ΙΣΤΟΡΙΚΕΣ ΑΝΑΦΟΡΕΣ ΓΙΑ ΤΗΝ ΜΑΚΕΔΟΝΙΑ: Τι γράφει ο ΦΛΑΒΙΟΣ ΑΡΡΙΑΝΟΣ - της Ισμ. Μαρτίνη


ΙΣΤΟΡΙΚΕΣ ΑΝΑΦΟΡΕΣ ΓΙΑ ΤΗΝ ΜΑΚΕΔΟΝΙΑ

ΦΛΑΒΙΟΣ ΑΡΡΙΑΝΟΣ


O Φλάβιος Αρριανός (95;-175/180 μ.Χ.) ήταν Έλλην, Ρωμαίος πολίτης, συγγραφέας, ιστορικός, φιλόσοφος, γεωγράφος, πολιτικός και στρατιωτικός, έπαρχος Καππαδοκίας, Άρχων της Αθήνας!
Γνωστός για τα έργα του Αλεξάνδρου Ανάβασις και Ινδική.

Αρριανού τα Σωζόμενα, εκδοθέντα υπό Ν. Δούκα,
τυπ. Βενδώτη, Βιέννη, 1809.

Γεννήθηκε στη Νικομήδεια Βιθυνίας (Μικράς Ασίας) και πέθανε σ' αυτήν Εσπούδασε στην Νικόπολη Ηπείρου, κοντά στον στωικό φιλόσοφο Επίκτητο και κατόπιν, μετά τον θάνατο του Επικτήτου (120 μ.Χ.) σπούδασε στην Αθήνα, φιλοσοφική και ρητορική. Προς τιμήν του δασκάλου του συνέγραψε το φιλοσοφικό έργο «Επικτήτου Διατριβαί», στο οποίο κατέγραψε την διδασκαλία του Επικτήτου. Στα συγγραφικά του έργα είχε ως παράδειγμά του τον Ξενοφώντα.
Ο Ρωμαίος αυτοκράτορας Αδριανός, που τον γνώρισε στην Αθήνα, εκτίμησε τις αρετές του και τον έκανε έπαρχο της Καππαδοκίας, για 7 χρόνια (130-137 μ.Χ.), αξίωμα που δόθηκε σε Έλληνα για πρώτη φορά από τους Ρωμαίους. Του έδωσε τα δικαιώματα του Ρωμαίου πολίτη κι απέκτησε το όνομα Φλάβιος. Έγινε «Υποκατάστατος Ύπατος». Με τις διοικητικές ικανότητες και την ανδρεία του απέκρουσε τις επιδρομές του σκυθικού λαού των Αλανών εναντίον του ρωμαϊκού κράτους, ενώ παράλληλα διακρίθηκε και για το έξοχο ερευνητικό του πνεύμα. Στην Αθήνα γύρισε ξανά, αφ' ότου έπαψε να είναι Διοικητής Καππαδοκίας. Επήρε τον τίτλο του Αθηναίου πολίτη και το 145 μ.Χ. διορίστηκε από τον Αδριανό άρχοντας Αθηνών. Στα 171 μ.Χ. ήταν πρύτανης της Πανδιονίδος φυλής. Γέρος πια άφησε την Αθήνα για την πατρίδα του, κι εκεί έγινε ιερεύς της Δήμητρος και της Περσεφόνης.

ΑΛΕΞΑΝΔΡΟΥ ΑΝΑΒΑΣΙΣ

ΒΙΒΛΙΟ ΠΡΩΤΟ

[1] Λέγεται δὴ Φίλιππος μὲν τελευτῆσαι ἐπὶ ἄρχοντος Πυθοδήλου Ἀθήνησι. παραλαβόντα δὲ τὴν βασιλείαν Ἀλέξανδρον, παῖδα ὄντα Φιλίππου, ἐς Πελοπόννησον παρελθεῖν. εἶναι δὲ τότε ἀμφὶ τὰ εἴκοσιν ἔτη Ἀλέξανδρον. ἐνταῦθα ξυναγαγόντα τοὺς Ἕλληνας, ὅσοι ἐντὸς Πελοποννήσου ἦσαν, αἰτεῖν παρ' αὐτῶν τὴν ἡγεμονίαν τῆς ἐπὶ τοὺς Πέρσας στρατιᾶς, ἥντινα Φιλίππῳ ἤδη ἔδοσαν. καὶ αἰτήσαντα λαβεῖν παρ' ἑκάστων πλὴν Λακεδαιμονίων. Λακεδαιμονίους δὲ ἀποκρίνασθαι μὴ εἶναί σφισι πάτριον ἀκολουθεῖν ἄλλοις, ἀλλ' αὐτοὺς ἄλλων ἐξηγεῖσθαι. νεωτερίσαι δὲ ἄττα καὶ τῶν Ἀθηναίων τὴν πόλιν. ἀλλὰ Ἀθηναίους γε τῇ πρώτῃ ἐφόδῳ Ἀλεξάνδρου ἐκπλαγέντας καὶ πλείονα ἔτι τῶν Φιλίππῳ δοθέντων Ἀλεξάνδρῳ εἰς τιμὴν συγχωρῆσαι. ἐπανελθόντα δὲ ἐς Μακεδονίαν ἐν παρασκευῇ εἶναι τοῦ ἐς τὴν Ἀσίαν στόλου.

ξυναγαγόντες δὲ ἁμάξας καὶ προβαλόμενοι πρὸ σφῶν ἅμα μὲν χάρακι ἐχρῶντο ταῖς ἁμάξαις ἐς τὸ ἀπομάχεσθαι ἀπ' αὐτῶν, εἰ βιάζοιντο, ἅμα δὲ ἐν νῷ εἶχον ἐπαφιέναι ἀνιοῦσιν ἧ ἀποτομώτατον τοῦ ὄρους ἐπὶ τὴν φάλαγγα τῶν Μακεδόνων τὰς ἁμάξας. γνώμην δὲ πεποίηντο ὅτι ὅσῳ πυκνοτέρᾳ τῇ φάλαγγι καταφερόμεναι συμμίξουσιν αἱ ἅμαξαι, τοσῷδε μᾶλλόν τι διασκεδάσουσιν αὐτὴν βίᾳ ἐμπεσοῦσαι.

 οἱ μὲν γὰρ διέσχον τὴν φάλαγγα, αἱ δ' ὑπὲρ τῶν ἀσπίδων ἐπικυλισθεῖσαι ὀλίγα ἔβλαψαν. ἀπέθανε δὲ οὐδεὶς ὑπὸ ταῖς ἁμάξαις. ἔνθα δὴ οἱ Μακεδόνες θαρσήσαντες, ὅτι ἀβλαβεῖς αὐτοῖς, ἃς μάλιστα ἐδεδίεσαν, αἱ ἅμαξαι ἐγένοντο, σὺν βοῇ ἐς τοὺς Θρᾷκας ἐνέβαλον. Ἀλέξανδρος δὲ τοὺς τοξότας μὲν ἀπὸ τοῦ δεξιοῦ κέρως πρὸ τῆς ἄλλης φάλαγγος, ὅτι ταύτῃ εὐπορώτερα ἦν, ἐλθεῖν ἐκέλευσε καὶ ἐκτοξεύειν ἐς τοὺς Θρᾷκας ὅπῃ προσφέροιντο. 

οἱ δὲ ὡς ἐντὸς βέλους ἐγένοντο, παιόμενοι ἐξέθεον ἐπὶ τοὺς τοξότας, ὅπως ἐς χεῖρας ξυμμίξειαν γυμνοῖς οὖσι τοῖς τοξόταις. Ἀλέξανδρος δὲ ὡς προήγαγεν αὐτοὺς ἐκ τῆς νάπης ἔξω, Φιλώταν μὲν ἀναλαβόντα τοὺς ἐκ τῆς ἄνωθεν Μακεδονίας ἱππέας προσέταξεν ἐμβάλλειν κατὰ τὸ κέρας τὸ δεξιόν, ἧπερ μάλιστα προὐκεχωρήκεσαν ἐν τῇ ἐκδρομῇ. Ἡρακλείδην δὲ καὶ Σώπολιν τοὺς ἐκ Βοττιαίας τε καὶ Ἀμφιπόλεως ἱππέας κατὰ τὸ εὐώνυμον κέρας ἐπάγειν ἔταξε. τὴν δὲ φάλαγγα τῶν πεζῶν καὶ τὴν ἄλλην ἵππον πρὸ τῆς φάλαγγος παρατείνας κατὰ μέσους ἐπῆγε. καὶ ἔστε μὲν ἀκροβολισμὸς παρ' ἑκατέρων ἦν, οἱ Τριβαλλοὶ οὐ μεῖον εἶχον. ὡς δὲ ἥ τε φάλαγξ πυκνὴ ἐνέβαλλεν ἐς αὐτοὺς ἐῤῥωμένως καὶ οἱ ἱππεῖς οὐκ ἀκοντισμῷ ἔτι, ἀλλ' αὐτοῖς τοῖς ἵπποις ὠθοῦντες ἄλλῃ καὶ ἄλλῃ προσέπιπτον, τότε δὴ ἐτράπησαν διὰ τοῦ νάπους εἰς τὸν ποταμόν. καὶ ἀποθνήσκουσι μὲν τρισχίλιοι ἐν τῇ φυγῇ, ζῶντες δὲ ὀλίγοι καὶ τούτων ἐλήφθησαν, ὅτι ὕλη τε δασεῖα πρὸ τοῦ ποταμοῦ ἦν καὶ νὺξ ἐπιγενομένη τὴν ἀκρίβειαν τῆς διώξεως ἀφείλετο τοὺς Μακεδόνας. αὐτῶν δὲ Μακεδόνων τελευτῆσαι λέγει Πτολεμαῖος ἱππέας μὲν ἕνδεκα, πεζοὺς δὲ ἀμφὶ τοὺς τεσσαράκοντα.

