόψαι τὸν πόλεμον ἄρδην καὶ ἀνελεῖν ἀρχὴν ὑφ' ἧς πρώτης ἐδουλώθη τὸ Ἑλληνικόν. ταῦτα τῶν Αἰτωλῶν λεγόντων καὶ διαταραττόντων τοὺς συμμάχους, αὐτὸς ὁ Φίλιππος ἐλθὼν πρὸς τὰς διαλύσεις ἀνεῖλε τὴν ὑποψίαν, ἐπιτρέψας τῷ Τίτῳ καὶ τοῖς Ῥωμαίοις τὰ καθ' αὑτόν. καὶ οὕτω καταλύεται τὸν πόλεμον ὁ Τίτος, καὶ τὴν μὲν Μακεδονικὴν ἀπέδωκεν αὐτῷ βασιλείαν, τῆς δ' Ἑλλάδος προσέταξεν ἀποστῆναι, χιλίοις δὲ ταλάντοις ἐζημίωσε, τὰς δὲ ναῦς πάσας παρείλετο πλὴν δέκα, τῶν δὲ παίδων τὸν ἕτερον, Δημήτριον, ὁμηρεύσοντα λαβὼν εἰς Ῥώμην ἀπέστειλεν, ἄριστα τῷ καιρῷ χρησάμενος καὶ προλαβὼν τὸ μέλλον.

[10] Ἐπεὶ δ' οἱ δέκα πρέσβεις οὓς ἡ σύγκλητος ἔπεμψε τῷ Τίτῳ συνεβούλευον, τοὺς μὲν ἄλλους Ἕλληνας ἐλευθεροῦν, Κόρινθον δὲ καὶ Χαλκίδα καὶ Δημητριάδα διατηρεῖν ἐμφρούρους ἕνεκα τῆς πρὸς Ἀντίοχον ἀσφαλείας, ἐνταῦθα δὴ ταῖς κατηγορίαις λαμπροὶ λαμπρῶς τὰς πόλεις ἀνερρήγνυσαν Αἰτωλοί, τὸν μὲν Τίτον κελεύοντες τὰς πέδας τῆς Ἑλλάδος λύειν (οὕτω γὰρ ὁ Φίλιππος εἰώθει τὰς προειρημένας πόλεις ὀνομάζειν), τοὺς δ' Ἕλληνας ἐρωτῶντες, εἰ κλοιὸν ἔχοντες βαρύτερον μὲν λειότερον δὲ τοῦ πάλαι τὸν νῦν χαίρουσι, καὶ θαυμάζουσι τὸν Τίτον ὡς εὐεργέτην, ὅτι τοῦ ποδὸς λύσας τὴν Ἑλλάδα τοῦ τραχήλου δέδεκεν. ἐφ' οἷς ἀχθόμενος ὁ Τίτος καὶ βαρέως φέρων καὶ δεόμενος τοῦ συνεδρίου, τέλος ἐξέπεισε καὶ ταύτας τὰς πόλεις ἀνεῖναι τῆς φρουρᾶς, ὅπως ὁλόκληρος ἡ χάρις ὑπάρξῃ παρ' αὐτοῦ τοῖς Ἕλλησιν.
Ἰσθμίων οὖν ἀγομένων, πλῆθος μὲν ἀνθρώπων ἐν τῷ σταδίῳ καθῆστο τὸν γυμνικὸν ἀγῶνα θεωμένων, οἷα δὴ διὰ χρόνων πεπαυμένης μὲν πολέμων τῆς Ἑλλάδος ἐπ' ἐλπίσιν ἐλευθερίας, σαφεῖ δ' εἰρήνῃ πανηγυριζούσης· τῇ σάλπιγγι <δὲ> σιωπῆς εἰς ἅπαντας διαδοθείσης, προελθὼν εἰς μέσον ὁ κῆρυξ ἀνεῖπεν, ὅτι Ῥωμαίων ἡ σύγκλητος καὶ Τίτος Κοΐντιος στρατηγὸς ὕπατος, καταπολεμήσαντες βασιλέα Φίλιππον καὶ Μακεδόνας, ἀφιᾶσιν ἐλευθέρους καὶ ἀφρουρήτους καὶ ἀφορολογήτους, νόμοις χρωμένους τοῖς πατρίοις, Κορινθίους, Φωκεῖς, Λοκρούς, Εὐβοέας, Ἀχαιοὺς Φθιώτας, Μάγνητας, Θετταλούς, Περραιβούς. 
[14] Καλὴν δὲ καὶ τὰ λάφυρα πομπευόμενα παρεῖχεν ὄψιν, Ἑλληνικὰ κράνη καὶ πέλται Μακεδονικαὶ καὶ σάρισαι, τό τε τῶν χρημάτων πλῆθος οὐκ ὀλίγον ἦν, ὡς ἀναγράφουσιν οἱ περὶ τὸν Ἀντίαν ἐν τῷ θριάμβῳ κομισθῆναι χρυσίου μὲν συγκεχωνευμένου λίτρας τρισχιλίας ἑπτακοσίας δεκατρεῖς, ἀργύρου δὲ τετρακισμυρίας τρισχιλίας διακοσίας ἑβδομήκοντα, Φιλιππείους δὲ χρυσοῦς μυρίους τετρακισχιλίους πεντακοσίους δεκατέσσαρας· χωρὶς δὲ τούτων τὰ χίλια τάλαντα Φίλιππος ὤφειλεν· ἀλλὰ ταῦτα μὲν ὕστερον ἐπείσθησαν Ῥωμαῖοι, μάλιστα τοῦ Τίτου συμπράξαντος, ἀφεῖναι τῷ Φιλίππῳ, καὶ σύμμαχον ἐψηφίσαντο καὶ τὸν υἱὸν ἀπήλλαξαν αὐτῷ τῆς ὁμηρείας.