Αὐταριᾶται μὲν δὴ ἀμφὶ τὰ αὑτῶν εἶχον. Λάγγαρος δὲ τά τε ἄλλα ἐτιμήθη μεγάλως πρὸς Ἀλεξάνδρου καὶ δῶρα ἔλαβεν, ὅσα μέγιστα παρὰ βασιλεῖ τῷ Μακεδόνων νομίζεται. καὶ τὴν ἀδελφὴν τὴν Ἀλεξάνδρου Κύναν καὶ ταύτην ὡμολόγησε δώσειν αὐτῷ ἐς Πέλλαν ἀφικομένῳ Ἀλέξανδρος.

Ἀλλὰ Λάγγαρος μὲν ἐπανελθὼν οἴκαδε νόσῳ ἐτελεύτησεν. Ἀλέξανδρος δὲ παρὰ τὸν Ἐριγόνα ποταμὸν πορευόμενος ἐς Πέλλιον πόλιν ἐστέλλετο. ταύτην γὰρ κατειλήφει ὁ Κλεῖτος ὡς ὀχυρωτάτην τῆς χώρας. καὶ πρὸς ταύτην ὡς ἧκεν Ἀλέξανδρος, καταστρατοπεδεύσας πρὸς τῷ Ἐορδαϊκῷ ποταμῷ τῇ ὑστεραίᾳ ἐγνώκει προσβάλλειν τῷ τείχει. οἱ δὲ ἀμφὶ τὸν Κλεῖτον τὰ κύκλῳ τῆς πόλεως ὄρη ὑπερδέξιά τε ὄντα καὶ δασέα κατεῖχον, ὡς πάντοθεν ἐπιτίθεσθαι τοῖς Μακεδόσιν, εἰ τῇ πόλει προσβάλλοιεν. Γλαυκίας δὲ αὐτῷ ὁ τῶν Ταυλαντίων βασιλεὺς οὔπω παρῆν. Ἀλέξανδρος μὲν δὴ τῇ πόλει προσῆγεν. οἱ δὲ πολέμιοι σφαγιασάμενοι παῖδας τρεῖς καὶ κόρας ἴσας τὸν ἀριθμὸν καὶ κριοὺς μέλανας τρεῖς, ὥρμηντο μὲν ὡς δεξόμενοι ἐς χεῖρας τοὺς Μακεδόνας. ὁμοῦ δὲ γενομένων ἐξέλιπον καίτοι καρτερὰ ὄντα τὰ κατειλημμένα πρὸς σφῶν χωρία, ὥστε καὶ τὰ σφάγια αὐτῶν κατελήφθη ἔτι κείμενα.

οἱ δὲ πάλαι μὲν ἐθαύμαζον τήν τε ὀξύτητα ὁρῶντες καὶ τὸν κόσμον τῶν δρωμένων. τότε δὲ προσάγοντας ἤδη τοὺς ἀμφὶ Ἀλέξανδρον οὐκ ἐδέξαντο, ἀλλὰ λείπουσι τοὺς πρώτους λόφους. ὁ δὲ καὶ ἐπαλαλάξαι ἐκέλευσε τοὺς Μακεδόνας καὶ τοῖς δόρασι δουπῆσαι πρὸς τὰς ἀσπίδας. οἱ δὲ Ταυλάντιοι ἔτι μᾶλλον ἐκπλαγέντες πρὸς τῆς βοῆς ὡς πρὸς τὴν πόλιν ἐπανήγαγον σπουδῇ τὸν στρατόν.

ἔνθα δὴ καταλαβὼν Ἀλέξανδρος τὸν γήλοφον σὺν τοῖς ἑταίροις τούς τε Ἀγριᾶνας μεταπέμπεται καὶ τοὺς τοξότας, ὄντας ἐς δισχιλίους. τοὺς δὲ ὑπασπιστὰς διαβαίνειν τὸν ποταμὸν ἐκέλευσε καὶ ἐπὶ τούτοις τὰς τάξεις τῶν Μακεδόνων. ὁπότε δὲ διαβάντες τύχοιεν, ἐπ' ἀσπίδα ἐκτάσσεσθαι, ὡς πυκνὴν εὐθὺς διαβάντων φαίνεσθαι τὴν φάλαγγα. αὐτὸς δὲ ἐν προφυλακῇ ὢν ἀπὸ τοῦ λόφου ἀφεώρα τῶν πολεμίων τὴν ὁρμήν. οἱ δέ, ὁρῶντες διαβαίνουσαν τὴν δύναμιν, κατὰ τὰ ὄρη ἀντεπῄεσαν, ὡς τοῖς μετὰ Ἀλεξάνδρου ἐπιθησόμενοι τελευταίοις ἀποχωροῦσιν… καὶ τοὺς τοξότας δὲ ἐκ μέσου τοῦ ποταμοῦ ἐκτοξεύειν, ἐπεσβάντας καὶ τούτους. καὶ οἱ μὲν ἀμφὶ τὸν Γλαυκίαν εἴσω βέλους παρελθεῖν οὐκ ἐτόλμων, οἱ Μακεδόνες δὲ ἐν τούτῳ ἀσφαλῶς ἐπέρασαν τὸν ποταμόν, ὥστε οὐδεὶς ἀπέθανεν ἐν τῇ ἀποχωρήσει αὐτῶν.

ἐς δὲ τὴν ἐκκλησίαν παρελθόντες ἐπῆραν τοὺς Θηβαίους ἀποστῆναι ἀπὸ Ἀλεξάνδρου, ἐλευθερίαν τε προϊσχόμενοι, παλαιὰ καὶ καλὰ ὀνόματα, καὶ τῆς βαρύτητος τῶν Μακεδόνων ἤδη ποτὲ ἀπαλλαγῆναι.
καὶ τότε δὲ οἱ πράξαντες τὴν ἀπόστασιν στράτευμα ἐκ Μακεδονίας Ἀντιπάτρου ἀφῖχθαι ἔφασκον, αὐτὸν δὲ Ἀλέξανδρον τεθνάναι ἰσχυρίζοντο, καὶ τοῖς ἀπαγγέλλουσιν ὅτι οὗτος αὐτὸς προσάγει Ἀλέξανδρος χαλεπῶς εἶχον. ἄλλον γάρ τινα ἥκειν Ἀλέξανδρον τὸν Ἀερόπου.

Ὁ δὲ Ἀλέξανδρος ἐξ Ὀγχηστοῦ ἄρας τῇ ὑστεραίᾳ προσῆγε πρὸς τὴν πόλιν τῶν Θηβαίων κατὰ τὸ τοῦ Ἰολάου τέμενος. οὗ δὴ καὶ ἐστρατοπέδευσεν, ἐνδιδοὺς ἔτι τοῖς Θηβαίοις τριβήν, εἰ μεταγνόντες ἐπὶ τοῖς κακῶς ἐγνωσμένοις πρεσβεύσαιντο παρ' αὐτόν. οἱ δὲ τοσούτου ἐδέησαν ἐνδόσιμόν τι παρασχεῖν ἐς ξύμβασιν, ὥστε ἐκθέοντες ἐκ τῆς πόλεως οἵ τε ἱππεῖς καὶ τῶν ψιλῶν οὐκ ὀλίγοι ἔστε ἐπὶ τὸ στρατόπεδον ἠκροβολίζοντο ἐς τὰς προφυλακάς, καί τινας καὶ ἀπέκτειναν οὐ πολλοὺς τῶν Μακεδόνων.

τῇ δὲ ὑστεραίᾳ ἀναλαβὼν τὴν στρατιὰν πᾶσαν καὶ περιελθὼν κατὰ τὰς πύλας τὰς φερούσας ἐπ' Ἐλευθεράς τε καὶ τὴν Ἀττικήν, οὐδὲ τότε προσέμιξε τοῖς τείχεσιν αὐτοῖς, ἀλλ' ἐστρατοπέδευσεν οὐ πολὺ ἀπέχων τῆς Καδμείας, ὥστε ἐγγὺς εἶναι ὠφέλειαν τῶν Μακεδόνων τοῖς τὴν Καδμείαν ἔχουσιν. 

καὶ ἔστε μὲν πρὸς τὸ Ἡράκλειον ἀναχωροῦσιν εἵποντο τοῖς Θηβαίοις, ἐντεῦθεν δὲ ἐπιστρεψάντων αὖθις σὺν βοῇ τῶν Θηβαίων φυγὴ τῶν Μακεδόνων γίγνεται. καὶ Εὐρυβώτας τε ὁ Κρὴς πίπτει ὁ τοξάρχης καὶ αὐτῶν τῶν τοξοτῶν ἐς ἑβδομήκοντα. οἱ δὲ λοιποὶ κατέφυγον πρὸς τὸ ἄγημα τὸ τῶν Μακεδόνων καὶ τοὺς ὑπασπιστὰς τοὺς βασιλικούς. κἀν τούτῳ Ἀλέξανδρος τοὺς μὲν αὑτοῦ φεύγοντας κατιδών, τοὺς Θηβαίους δὲ λελυκότας ἐν τῇ διώξει τὴν τάξιν, ἐμβάλλει ἐς αὐτοὺς συντεταγμένῃ τῇ φάλαγγι. οἱ δὲ ὠθοῦσι τοὺς Θηβαίους εἴσω τῶν πυλῶν. καὶ τοῖς Θηβαίοις ἐς τοσόνδε ἡ φυγὴ φοβερὰ ἐγίγνετο, ὥστε διὰ τῶν πυλῶν ὠθούμενοι ἐς τὴν πόλιν οὐκ ἔφθησαν συγκλεῖσαι τὰς πύλας. ἀλλὰ συνεσπίπτουσι γὰρ αὐτοῖς εἴσω τοῦ τείχους ὅσοι τῶν Μακεδόνων ἐγγὺς φευγόντων εἴχοντο, ἅτε καὶ τῶν τειχῶν διὰ τὰς προφυλακὰς τὰς πολλὰς ἐρήμων ὄντων. καὶ παρελθόντες ἐς τὴν Καδμείαν οἱ μὲν ἐκεῖθεν κατὰ τὸ Ἀμφεῖον σὺν τοῖς κατέχουσι τὴν Καδμείαν ἐξέβαινον ἐς τὴν ἄλλην πόλιν, οἱ δὲ κατὰ τὰ τείχη, ἐχόμενα ἤδη πρὸς τῶν συνεισπεσόντων τοῖς φεύγουσιν, ὑπερβάντες ἐς τὴν ἀγορὰν δρόμῳ ἐφέροντο. καὶ ὀλίγον μέν τινα χρόνον ἔμειναν οἱ τεταγμένοι τῶν Θηβαίων κατὰ τὸ Ἀμφεῖον. ὡς δὲ πανταχόθεν αὐτοῖς οἱ Μακεδόνες καὶ Ἀλέξανδρος ἄλλοτε ἄλλῃ ἐπιφαινόμενος προσέκειντο, οἱ μὲν ἱππεῖς τῶν Θηβαίων διεκπεσόντες διὰ τῆς πόλεως ἐς τὸ πεδίον ἐξέπιπτον, οἱ δὲ πεζοὶ ὡς ἑκάστοις προὐχώρει ἐσώζοντο. ἔνθα δὴ ὀργῇ οὐχ οὕτως τι οἱ Μακεδόνες, ἀλλὰ Φωκεῖς τε καὶ Πλαταιεῖς καὶ οἱ ἄλλοι δὲ Βοιωτοὶ οὐδὲ ἀμυνομένους τοὺς Θηβαίους ἔτι οὐδενὶ κόσμῳ ἔκτεινον, τοὺς μὲν ἐν ταῖς οἰκίαις ἐπεισπίπτοντες, οὓς δὲ ἐς ἀλκὴν τετραμμένους, τοὺς δὲ καὶ πρὸς ἱεροῖς ἱκετεύοντας, οὔτε γυναικῶν οὔτε παίδων φειδόμενοι.

Τοῖς δὲ μετασχοῦσι τοῦ ἔργου ξυμμάχοις, οἷς δὴ καὶ ἐπέτρεψεν Ἀλέξανδρος τὰ κατὰ τὰς Θήβας διαθεῖναι, τὴν μὲν Καδμείαν φρουρᾷ κατέχειν ἔδοξε, τὴν πόλιν δὲ κατασκάψαι ἐς ἔδαφος καὶ τὴν χώραν κατανεῖμαι τοῖς ξυμμάχοις, ὅση μὴ ἱερὰ αὐτῆς. παῖδας δὲ καὶ γυναῖκας καὶ ὅσοι ὑπελείποντο Θηβαίων, πλὴν τῶν ἱερέων τε καὶ ἱερειῶν καὶ ὅσοι ξένοι Φιλίππου ἢ Ἀλεξάνδρου ἢ ὅσοι πρόξενοι Μακεδόνων ἐγένοντο, ἀνδραποδίσαι. καὶ τὴν Πινδάρου δὲ τοῦ ποιητοῦ οἰκίαν καὶ τοὺς ἀπογόνους τοῦ Πινδάρου λέγουσιν ὅτι διεφύλαξεν Ἀλέξανδρος αἰδοῖ τῇ Πινδάρου. ἐπὶ τούτοις Ὀρχόμενόν τε καὶ Πλαταιὰς ἀναστῆσαί τε καὶ τειχίσαι οἱ ξύμμαχοι ἔγνωσαν.

[11] Ταῦτα δὲ διαπραξάμενος ἐπανῆλθεν εἰς Μακεδονίαν. καὶ τῷ τε Διὶ τῷ Ὀλυμπίῳ τὴν θυσίαν τὴν ἀπ' Ἀρχελάου ἔτι καθεστῶσαν ἔθυσε καὶ τὸν ἀγῶνα ἐν Αἰγαῖς διέθηκε τὰ Ὀλύμπια. οἱ δὲ καὶ ταῖς Μούσαις λέγουσιν ὅτι ἀγῶνα ἐποίησε. καὶ ἐν τούτῳ ἀγγέλλεται τὸ Ὀρφέως τοῦ Οἰάγρου τοῦ Θρᾳκὸς ἄγαλμα τὸ ἐν Πιερίδι ἱδρῶσαι ξυνεχῶς. καὶ ἄλλοι ἄλλα ἐπεθείαζον τῶν μάντεων, Ἀρίστανδρος δέ, ἀνὴρ Τελμισσεύς, μάντις, θαῤῥεῖν ἐκέλευσεν Ἀλέξανδρον. δηλοῦσθαι γὰρ, ὅτι ποιηταῖς ἐπῶν τε καὶ μελῶν καὶ ὅσοι ἀμφὶ ᾠδὴν ἔχουσι πολὺς πόνος ἔσται ποιεῖν τε καὶ ᾄδειν Ἀλέξανδρον καὶ τὰ Ἀλεξάνδρου ἔργα. Ἅμα δὲ τῷ ἦρι ἀρχομένῳ ἐξελαύνει ἐφ' Ἑλλησπόντου, τὰ μὲν κατὰ Μακεδονίαν τε καὶ τοὺς Ἕλληνας Ἀντιπάτρῳ ἐπιτρέψας, αὐτὸς δὲ ἄγων πεζοὺς μὲν σὺν ψιλοῖς τε καὶ τοξόταις οὐ πολλῷ πλείους τῶν τρισμυρίων, ἱππέας δὲ ὑπὲρ τοὺς πεντακισχιλίους. 

βουλευομένοις δὲ αὐτοῖς ὑπὲρ τῶν παρόντων, ἐπειδὴ Ἀλέξανδρος διαβεβηκὼς ἠγγέλλετο, Μέμνων ὁ Ῥόδιος παρῄνει μὴ διὰ κινδύνου ἰέναι πρὸς τοὺς Μακεδόνας, τῷ τε πεζῷ πολὺ περιόντας σφῶν καὶ αὐτοῦ Ἀλεξάνδρου παρόντος, αὐτοῖς δὲ ἀπόντος Δαρείου. 

καὶ τὸ πρῶτον σφάλμα ἔς τε τὰ παρόντα χαλεπὸν καὶ ἐς τὴν ὑπὲρ παντὸς τοῦ πολέμου κρίσιν σφαλερόν. Ἀλέξανδρος δέ, ταῦτα μέν, ἔφη, ὦ Παρμενίων, γιγνώσκω. αἰσχύνομαι δέ, εἰ τὸν μὲν Ἑλλήσποντον διέβην εὐπετῶς, τοῦτο δέ, σμικρὸν ῥεῦμα, - οὕτω τῷ ὀνόματι τὸν Γράνικον ἐκφαυλίσας, - εἴρξει ἡμᾶς τὸ μὴ οὐ διαβῆναι ὡς ἔχομεν. καὶ τοῦτο οὔτε πρὸς Μακεδόνων τῆς δόξης οὔτε πρὸς τῆς ἐμῆς ἐς τοὺς κινδύνους ὀξύτητος ποιοῦμαι. ἀναθαῤῥήσειν τε δοκῶ τοὺς Πέρσας <ὡς> ἀξιομάχους Μακεδόσιν ὄντας, ὅτι οὐδὲν ἄξιον τοῦ σφῶν δέους ἐν τῷ παραυτίκα ἔπαθον.
 Χρόνον μὲν δὴ ἀμφότερα τὰ στρατεύματα ἐπ' ἄκρου τοῦ ποταμοῦ ἐφεστῶτες ὑπὸ τοῦ τὸ μέλλον ὀκνεῖν ἡσυχίαν ἦγον καὶ σιγὴ ἦν πολλὴ ἀφ' ἑκατέρων. οἱ γὰρ Πέρσαι προσέμενον τοὺς Μακεδόνας, ὁπότε ἐσβήσονται ἐς τὸν πόρον, ὡς ἐπικεισόμενοι ἐκβαίνουσιν. 