ΦΩΚΙΩΝ

[
12.1] Παραδυομένου δ' εἰς τὴν Εὔβοιαν τοῦ Φιλίππου, καὶ δύναμιν ἐκ Μακεδονίας διαβιβάζοντος, καὶ τὰς πόλεις οἰκειουμένου διὰ τυράννων, Πλουτάρχου δὲ τοῦ Ἐρετριέως καλοῦντος τοὺς Ἀθηναίους, καὶ δεομένου τὴν νῆσον ἐξελέσθαι καταλαμβανομένην ὑπὸ τοῦ Μακεδόνος, ἀπεστάλη στρατηγὸς ὁ Φωκίων ἔχων δύναμιν οὐ πολλήν, ὡς τῶν ἐκεῖ συστησομέ[12.2]νων ἑτοίμως πρὸς αὐτόν. εὑρὼν δὲ προδοτῶν ἅπαντα μεστὰ καὶ νοσοῦντα καὶ διορωρυγμένα δωροδοκίαις, εἰς κίνδυνον μέγαν κατέστη, καί τινα λόφον χαράδρᾳ βαθείᾳ τῶν περὶ τὰς Ταμύνας ἐπιπέδων ἀποκρινόμενον καταλαβών, συνεῖχεν ἐν τούτῳ καὶ συνεκρότει τὸ μαχιμώτατον τῆς δυνάμεως.