[15] Οἱ δὲ Πέρσαι, ἧ πρῶτοι οἱ ἀμφὶ Ἀμύνταν καὶ Σωκράτην προσέσχον τῇ ὄχθῃ, ταύτῃ καὶ αὐτοὶ ἄνωθεν ἔβαλλον, οἱ μὲν αὐτῶν ἀπὸ τῆς ὄχθης ἐξ ὑπερδεξίου ἐς τὸν ποταμὸν ἐσακοντίζοντες, οἱ δὲ κατὰ τὰ χθαμαλώτερα αὐτῆς ἔστε ἐπὶ τὸ ὕδωρ καταβαίνοντες. καὶ ἦν τῶν τε ἱππέων ὠθισμός, τῶν μὲν ἐκβαίνειν ἐκ τοῦ ποταμοῦ, τῶν δ' εἴργειν τὴν ἔκβασιν, καὶ παλτῶν ἀπὸ μὲν τῶν Περσῶν πολλὴ ἄφεσις, οἱ Μακεδόνες δὲ ξὺν τοῖς δόρασιν ἐμάχοντο. ἀλλὰ τῷ τε πλήθει πολὺ ἐλαττούμενοι <οἱ> Μακεδόνες ἐκακοπάθουν ἐν τῇ πρώτῃ προσβολῇ, καὶ αὐτοὶ ἐξ οὐ βεβαίου τε καὶ ἅμα κάτωθεν ἐκ τοῦ ποταμοῦ ἀμυνόμενοι, οἱ δὲ Πέρσαι ἐξ ὑπερδεξίου τῆς ὄχθης. ἄλλως τε καὶ τὸ κράτιστον τῆς Περσικῆς ἵππου ταύτῃ ἐπετέτακτο, οἵ τε Μέμνονος παῖδες καὶ αὐτὸς Μέμνων μετὰ τούτων ἐκινδύνευε. καὶ οἱ μὲν πρῶτοι τῶν Μακεδόνων ξυμμίξαντες τοῖς Πέρσαις κατεκόπησαν πρὸς αὐτῶν, ἄνδρες ἀγαθοὶ γενόμενοι, ὅσοι γε μὴ πρὸς Ἀλέξανδρον πελάζοντα ἀπέκλιναν αὐτῶν. Ἀλέξανδρος γὰρ ἤδη πλησίον ἦν, ἅμα οἷ ἄγων τὸ κέρας τὸ δεξιόν, καὶ ἐμβάλλει ἐς τοὺς Πέρσας πρῶτος, ἵνα τὸ πᾶν στῖφος τῆς ἵππου καὶ αὐτοὶ οἱ ἡγεμόνες τῶν Περσῶν τεταγμένοι ἦσαν. καὶ περὶ αὐτὸν ξυνειστήκει μάχη καρτερά. καὶ ἐν τούτῳ ἄλλαι ἐπ' ἄλλαις τῶν τάξεων τοῖς Μακεδόσι διέβαινον οὐ χαλεπῶς ἤδη. καὶ ἦν μὲν ἀπὸ τῶν ἵππων ἡ μάχη, πεζομαχίᾳ δὲ μᾶλλόν τι ἐῴκει. ξυνεχόμενοι γὰρ ἵπποι τε ἵπποις καὶ ἄνδρες ἀνδράσιν ἠγωνίζοντο, οἱ μὲν ἐξῶσαι εἰς ἅπαν ἀπὸ τῆς ὄχθης καὶ ἐς τὸ πεδίον βιάσασθαι τοὺς Πέρσας, οἱ Μακεδόνες, οἱ δὲ εἶρξαί τε αὐτῶν τὴν ἔκβασιν, οἱ Πέρσαι, καὶ ἐς τὸν ποταμὸν αὖθις ἀπώσασθαι. 

 Μακεδόνων δὲ τῶν μὲν ἑταίρων ἀμφὶ τοὺς εἴκοσι καὶ πέντε ἐν τῇ πρώτῃ προσβολῇ ἀπέθανον. καὶ τούτων χαλκαῖ εἰκόνες ἐν Δίῳ ἑστᾶσιν, Ἀλεξάνδρου κελεύσαντος Λύσιππον ποιῆσαι, ὅσπερ καὶ Ἀλέξανδρον μόνος προκριθεὶς ἐποίει.

ἔθαψε δὲ καὶ τοὺς μισθοφόρους Ἕλληνας, οἳ ξὺν τοῖς πολεμίοις στρατεύοντες ἀπέθανον. ὅσους δὲ αὐτῶν αἰχμαλώτους ἔλαβε, τούτους δὲ δήσας ἐν πέδαις εἰς Μακεδονίαν ἀπέπεμψεν ἐργάζεσθαι, ὅτι παρὰ τὰ κοινῇ δόξαντα τοῖς Ἕλλησιν Ἕλληνες ὄντες ἐναντία τῇ Ἑλλάδι ὑπὲρ τῶν βαρβάρων ἐμάχοντο. ἀποπέμπει δὲ καὶ εἰς Ἀθήνας τριακοσίας πανοπλίας Περσικὰς ἀνάθημα εἶναι τῇ Ἀθηνᾷ ἐν πόλει. καὶ ἐπίγραμμα ἐπιγραφῆναι ἐκέλευσε τόδε. Ἀλέξανδρος Φιλίππου καὶ οἱ Ἕλληνες πλὴν Λακεδαιμονίων ἀπὸ τῶν βαρβάρων τῶν τὴν Ἀσίαν κατοικούντων.

οὗτοι δὲ ἐν Σάρδεσι κατελείφθησαν τὴν ἄκραν φυλάττειν. Ἐν τούτῳ δὲ, ὡς τὰ ὑπὲρ τῆς ἱππομαχίας ἐξηγγέλθη, οἵ τε τὴν Ἔφεσον φρουροῦντες μισθοφόροι ὤχοντο φεύγοντες, δύο τριήρεις τῶν Ἐφεσίων λαβόντες, καὶ ξὺν αὐτοῖς Ἀμύντας ὁ Ἀντιόχου, ὃς ἔφυγεν ἐκ Μακεδονίας Ἀλέξανδρον, παθὼν μὲν οὐδὲν πρὸς Ἀλεξάνδρου, δυσνοίᾳ δὲ τῇ πρὸς Ἀλέξανδρον καὶ αὐτὸς ἀπαξιώσας τι παθεῖν πρὸς αὐτοῦ ἄχαρι. 

[18] Ἐν τούτῳ δὲ ἐκ Μαγνησίας τε καὶ Τράλλεων παρ' αὐτὸν ἧκον ἐνδιδόντες τὰς πόλεις. καὶ ὃς πέμπει Παρμενίωνα, δοὺς αὐτῷ δισχιλίους καὶ πεντακοσίους πεζοὺς τῶν ξένων καὶ Μακεδόνας παραπλησίους, ἱππέας δὲ τῶν ἑταίρων ἐς διακοσίους. Ἀλκίμαχον δὲ τὸν Ἀγαθοκλέους ἐπὶ τὰς Αἰολίδας τε πόλεις ξὺν δυνάμει οὐκ ἐλάττονι ἐξέπεμψε καὶ ὅσαι Ἰωνικαὶ ὑπὸ τοῖς βαρβάροις ἔτι ἦσαν.

τήν τε ἐμπειρίαν τῶν Μακεδόνων καὶ τὴν τόλμαν ἐν ἀβεβαίῳ χωρίῳ οὐκ ἐθέλειν παραδοῦναι τοῖς βαρβάροις. καὶ ἡττηθεῖσι τῇ ναυμαχίᾳ οὐ μικρὰν τὴν βλάβην ἔσεσθαι ἐς τοῦ πολέμου τὴν πρώτην δόξαν, τά τε ἄλλα καὶ τοὺς Ἕλληνας νεωτεριεῖν πρὸς τοῦ ναυτικοῦ πταίσματος τὴν ἐξαγγελίαν ἐπαρθέντας.

ἔνθα οἱ Μιλήσιοί τε καὶ οἱ μισθοφόροι πανταχόθεν ἤδη προσκειμένων σφίσι τῶν Μακεδόνων οἱ μὲν αὐτῶν ῥιπτοῦντες σφᾶς ἐν τῇ θαλάσσῃ ἐπὶ τῶν ἀσπίδων ὑπτίων ἐς νησῖδά τινα ἀνώνυμον τῇ πόλει ἐπικειμένην διενήχοντο, οἱ δὲ ἐς κελήτια ἐμβαίνοντες καὶ ἐπειγόμενοι ὑποφθάσαι τὰς τριήρεις τῶν Μακεδόνων ἐγκατελήφθησαν ἐν τῷ στόματι τοῦ λιμένος πρὸς τῶν τριήρων.

ἐκεῖθεν δὲ ἐπισιτισάμενοι αὖθις ἐπέπλεον τῇ Μιλήτῳ. καὶ τὰς μὲν πολλὰς τῶν νεῶν πρὸ τοῦ λιμένος ἐν μετεώρῳ παρέταξαν, εἴ πῃ ἐκκαλέσαιντο ἐς τὸ πέλαγος τοὺς Μακεδόνας, πέντε δὲ αὐτῶν εἰσέπλευσαν ἐς τὸν μεταξὺ τῆς τε Λάδης νήσου καὶ τοῦ στρατοπέδου λιμένα, ἐλπίσαντες κενὰς καταλήψεσθαι τὰς Ἀλεξάνδρου ναῦς, ὅτι τοὺς ναύτας ἀποσκεδάννυσθαι τὸ πολὺ ἀπὸ τῶν νεῶν τοὺς μὲν ἐπὶ φρυγανισμῷ, τοὺς δὲ ἐπὶ ξυγκομιδῇ τῶν ἐπιτηδείων, τοὺς δὲ καὶ ἐς προνομὰς ταττομένους, πεπυσμένοι ἦσαν. ἀλλὰ μέρος μέν τι ἀπῆν τῶν ναυτῶν, ἐκ δὲ τῶν παρόντων ξυμπληρώσας Ἀλέξανδρος δέκα ναῦς, ὡς προσπλεούσας τὰς πέντε τῶν Περσῶν κατεῖδε, πέμπει ἐπ' αὐτὰς κατὰ σπουδήν, ἐμβάλλειν ἀντιπρώρους κελεύσας. οἱ δὲ ἐν ταῖς πέντε ναυσὶ τῶν Περσῶν, ὡς παρ' ἐλπίδα ἀναγομένους τοὺς Μακεδόνας ἐπὶ σφᾶς εἶδον, ὑποστρέψαντες ἐκ πολλοῦ ἔφευγον πρὸς τὸ ἄλλο ναυτικόν. 

 ὡς δὲ οὐδὲν ἐνεδίδοτο ἀπὸ τῶν ἔνδον, αἵ τε μηχαναὶ καὶ αἱ κλίμακες αὐτῷ οὐ παρῆσαν, οἷα δὴ οὐκ ἐπὶ πολιορκίαν σταλέντι, ἀλλ' ὡς ἐπὶ προδοσίᾳ ἐνδιδομένης τῆς πόλεως, προσήγαγε καὶ ὣς τῶν Μακεδόνων τὴν φάλαγγα, ὑπορύττειν κελεύσας τὸ τεῖχος. καὶ ἕνα γε πύργον κατέβαλον οἱ Μακεδόνες, οὐ μέντοι ἐγύμνωσέ γε τὸ τεῖχος πεσών. 

οἱ δὲ ἐκ τῆς Ἁλικαρνασσοῦ νυκτὸς ἐκδραμόντες, ὡς ἐμπρῆσαι τούς τε πύργους καὶ ὅσαι ἄλλαι μηχαναὶ προσηγμέναι ἢ οὐ πόῤῥω τοῦ προ<ς>άγεσθαι ἦσαν, ὑπὸ τῶν φυλακῶν τε τῶν Μακεδόνων καὶ ὅσοι ἐν αὐτῷ τῷ ἔργῳ ἐξεγερθέντες παρεβοήθησαν οὐ χαλεπῶς κατεκλείσθησαν ἐς τὰ τείχη αὖθις.

[21] Οὐ πολλαῖς δὲ ἡμέραις ὕστερον δύο τῶν Μακεδόνων ὁπλῖται ἐκ τῆς Περδίκκου τάξεως ξυσκηνοῦντές τε καὶ ἅμα ξυμπίνοντες αὑτόν τε καὶ τὰ αὑτοῦ ἑκάτερος ἐπὶ μέγα τῷ λόγῳ ἦγεν.
καὶ ἐν τούτῳ ἀντεκθέουσί τινες καὶ ἄλλοι τῶν τοῦ Περδίκκου στρατιωτῶν, καὶ ἀπὸ τῆς Ἁλικαρνασσοῦ ἄλλοι καὶ ξυμπίπτει μάχη καρτερὰ πρὸς τῷ τείχει. καὶ κατακλείονται αὖθις πρὸς τῶν Μακεδόνων εἴσω τῶν πυλῶν οἱ ἐπεκδραμόντες

[22] Οὐ πολλαῖς δὲ ὕστερον ἡμέραις ἐπάγοντος αὖθις Ἀλεξάνδρου τὰς μηχανὰς τῷ πλινθίνῳ τῷ ἐντὸς τείχει καὶ αὐτοῦ ἐφεστηκότος τῷ ἔργῳ, ἐκδρομὴ γίνεται πανδημεὶ ἐκ τῆς πόλεως, τῶν μὲν κατὰ τὸ ἐρηριμμένον τεῖχος, ἧ αὐτὸς Ἀλέξανδρος ἐπετέτακτο, τῶν δὲ κατὰ τὸ Τρίπυλον, ἧ οὐδὲ πάνυ τι προσδεχομένοις τοῖς Μακεδόσιν ἦν. καὶ οἱ μὲν δᾷδάς τε ταῖς μηχαναῖς ἐνέβαλλον καὶ ὅσα ἄλλα ἐς τὸ ἐξάψαι τε φλόγα καὶ ἐπὶ μέγα προκαλέσασθαι, τῶν δὲ ἀμφ' Ἀλέξανδρον αὐτῶν τε ἐμβαλλόντων ἐς αὐτοὺς ἐῤῥωμένως καὶ ταῖς μηχαναῖς ἀπὸ τῶν πύργων λίθων τε μεγάλων ἀφιεμένων καὶ βελῶν ἐξακοντιζομένων οὐ χαλεπῶς ἀπεστράφησάν τε καὶ ἔφυγον ἐς τὴν πόλιν. καὶ φόνος ταύτῃ οὐκ ὀλίγος ἐγένετο, ὅσῳ πλείονές τε καὶ ξὺν μείζονι τῇ τόλμῃ ἐξέδραμον. οἱ μὲν γὰρ εἰς χεῖρας ἐλθόντες τοῖς Μακεδόσιν ἀπέθανον, οἱ δὲ ἀμφὶ τῷ τείχει τῷ καταπεπτωκότι, στενοτέρας τε ἢ κατὰ τὸ πλῆθος αὐτῶν τῆς παρόδου οὔσης καὶ τῶν κατερηριμμένων τοῦ τείχους χαλεπὴν τὴν ὑπέρβασιν αὐτοῖς παρεχόντων. Τοῖς δὲ κατὰ τὸ Τρίπυλον ἐκδραμοῦσιν ἀπήντα Πτολεμαῖος ὁ σωματοφύλαξ ὁ βασιλικός, τήν τε Ἀδαίου καὶ Τιμάνδρου ἅμα οἷ τάξιν ἄγων καὶ ἔστιν οὓς τῶν ψιλῶν. καὶ οὗτοι οὐδὲ αὐτοὶ χαλεπῶς ἐτρέψαντο τοὺς ἐκ τῆς πόλεως. ξυνέβη δὲ καὶ τούτοις ἐν τῇ ἀποχωρήσει κατὰ στενὴν γέφυραν τὴν ἐπὶ τῆς τάφρου πεποιημένην φεύγουσι τήν τε γέφυραν αὐτὴν ὑπὸ πλήθους ξυντρῖψαι καὶ πολλοὺς αὐτῶν ἐς τὴν τάφρον ἐμπεσόντας τοὺς μὲν ὑπὸ σφῶν καταπατηθέντας διαφθαρῆναι, τοὺς δὲ καὶ ἄνωθεν ὑπὸ τῶν Μακεδόνων βαλλομένους. ὁ πλεῖστος δὲ φόνος περὶ ταῖς πύλαις αὐταῖς ξυνέβη, ὅτι ἡ ξύγκλεισις τῶν πυλῶν φοβερά τε καὶ πρὸ τοῦ καιροῦ γενομένη, δεισάντων μὴ συνεισπέσοιεν τοῖς φεύγουσιν ἐχόμενοι αὐτῶν οἱ Μακεδόνες, πολλοὺς καὶ τῶν φιλίων τῆς εἰσόδου ἀπέκλεισεν, οὓς πρὸς αὐτοῖς τοῖς τείχεσιν οἱ Μακεδόνες διέφθειραν. καὶ παρ' ὀλίγον ἧκεν ἁλῶναι ἡ πόλις, εἰ μὴ Ἀλέξανδρος ἀνεκαλέσατο τὸ στράτευμα, ἔτι διασῶσαι ἐθέλων τὴν Ἁλικαρνασσόν, εἴ τι φίλιον ἐνδοθείη ἐκ τῶν Ἁλικαρνασσέων. ἀπέθανον δὲ τῶν μὲν ἐκ τῆς πόλεως ἐς χιλίους, τῶν δὲ ξὺν Ἀλεξάνδρῳ ἀμφὶ τοὺς τεσσαράκοντα, καὶ ἐν τούτοις Πτολεμαῖός τε ὁ σωματοφύλαξ καὶ Κλέαρχος ὁ τοξάρχης καὶ Ἀδαῖος <ὁ> χιλιάρχης, οὗτοι καὶ ἄλλοι τῶν οὐκ ἠμελημένων Μακεδόνων.
αὐτῶν δὲ οἱ μὲν ἐς τὴν ἄκραν τὴν ἐν τῇ νήσῳ ἀπεχώρησαν, οἱ δὲ ἐς τὴν Σαλμακίδα, ἄκραν οὕτω καλουμένην. Ἀλεξάνδρῳ δὲ ὡς ἐξηγγέλθη ταῦτα πρός τινων αὐτομολησάντων ἐκ τοῦ ἔργου καὶ τὸ πῦρ πολὺ καθεώρα αὐτός, καίτοι ἀμφὶ μέσας που νύκτας ἦν τὸ γιγνόμενον, ὁ δὲ καὶ ὣς ἐξαγαγὼν τοὺς Μακεδόνας τοὺς μὲν ἔτι ἐμπιπράντας τὴν πόλιν ἔκτεινεν, ὅσοι δὲ ἐν ταῖς οἰκίαις καταλαμβάνοιντο τῶν Ἁλικαρνασσέων, τούτους δὲ σώζειν παρήγγειλεν. 