ΑΡΑΤΟΣ
[45]
[
45.1] Ἤδη δὲ καὶ τῶν ἄλλων ἐκείνῳ τὰς αἰτίας ἐπέφερον, οἷον ὅτε τὴν μὲν Κορινθίων πόλιν Ἀντιγόνῳ δωρεὰν ἔδωκαν ὥσπερ κώμην τὴν τυχοῦσαν, τὸν Ὀρχομενὸν δὲ συνεχώρησαν αὐτῷ διαρπάσαντι φρουρὰν ἐμβαλεῖν Μακεδονικήν, ἐψηφίσαντο δ' ἄλλῳ μὴ γράφειν βασιλεῖ μηδὲ πρεσβεύειν πρὸς ἄλλον ἄκοντος Ἀντιγόνου, τρέφειν δὲ καὶ [45.3] μισθοδοτεῖν ἠναγκάζοντο τοὺς Μακεδόνας, θυσίας δὲ καὶ πομπὰς καὶ ἀγῶνας Ἀντιγόνῳ συνετέλουν, ἀρξαμένων τῶν Ἀράτου πολιτῶν καὶ δεξαμένων τῇ πόλει τὸν Ἀντίγονον [45.4] ὑπ' Ἀράτου ξενιζόμενον, ᾐτιῶντο πάντων ἐκεῖνον, ἀγνοοῦντες ὅτι τὰς ἡνίας ἐκείνῳ παραδεδωκὼς καὶ τῇ ῥύμῃ τῆς βασιλικῆς ἐφελκόμενος ἐξουσίας οὐδενὸς ἦν ἢ μόνης φωνῆς ἔτι κύριος, ἐπισφαλῆ τὴν παῤῥησίαν ἐχούσης. [45.5] ἐπεὶ φανερῶς γε πολλὰ τῶν πραττομένων ἐλύπει τὸν Ἄρατον, ὥσπερ τὸ περὶ τῶν εἰκόνων· ὁ γὰρ Ἀντίγονος τὰς μὲν τῶν ἐν Ἄργει τυράννων καταβεβλημένας ἀνέστησε, τὰς δὲ τῶν ἑλόντων τὸν Ἀκροκόρινθον ἑστώσας ἀνέτρεψε, πλὴν μιᾶς τῆς ἐκείνου· καὶ πολλὰ περὶ τούτων δεηθεὶς [45.6] ὁ Ἄρατος οὐκ ἔπεισεν. ἐδόκει δὲ καὶ τὰ περὶ Μαντίνειαν οὐχ Ἑλληνικῶς διῳκῆσθαι τοῖς Ἀχαιοῖς. κρατήσαντες γὰρ αὐτῶν δι' Ἀντιγόνου, τοὺς μὲν ἐνδοξοτάτους καὶ πρώτους ἀπέκτειναν, τῶν δ' ἄλλων τοὺς μὲν ἀπέδοντο, τοὺς δ' εἰς Μακεδονίαν ἀπέστειλαν πέδαις δεδεμένους, παῖδας δὲ καὶ γυναῖκας ἠνδραποδίσαντο, τοῦ δὲ συναχθέντος ἀργυρίου τὸ τρίτον αὐτοὶ διείλοντο, τὰς δὲ δύο [45.7] μοίρας ἔνειμαν τοῖς Μακεδόσι. καὶ ταῦτα μὲν ἔσχε τὸν τῆς ἀμύνης νόμον· καὶ γὰρ εἰ δεινὸν ἄνδρας ὁμοφύλους καὶ συγγενεῖς οὕτω μεταχειρίσασθαι δι' ὀργήν, ἀλλ' ἐν ἀνάγκαις γλυκὺ γίνεται καὶ τὸ σκληρόν, κατὰ Σιμωνίδην, ὥσπερ ἀλγοῦντι τῷ θυμῷ καὶ φλεγμαίνοντι [45.8] θεραπείαν καὶ ἀναπλήρωσιν προσφερόντων. τὰ δὲ μετὰ ταῦτα πραχθέντα περὶ τὴν πόλιν οὔτ' εἰς καλὴν οὔτ' εἰς ἀναγκαίαν ἔστι θέσθαι τῷ Ἀράτῳ πρόφασιν. τῶν γὰρ Ἀχαιῶν τὴν πόλιν παρ' Ἀντιγόνου δωρεὰν λαβόντων καὶ κατοικίζειν ἐγνωκότων, αὐτὸς οἰκιστὴς αἱρεθεὶς καὶ στρατηγὸς ὢν ἐψηφίσατο μηκέτι καλεῖν Μαντίνειαν, ἀλλ' [45.9] Ἀντιγόνειαν, ὃ καὶ μέχρι νῦν καλεῖται. καὶ δοκεῖ δι' ἐκεῖνον ἡ μὲν "ἐρατεινὴ Μαντίνεια" παντάπασιν ἐξαληλίφθαι, διαμένει δ' ἡ πόλις ἐπώνυμος τῶν ἀπολεσάντων καὶ ἀνελόντων τοὺς πολίτας.