[24] Τῶν Μακεδόνων δὲ ἔστιν οἳ συνεστρατευμένοι Ἀλεξάνδρῳ ἦσαν νεωστὶ πρὸ τῆς στρατιᾶς γεγαμηκότες. καὶ τούτων ἔγνω οὐκ ἀμελητέα εἶναί οἱ Ἀλέξανδρος, ἀλλ' ἐκπέμπει γὰρ αὐτοὺς ἐκ Καρίας διαχειμάσοντας ἐν Μακεδονίᾳ ἅμα ταῖς γυναιξίν, ἐπιτάξας αὐτοῖς Πτολεμαῖόν τε τὸν Σελεύκου, ἕνα τῶν σωματοφυλάκων τῶν βασιλικῶν, καὶ τῶν στρατηγῶν Κοῖνόν τε τὸν Πολεμοκράτους καὶ Μελέαγρον τὸν Νεοπτολέμου, ὅτι καὶ αὐτοὶ τῶν νεογάμων ἦσαν, προστάξας, ἐπειδὰν αὐτοί τε ἐπανίωσι καὶ τοὺς μετὰ σφῶν ἐκπεμφθέντας ἐπαναγάγωσι, καταλέξαι ἱππέας τε καὶ πεζοὺς ἐκ τῆς χώρας ὅσους πλείστους. καὶ τῷ ἔργῳ τῷδε, εἴπερ τινὶ ἄλλῳ, εὐδοκίμησε παρὰ Μακεδόσιν Ἀλέξανδρος.
Δαρεῖος, ἐπειδὴ Ἀμύντας αὐτομολήσας παρ' αὐτὸν λόγους τέ τινας καὶ γράμματα παρὰ τοῦ Ἀλεξάνδρου τούτου ἐκόμισε, καταπέμπει ἐπὶ θάλασσαν Σισίνην, ἄνδρα Πέρσην τῶν ἀμφ' αὑτὸν πιστῶν, πρόφασιν μὲν παρὰ Ἀτιζύην τὸν Φρυγίας σατράπην, τῇ δὲ ἀληθείᾳ τῷ Ἀλεξάνδρῳ τούτῳ συνεσόμενον καὶ πίστεις δώσοντα, εἰ ἀποκτείνει<ε> βασιλέα Ἀλέξανδρον, αὐτὸν βασιλέα καταστήσειν Μακεδονίας καὶ χρυσίου τάλαντα πρὸς τῇ βασιλείᾳ ἐπιδώσειν χίλια. 
ὁμήρους δὲ δοῦναι σφῶν τοὺς δυνατωτάτους ἐκέλευσεν καὶ τοὺς ἵππους, οὓς πρόσθεν ὡμολόγησαν, καὶ ἑκατὸν τάλαντα ἀντὶ τῶν πεντήκοντα, καὶ πείθεσθαι τῷ σατράπῃ τῷ <ὑπ'> Ἀλεξάνδρου ταχθέντι καὶ φόρους ἀποφέρειν ὅσα ἔτη Μακεδόσι, καὶ ὑπὲρ τῆς χώρας διακριθῆναι, ἣν τῶν προσχώρων οὖσαν βίᾳ κατέχειν ἐν αἰτίᾳ ἦσαν.
ταῦτα δὴ ἰδὼν Ἀλέξανδρος στρατοπεδεύεσθαι αὐτοῦ, ὅπως εἶχον, ἐκέλευε τοὺς Μακεδόνας, γνοὺς, ὅτι οὐ μενοῦσι πανδημεὶ οἱ Τελμισσεῖς αὐλιζομένους σφᾶς ἰδόντες, ἀλλ' ἀποχωρήσουσιν ἐς τὴν πόλιν πλησίον οὖσαν οἱ πολλοὶ αὐτῶν, ὅσον φυλακὴν καταλιπόντες ἐπὶ τοῖς ὄρεσι.

Πισίδαι καὶ ταύτην ὤκουν, καὶ ἐδόκουν πάντων Πισιδῶν μαχίμων ὄντων αὐτοὶ εἶναι {οἱ} μαχιμώτατοι. καὶ τότε τὸν λόφον τὸν πρὸ τῆς πόλεως, ὅτι καὶ οὗτος οὐ μεῖον τοῦ τείχους ὀχυρὸς ἐς τὸ ἀπομάχεσθαι ἦν, κατειληφότες προσέμενον. Ἀλέξανδρος δὲ τὴν μὲν φάλαγγα τῶν Μακεδόνων τάττει ὧδε. ἐπὶ μὲν τοῦ δεξιοῦ κέρως, ἵνα καὶ αὐτὸς ἐπετέτακτο, τοὺς ὑπασπιστὰς εἶχεν, ἐχομένους δὲ τούτων τοὺς πεζεταίρους ἔστε ἐπὶ τὸ εὐώνυμον παρατείνας, ὡς ἑκάστοις τῶν στρατηγῶν ἡ ἡγεμονία τῆς τάξεως ἐν τῇ τότε ἡμέρᾳ ἦν. ἐπὶ δὲ τῷ εὐωνύμῳ ἐπέταξεν ἡγεμόνα Ἀμύνταν τὸν Ἀῤῥαβαίου. προετάχθησαν δὲ αὐτῷ τοῦ μὲν δεξιοῦ κέρως οἵ τε τοξόται καὶ οἱ Ἀγριᾶνες, τοῦ δὲ εὐωνύμου οἱ ἀκοντισταὶ οἱ Θρᾷκες, ὧν ἡγεῖτο Σιτάλκης.

καὶ τοὺς μὲν τοξότας, οἷα δὴ οὔτε ἀκριβῶς ὡπλισμένους καὶ πρώτους πελάσαντας, ἐτρέψαντο, οἱ δὲ Ἀγριᾶνες ἔμειναν. ἐγγὺς γὰρ ἤδη καὶ ἡ φάλαγξ τῶν Μακεδόνων προσῆγε καὶ πρὸ αὐτῆς Ἀλέξανδρος ἐφαίνετο. ὡς δὲ ἐν χερσὶν ἡ μάχη ἐγένετο, γυμνοί τε οἱ βάρβαροι ὄντες ὁπλίταις προσεφέροντο καὶ πάντῃ κατατιτρωσκόμενοι ἔπιπτον {δὲ}, ἐνταῦθα δὴ ἐγκλίνουσιν. καὶ ἀπέθανον μὲν αὐτῶν ἐς πεντακοσίους, - - - κοῦφοι γὰρ ὄντες καὶ ἔμπειροι τῶν χωρίων οὐ χαλεπῶς ἀπεχώρουν. καὶ οἱ Μακεδόνες διὰ βαρύτητα τῶν ὅπλων καὶ ἀπειρίαν τῶν ὁδῶν οὐ θαῤῥαλέοι ἐς τὸ διώκειν ἦσαν.