Πώς δει τον νέον ποιημάτων ακούειν
Ἄλλος τοίνυν τρόπος ἐστὶ τὰς ἐν τοῖς ποιήμασιν ὑποψίας πρὸς τὸ βέλτιον ἐκ τοῦ χείρονος μεθιστὰς ὁ διὰ τῶν ὀνομάτων τῆς συνηθείας, περὶ ὃν δεῖ τὸν νέον γεγυμνάσθαι μᾶλλον ἢ περὶ τὰς λεγομένας γλώττας. Ἐκεῖνο μὲν γὰρ φιλόλογον καὶ οὐκ ἀηδὲς ὅτι «ῥιγεδανὸς» κακοθάνατός ἐστιν εἰδέναι («δάνον» γὰρ Μακεδόνες τὸν θάνατον καλοῦσι), «καμμονίαν» δὲ νίκην Αἰολεῖς τὴν ἐξ ἐπιμονῆς καὶ καρτερίας, [22d] Δρύοπες δὲ «πόπους» τοὺς δαίμονας. Τουτὶ δ´ ἀναγκαῖον καὶ χρήσιμον, εἰ μέλλομεν ἐκ τῶν ποιημάτων ὠφεληθήσεσθαι καὶ μὴ βλαβήσεσθαι, τὸ γιγνώσκειν πῶς τοῖς τῶν θεῶν ὀνόμασιν οἱ ποιηταὶ χρῶνται καὶ πάλιν τοῖς τῶν κακῶν καὶ ἀγαθῶν, καὶ τί τὴν Τύχην τί τὴν Μοῖραν νοοῦντες ὀνομάζουσι, καὶ πότερον ταῦτα τῶν ἁπλῶς ἢ τῶν πολλαχῶς λεγομένων ἐστὶ παρ´ αὐτοῖς, ὥσπερ ἄλλα πολλά. Καὶ γὰρ «οἶκον» ποτὲ μὲν τὴν οἰκίαν καλοῦσιν

Αποφθέγματα  Λακωνικά
Ὡς δὲ διαβὰς τὸν Ἑλλήσποντον ἐβάδιζε διὰ τῆς Θρᾴκης, ἐδεήθη μὲν οὐδενὸς τῶν βαρβάρων, πέμπων δὲ πρὸς ἑκάστους ἐπυνθάνετο πότερον ὡς φιλίαν ἢ ὡς πολεμίαν διαπορεύηται τὴν χώραν. Οἱ μὲν οὖν ἄλλοι φιλικῶς ἐδέχοντο καὶ παρέπεμπον· οἱ δὲ καλούμενοι Τρωχαλεῖς, οἷς καὶ Ξέρξης ὡς λέγεται ἔδωκε δῶρα, τῆς διόδου μισθὸν ᾔτουν τὸν Ἀγησίλαον ἑκατὸν ἀργυρίου τάλαντα καὶ τοσαύτας γυναῖκας· ὁ δὲ κατειρωνευσάμενος αὐτοὺς καὶ φήσας, [211d] «Τί οὖν οὐκ εὐθὺς ἦλθον ληψόμενοι;» προῆγε καὶ συμβαλὼν αὐτοῖς παρατεταγμένοις τρεψάμενος καὶ διαφθείρας πολλοὺς διῆλθε.

Τῷ δὲ τῶν
Μακεδόνων βασιλεῖ τὸ αὐτὸ ἐρώτημα προσέπεμψε·
φήσαντος δ´ ἐκείνου βουλεύεσθαι, «Βουλευέσθω τοίνυν» εἶπεν, «ἡμεῖς δ´ ἤδη πορευσόμεθα.» Θαυμάσας οὖν τὴν τόλμαν καὶ δείσας ἐκέλευσεν ὡς φίλον προάγειν.

Τῶν δὲ
Θετταλῶν τοῖς πολεμίοις συμμαχούντων ἐπόρθει τὴν χώραν·
εἰς δὲ Λάρισσαν ἔπεμψε Ξενοκλέα καὶ Σκύθην περὶ φιλίας. Συλληφθέντων δὲ τούτων καὶ παραφυλαττομένων, οἱ μὲν ἄλλοι βαρέως φέροντες ᾤοντο δεῖν τὸν Ἀγησίλαον περιστρατοπεδεύσαντα πολιορκεῖν τὴν Λάρισσαν· ὁ δὲ φήσας  οὐκ  ἂν  ἐθελῆσαι  Θεσσαλίαν  ὅλην  λαβεῖν  ἀπολέσας  τῶν  ἀνδρῶν  τὸν  ἕτερον, ὑποσπόνδους αὐτοὺς ἀπέλαβε.

Ἐπεὶ δ´ οὐκ ἐβούλοντο οἱ Ἕλληνες πείθεσθαι αὐτῷ καὶ λῦσαι
τὰς πρὸς Ἀντίπατρον καὶ Κρατερὸν τοὺς Μακεδόνας ὁμολογίας καὶ ἐλεύθεροι εἶναι, ὡς χαλεπωτέρων ἐσομένων Λακεδαιμονίων ἢ Μακεδόνων, εἶπε [219b] «Πρόβατον μὲν ἀεὶ τὴν αὐτὴν φθέγγεται φωνήν, ἄνθρωπος δὲ πολλὰς καὶ ποικίλας, ἕως ἂν τὸ δόξαν ἐπιτελέσῃ.»

ΑΣΤΥΚΡΑΤΙΔΑΣ
239......Ἀλλ´ ὅμως οὕτως ἔχοντες μετὰ τὴν Φιλίππου τοῦ Μακεδόνος ἐν Χαιρωνείᾳ νίκην, πάντων αὐτὸν τῶν Ἑλλήνων ἡγεμόνα κατά τε γῆν καὶ κατὰ θάλασσαν ἀναγορευσάντων, καὶ μεταξὺ δ´ Ἀλέξανδρον τὸν υἱὸν μετὰ τὴν Θηβαίων καταστροφήν, μόνοι Λακεδαιμόνιοι, καίπερ ἀτείχιστον πόλιν ἔχοντες καὶ ὀλίγοι πάνυ ὄντες διὰ τοὺς συνεχεῖς πολέμους καὶ πολὺ ἀσθενέστεροι καὶ εὐχείρωτοι γενόμενοι, πάνυ βραχέα τινὰ ζώπυρα διασῴζοντες τῆς Λυκούργου νομοθεσίας, [240b] οὔτε συνεστράτευσαν οὔτε τούτοις οὔτε τοῖς μεταξὺ Μακεδονικοῖς βασιλεῦσιν, οὔτ´ εἰς συνέδριον κοινὸν εἰσῆλθον οὔτε φόρον ἤνεγκαν· ἕως οὗ παντάπασιν ὑπεριδόντες τὴν Λυκούργου νομοθεσίαν ὑπὸ τῶν ἰδίων πολιτῶν ἐτυραννεύθησαν μηδὲν ἔτι σῴζοντες τῆς πατρίου ἀγωγῆς, καὶ παραπλήσιοι τοῖς ἄλλοις γενόμενοι τὴν πρόσθεν εὔκλειαν καὶ παρρησίαν ἀπέθεντο καὶ εἰς δουλείαν μετέστησαν, καὶ νῦν ὑπὸ Ῥωμαίοις καθάπερ οἱ ἄλλοι Ἕλληνες ἐγένοντο.