καὶ οἱ νεόγαμοι δὲ οἱ ἐπὶ Μακεδονίας σταλέντες εἰς Γόρδιον ἧκον καὶ ξὺν αὐτοῖς ἄλλη στρατιὰ καταλεχθεῖσα, ἣν ἦγε Πτολεμαῖός τε ὁ Σελεύκου καὶ Κοῖνος ὁ Πολεμοκράτους καὶ Μελέαγρος ὁ Νεοπτολέμου, πεζοὶ μὲν Μακεδόνες τρισχίλιοι, ἱππεῖς δὲ ἐς τριακοσίους καὶ Θεσσαλῶν ἱππεῖς διακόσιοι, Ἠλείων δὲ ἑκατὸν καὶ πεντήκοντα, ὧν ἡγεῖτο Ἀλκίας Ἠλεῖος.

Τὸ δὲ Γόρδιον ἔστι μὲν τῆς Φρυγίας τῆς ἐφ' Ἑλλησπόντου, κεῖται δὲ ἐπὶ τοῦ Σαγγαρίου ποταμοῦ. τοῦ δὲ Σαγγαρίου αἱ μὲν πηγαὶ ἐκ Φρυγίας εἰσίν, αὐτὸς δὲ διὰ τῆς Θρᾳκῶν τῶν Βιθυνῶν χώρας ἐξίησιν ἐς τὸν Εὔξεινον πόντον. ἐνταῦθα καὶ Ἀθηναίων πρεσβεία παρ' Ἀλέξανδρον ἀφίκετο, δεόμενοι Ἀλεξάνδρου ἀφεῖναί σφισι τοὺς αἰχμαλώτους, οἳ ἐπὶ Γρανίκῳ ποταμῷ ἐλήφθησαν Ἀθηναίων ξυστρατευόμενοι τοῖς Πέρσαις καὶ τότε ἐν Μακεδονίᾳ ξὺν τοῖς δισχιλίοις δεδεμένοι ἦσαν. καὶ ὑπὲρ αὐτῶν ἄπρακτοι ἐν τῷ τότε ἀπῆλθον. οὐ γὰρ ἐδόκει ἀσφαλὲς εἶναι Ἀλεξάνδρῳ ἔτι ξυνεστῶτος τοῦ πρὸς τὸν Πέρσην πολέμου ἀνεῖναί τι τοῦ φόβου τοῖς Ἕλλησιν, ὅσοι ἐναντία τῇ Ἑλλάδι στρατεύεσθαι ὑπὲρ τῶν βαρβάρων οὐκ ἀπηξίωσαν. ἀλλ' ἀποκρίνεται, ἐπειδὰν τὰ παρόντα καλῶς γένηται, τότε ἥκειν ὑπὲρ τῶν αὐτῶν πρεσβευομένους.

ΒΙΒΛΙΟ Β

Ἐκ δὲ τούτου Μέμνων τοῦ τε ναυτικοῦ παντὸς ἡγεμὼν ἐκ βασιλέως Δαρείου καθεστηκὼς καὶ τῆς παραλίου ξυμπάσης, ὡς ἐς Μακεδονίαν τε καὶ τὴν Ἑλλάδα ἀποστρέψων τὸν πόλεμον, Χίον μὲν λαμβάνει προδοσίᾳ ἐνδοθεῖσαν, ἔνθεν δὲ ἐπὶ Λέσβου πλεύσας, ὡς οὐ προσεῖχον αὐτῷ οἱ Μυτιληναῖοι, τὰς ἄλλας πόλεις τῆς Λέσβου προσηγάγετο. 

Ἐκ δὲ τῆς Ἀγχιάλου ἐς Σόλους ἀφίκετο. καὶ φρουρὰν ἐσήγαγεν ἐς Σόλους καὶ ἐπέβαλεν αὐτοῖς τάλαντα διακόσια ἀργυρίου ζημίαν, ὅτι πρὸς τοὺς Πέρσας μᾶλλόν τι τὸν νοῦν εἶχον. ἔνθεν δὲ ἀναλαβὼν τῶν μὲν πεζῶν τῶν Μακεδόνων τρεῖς τάξεις, τοὺς τοξότας δὲ πάντας καὶ τοὺς Ἀγριᾶνας ἐξελαύνει ἐπὶ τοὺς τὰ ὄρη κατέχοντας Κίλικας. 

ὡς δὲ Ἀλεξάνδρῳ πολλὴ μὲν [ἡ] ἐν Ταρσῷ τριβὴ ἐπὶ τῇ νόσῳ ἐγίνετο, οὐκ ὀλίγη δὲ ἐν Σόλοις, ἵνα ἔθυέ τε καὶ ἐπόμπευε, καὶ ἐπὶ τοὺς ὀρεινοὺς Κίλικας διέτριψεν ἐξελάσας, τοῦτο ἔσφηλεν Δαρεῖον τῆς γνώμης. καὶ αὐτός τε, ὅ τί περ ἥδιστον ἦν δοξασθέν, ἐς τοῦτο οὐκ ἀκουσίως ὑπήχθη καὶ ὑπὸ τῶν καθ' ἡδονὴν ξυνόντων τε καὶ ξυνεσομένων ἐπὶ κακῷ τοῖς ἀεὶ βασιλεύουσιν ἐπαιρόμενος ἔγνω μηκέτι Ἀλέξανδρον ἐθέλειν προϊέναι τοῦ πρόσω, ἀλλ' ὀκνεῖν γὰρ πυνθανόμενον ὅτι αὐτὸς προσάγοι. καταπατήσειν τε τῇ ἵππῳ τῶν Μακεδόνων τὴν στρατιὰν ἄλλος ἄλλοθεν αὐτῷ ἐπαίροντες ἔλεγον. καίτοι γε Ἀμύντας ἥξειν τε Ἀλέξανδρον ἰσχυρίζετο, ὅπου ἂν πύθηται Δαρεῖον ὄντα, καὶ αὐτοῦ προσμένειν ἐκέλευεν. ἀλλὰ τὰ χείρω μᾶλλον, ὅτι καὶ ἐν τῷ παραυτίκα ἡδίω ἀκοῦσαι ἦν, ἔπειθε. καί τι καὶ δαιμόνιον τυχὸν ἦγεν αὐτὸν εἰς ἐκεῖνον τὸν χῶρον, οὗ μήτε ἐκ τῆς ἵππου πολλὴ ὠφέλεια αὐτῷ ἐγένετο, μήτε ἐκ τοῦ πλήθους αὐτοῦ τῶν τε ἀνθρώπων καὶ τῶν ἀκοντίων τε καὶ τοξευμάτων, μηδὲ τὴν λαμπρότητα αὐτὴν τῆς στρατιᾶς ἐπιδεῖξαι ἠδυνήθη, ἀλλὰ Ἀλεξάνδρῳ τε καὶ τοῖς ἀμφ' αὐτὸν εὐμαρῶς τὴν νίκην παρέδωκεν. ἐχρῆν γὰρ ἤδη καὶ Πέρσας πρὸς Μακεδόνων ἀφαιρεθῆναι τῆς Ἀσίας τὴν ἀρχήν, καθάπερ οὖν Μῆδοι μὲν πρὸς Περσῶν ἀφῃρέθησαν, πρὸς Μήδων δὲ ἔτι ἔμπροσθεν Ἀσσύριοι.

Ὑπερβαλὼν δὴ τὸ ὄρος Δαρεῖος τὸ κατὰ τὰς πύλας τὰς Ἀμανικὰς καλουμένας ὡς ἐπὶ Ἰσσὸν προῆγε. καὶ ἐγένετο κατόπιν Ἀλεξάνδρου λαθών. τὴν δὲ Ἰσσὸν κατασχών, ὅσους διὰ νόσον ὑπολελειμμένους αὐτοῦ τῶν Μακεδόνων κατέλαβε, τούτους χαλεπῶς αἰκισάμενος ἀπέκτεινεν. 

 Μακεδόνας τε γὰρ Πέρσαις καὶ Μήδοις, ἐκ πάνυ πολλοῦ τρυφῶσιν, αὐτοὺς ἐν τοῖς πόνοις τοῖς πολεμικοῖς πάλαι ἤδη μετὰ κινδύνων ἀσκουμένους, ἄλλως τε καὶ δούλοις ἀνθρώποις ἐλευθέρους, εἰς χεῖρας ἥξειν. ὅσοι τε Ἕλληνες Ἕλλησιν, οὐχ ὑπὲρ τῶν αὐτῶν μαχεῖσθαι, ἀλλὰ τοὺς μὲν ξὺν Δαρείῳ ἐπὶ μισθῷ καὶ οὐδὲ τούτῳ πολλῷ κινδυνεύοντας, τοὺς δὲ ξὺν σφίσιν ὑπὲρ τῆς Ἑλλάδος ἑκόντας ἀμυνομένους. βαρβάρων τε αὖ Θρᾷκας καὶ Παίονας καὶ Ἰλλυριοὺς καὶ Ἀγριᾶνας τοὺς εὐρωστοτάτους τε τῶν κατὰ τὴν Εὐρώπην καὶ μαχιμωτάτους πρὸς τὰ ἀπονώτατά τε καὶ μαλακώτατα τῆς Ἀσίας γένη ἀντιτάξεσθαι. ἐπὶ δὲ Ἀλέξανδρον ἀντιστρατηγεῖν Δαρείῳ. ταῦτα μὲν οὖν ἐς πλεονεξίαν τοῦ ἀγῶνος ἐπεξῄει.