Αίτια Ελληνικά
9. Τίς ὁ παρὰ Δελφοῖς ὁσιωτὴρ καὶ διὰ τί βύσιον ἕνα τῶν μηνῶν καλοῦσιν;
«Ὁσιωτῆρα» μὲν καλοῦσι τὸν θυόμενον ἱερεῖον, ὅταν «ὅσιος» ἀποδειχθῇ. Πέντε δ´ εἰσὶν ὅσιοι διὰ βίου, καὶ τὰ πολλὰ μετὰ τῶν προφητῶν δρῶσιν οὗτοι καὶ συνιερουργοῦσιν, ἅτε γεγονέναι δοκοῦντες ἀπὸ Δευκαλίωνος. Ὁ δέ «βύσιος» μήν, ὡς μὲν οἱ πολλοὶ νομίζουσι, φύσιός ἐστιν· ἔαρος γὰρ ἄρχει καὶ τὰ πολλὰ φύεται τηνικαῦτα καὶ διαβλαστάνει. Τὸ δ´ ἀληθὲς οὐκ ἔχει οὕτως· οὐ γὰρ ἀντὶ τοῦ φ τῷ β χρῶνται Δελφοί, καθάπερ Μακεδόνες «Βίλιππον» καί «βαλακρόν» καί «Βερονίκην» λέγοντες, ἀλλ´ ἀντὶ τοῦ π· καὶ γὰρ τὸ πατεῖν «βατεῖν» καὶ τὸ πικρόν «βικρόν» ἐπιεικῶς καλοῦσιν. Ἔστιν οὖν πύσιος ὁ «βύσιος», ἐν ᾧ πυστιῶνται καὶ πυνθάνονται τοῦ θεοῦ· † τὸ γὰρ ἐννοεῖν καὶ πάτριον. Ἐν τῷ μηνὶ γὰρ τούτῳ χρηστήριον ἐγίγνετο καὶ ἑβδόμην ταύτην νομίζουσι τοῦ θεοῦ γενέσθλιον, καὶ πολύφθοον ὀνομάζουσιν οὐ διὰ τὸ πέττεσθαι φθόις, ἀλλὰ πολυπευθῆ καὶ πολυμάντευτον οὖσαν. Ὀψὲ γὰρ ἀνείθησαν αἱ κατὰ μῆνα μαντεῖαι τοῖς δεομένοις, πρότερον δ´ ἅπαξ ἐθεμίστευσεν ἡ Πυθία τοῦ ἐνιαυτοῦ κατὰ ταύτην τὴν ἡμέραν, ὡς Καλλισθένης καὶ Ἀναξανδρίδης ἱστορήκασι.

Περί της Αλεξάνδρου τύχης ή αρετής
ΛΟΓΟΣ Α
VIII. Πρὸς τοῦτον ἀποβλέπων τὸν κόσμον Ἀλέξανδρος οὐ τὴν ἐσθῆτα προσήκατο τὴν Μηδικήν, ἀλλὰ τὴν Περσικὴν πολλῷ τῆς Μηδικῆς εὐτελεστέραν οὖσαν. Τὰ γὰρ ἔξαλλα καὶ τραγικὰ τοῦ βαρβαρικοῦ κόσμου παραιτησάμενος, οἷον τιάραν καὶ κάνδυν καὶ ἀναξυρίδας, ἐκ τοῦ Περσικοῦ καὶ Μακεδονικοῦ τρόπου μεμιγμένην τινὰ στολὴν ἐφόρει, καθάπερ Ἐρατοσθένης ἱστόρηκεν, ὡς μὲν φιλόσοφος τοῖς ἀδιαφόροις χρώμενος, ὡς δ´ ἡγεμὼν κοινὸς καὶ βασιλεὺς φιλάνθρωπος τῇ περὶ τὴν ἐσθῆτα τιμῇ τὴν τῶν κεκρατημένων ἀνακτώμενος εὔνοιαν, ἵνα βεβαίως παραμένωσιν ἀγαπῶντες ὡς ἄρχοντας Μακεδόνας, μὴ μισοῦντες ὡς πολεμίους. Τοὐναντίον γὰρ ἦν ἀσόφου καὶ τετυφωμένης ψυχῆς τὴν μὲν αὐτόχρουν χλαμύδα θαυμάζειν τὸν δὲ παραπόρφυρον χιτῶνα δυσχεραίνειν, ἢ πάλιν ἐκεῖνα μὲν ἀτιμάζειν τούτοις δ´ ἐκπεπλῆχθαι, δίκην νηπίου παιδὸς φυλάττοντα τὴν περιβολήν, ἣν ἡ πάτριος αὐτῷ συνήθεια καθάπερ τίτθη περιέθηκε.

Βίοι των δέκα ρητόρων
(847a) αἰτήσας τε γραμματεῖον ἔγραψεν, ὡς μὲν Δημήτριος ὁ Μάγνης φησί, τὸ ἐπὶ τῆς εἰκόνος αὐτοῦ ἐλεγεῖον, ἐπιγεγραμμένον ὑπὸ τῶν Ἀθηναίων ὕστερον
«εἴπερ ἴσην ῥώμην γνώμῃ, Δημόσθενες, ἔσχες, οὔποτ´ ἂν Ἑλλήνων ἦρξεν Ἄρης Μακεδών.»

Περί της Ηροδότου κακοηθείας
Τὸ γὰρ τῆς ἔχθρας γελοῖόν ἐστιν· οὔτε γὰρ Αἰγινήτας ἐκώλυσεν ἡ πρὸς Ἀθηναίους διαφορὰ καὶ Χαλκιδεῖς ἡ πρὸς Ἐρετριέας καὶ Κορινθίους ἡ πρὸς Μεγαρέας τῇ Ἑλλάδι συμμαχεῖν· οὐδ´ αὖ πάλιν Θεσσαλοὺς μηδίζοντες οἱ πολεμιώτατοι Μακεδόνες τῆς πρὸς τὸν βάρβαρον φιλίας ἀπέστρεψαν. Τὰς γὰρ ἰδίας ἀπεχθείας ὁ κοινὸς ἀπέκρυψε κίνδυνος, ὥστε τῶν ἄλλων παθῶν ἐκπεσόντας ἢ τῷ καλῷ δι´ (868f) ἀρετὴν ἢ τῷ συμφέροντι δι´ ἀνάγκην προστίθεσθαι τὴν γνώμην. Οὐ μὴν ἀλλὰ καὶ μετὰ τὴν ἀνάγκην ἐκείνην, ᾗ κατελήφθησαν ὑπὸ Μήδοις γενέσθαι, πάλιν μετεβάλοντο πρὸς τοὺς Ἕλληνας οἱ ἄνδρες, καὶ Λακράτης μὲν αὐτοῖς ὁ Σπαρτιάτης ἄντικρυς ἐμαρτύρησεν· αὐτὸς δ´ ὁ Ἡρόδοτος ὥσπερ ἐκβιασθεὶς ἐν τοῖς Πλαταιικοῖς ὁμολογεῖ καὶ Φωκέας παραγενέσθαι τοῖς Ἕλλησιν.

ΠΗΓΗ: INTERNATIONAL HELLENIC ASSOCIATION – IHA, Επιτροπή για την Μακεδονία.

ΣΗΜΕΙΩΣΙΣ:

[1] βλ. Ηθικά 792F


ΛΕΞΕΙΣ-ΚΛΕΙΔΙΑΠλουταρχος, Χαιρωνεια, Βοιωτια, Ρωμη, Μυστηρια Απολλωνος, Απολλων, Απολλωνας, ιερεας, Μαντειο Δελφων, Δελφοι, χρησμος, Πυθια, Βιοι Παραλληλοι, Μακεδονια, Μαρτινη, Αγια Παρασκευη, Σιατιστα
Share on Google Plus

About ΑΡΧΕΙΟΝ ΠΟΛΙΤΙΣΜΟΥ

    ΣΧΟΛΙΑ
    ΣΧΟΛΙΑ ΜΕΣΩ Facebook

ΑΚΟΛΟΥΘΗΣΤΕ ΜΑΣ ΣΤΑ ΜΕΣΑ ΚΟΙΝΩΝΙΚΗΣ ΔΙΚΤΥΩΣΗΣ