λέγεται δὲ καὶ Ξενοφῶντος καὶ τῶν ἅμα Ξενοφῶντι μυρίων ἐς μνήμην ἐλθεῖν, ὡς οὐδέν τι οὔτε κατὰ πλῆθος οὔτε κατὰ τὴν ἄλλην ἀξίωσιν σφίσιν ἐπεοικότες, οὐδὲ ἱππέων αὐτοῖς παρόντων Θεσσαλῶν, οὐδὲ Βοιωτῶν ἢ Πελοποννησίων, οὐδὲ Μακεδόνων ἢ Θρᾳκῶν, οὐδὲ ὅση ἄλλη σφίσιν ἵππος ξυντέτακται, οὐδὲ τοξοτῶν ἢ σφενδονητῶν, ὅτι μὴ Κρητῶν ἢ Ῥοδίων ὀλίγων, καὶ τούτων ἐν τῷ κινδύνῳ ὑπὸ Ξενοφῶντος αὐτοσχεδιασθέντων, οἱ δὲ βασιλέα τε ξὺν πάσῃ τῇ δυνάμει πρὸς Βαβυλῶνι αὐτῇ ἐτρέψαντο καὶ ἔθνη ὅσα κατιόντων ἐς τὸν Εὔξεινον πόντον καθ' ὁδόν σφισιν ἐπεγένετο νικῶντες ἐπῆλθον.

Δαρεῖος δέ, ἐπειδὴ ἐξηγγέλθη αὐτῷ προσάγων ἤδη Ἀλέξανδρος ὡς ἐς μάχην, τῶν μὲν ἱππέων διαβιβάζει πέραν τοῦ ποταμοῦ τοῦ Πινάρου ἐς τρισμυρίους μάλιστα τὸν ἀριθμὸν καὶ μετὰ τούτων τῶν ψιλῶν ἐς δισμυρίους, ὅπως τὴν λοιπὴν δύναμιν καθ' ἡσυχίαν συντάξειε. καὶ πρώτους μὲν τοῦ ὁπλιτικοῦ τοὺς Ἕλληνας τοὺς μισθοφόρους ἔταξεν ἐς τρισμυρίους κατὰ τὴν φάλαγγα τῶν Μακεδόνων

Ἀλέξανδρος δέ, ὡς αὐτῷ πρόσω ἰόντι τὸ χωρίον διέσχεν ὀλίγον ἐς πλάτος, παρήγαγε τοὺς ἱππέας, τούς τε ἑταίρους καλουμένους καὶ τοὺς Θεσσαλοὺς καὶ τοὺς Μακεδόνας. καὶ τούτους μὲν ἐπὶ τῷ δεξιῷ κέρᾳ ἅμα οἷ ἔταξε, τοὺς δὲ ἐκ Πελοποννήσου καὶ τὸ ἄλλο τὸ συμμαχικὸν ἐπὶ τὸ εὐώνυμον πέμπει ὡς Παρμενίωνα.

πρῶτοι δὴ οἱ κατὰ Ἀλέξανδρον καὶ αὐτὸς Ἀλέξανδρος ἐπὶ τοῦ δεξιοῦ τεταγμένος δρόμῳ ἐς τὸν ποταμὸν ἐνέβαλον, ὡς τῇ τε ὀξύτητι τῆς ἐφόδου ἐκπλῆξαι τοὺς Πέρσας καὶ τοῦ θᾶσσον ἐς χεῖρας ἐλθόντας ὀλίγα πρὸς τῶν τοξοτῶν βλάπτεσθαι. καὶ ξυνέβη ὅπως εἴκασεν Ἀλέξανδρος. εὐθὺς γὰρ ὡς ἐν χερσὶν ἡ μάχη ἐγένετο, τρέπονται τοῦ Περσικοῦ στρατεύματος οἱ τῷ ἀριστερῷ κέρᾳ ἐπιτεταγμένοι. καὶ ταύτῃ μὲν λαμπρῶς ἐνίκα Ἀλέξανδρός τε καὶ οἱ ἀμφ' αὐτόν. οἱ δὲ Ἕλληνες οἱ μισθοφόροι οἱ ξὺν Δαρείῳ, ἧ διέσχε τῶν Μακεδόνων ἡ φάλαγξ ὡς ἐπὶ τὸ δεξιὸν κέρας παραῤῥαγεῖσα, ὅτι Ἀλέξανδρος μὲν σπουδῇ ἐς τὸν ποταμὸν ἐμβαλὼν καὶ ἐν χερσὶ τὴν μάχην ποιήσας ἐξώθει ἤδη τοὺς ταύτῃ τεταγμένους τῶν Περσῶν, οἱ δὲ κατὰ μέσον τῶν Μακεδόνων οὔτε τῇ ἴσῃ σπουδῇ ἥψαντο τοῦ ἔργου καὶ πολλαχῇ κρημνώδεσι ταῖς ὄχθαις ἐντυγχάνοντες τὸ μέτωπον τῆς φάλαγγος οὐ δυνατοὶ ἐγένοντο ἐν τῇ αὐτῇ τάξει διασώσασθαι, _ταύτῃ ἐμβάλλουσιν οἱ Ἕλληνες τοῖς Μακεδόσιν ἧ μάλιστα διεσπασμένην αὐτοῖς τὴν φάλαγγα κατεῖδον. καὶ τὸ ἔργον ἐνταῦθα καρτερὸν ἦν, τῶν μὲν ἐς τὸν ποταμὸν ἀπώσασθαι τοὺς Μακεδόνας καὶ τὴν νίκην τοῖς ἤδη φεύγουσι σφῶν ἀνασώσασθαι, τῶν Μακεδόνων δὲ τῆς τε Ἀλεξάνδρου ἤδη φαινομένης εὐπραγίας μὴ λειφθῆναι καὶ τὴν δόξαν τῆς φάλαγγος, ὡς ἀμάχου δὴ ἐς τὸ τότε διαβεβοημένης, μὴ ἀφανίσαι. καί τι καὶ τοῖς γένεσι τῷ τε Ἑλληνικῷ καὶ τῷ Μακεδονικῷ φιλοτιμίας ἐνέπεσεν ἐς ἀλλήλους. καὶ ἐνταῦθα πίπτει Πτολεμαῖός τε ὁ Σελεύκου, ἀνὴρ ἀγαθὸς γενόμενος, καὶ ἄλλοι ἐς εἴκοσι μάλιστα καὶ ἑκατὸν τῶν οὐκ ἠμελημένων Μακεδόνων.
Πρὸς ταῦτα ἀντιγράφει Ἀλέξανδρος καὶ ξυμπέμπει τοῖς παρὰ Δαρείου ἐλθοῦσι Θέρσιππον, παραγγείλας τὴν ἐπιστολὴν δοῦναι Δαρείῳ, αὐτὸν δὲ μὴ διαλέγεσθαι ὑπὲρ μηδενός. ἡ δὲ ἐπιστολὴ ἡ Ἀλεξάνδρου ἔχει ὧδε. Οἱ ὑμέτεροι πρόγονοι ἐλθόντες εἰς Μακεδονίαν καὶ εἰς τὴν ἄλλην Ἑλλάδα κακῶς ἐποίησαν ἡμᾶς οὐδὲν προηδικημένοι. ἐγὼ δὲ τῶν Ἑλλήνων ἡγεμὼν κατασταθεὶς καὶ τιμωρήσασθαι βουλόμενος Πέρσας διέβην ἐς τὴν Ἀσίαν, ὑπαρξάντων ὑμῶν. καὶ γὰρ Περινθίοις ἐβοηθήσατε, οἳ τὸν ἐμὸν πατέρα ἠδίκουν, καὶ εἰς Θρᾴκην, ἧς ἡμεῖς ἤρχομεν, δύναμιν ἔπεμψεν Ὦχος. τοῦ δὲ πατρὸς ἀποθανόντος ὑπὸ τῶν ἐπιβουλευσάντων, οὓς ὑμεῖς συνετάξατε, ὡς αὐτοὶ ἐν ταῖς ἐπιστολαῖς πρὸς ἅπαντας ἐκομπάσατε, καὶ Ἀρσῆν ἀποκτείναντός σου μετὰ Βαγώου, καὶ τὴν ἀρχὴν κατασχόντος οὐ δικαίως οὐδὲ κατὰ τὸν Περσῶν νόμον, ἀλλὰ ἀδικοῦντος Πέρσας, καὶ ὑπὲρ ἐμοῦ πρὸς τοὺς Ἕλληνας γράμματα οὐκ ἐπιτήδεια διαπέμποντος, ὅπως πρός με πολεμῶσι, καὶ χρήματα ἀποστέλλοντος πρὸς Λακεδαιμονίους καὶ ἄλλους τινὰς τῶν Ἑλλήνων, καὶ τῶν μὲν ἄλλων πόλεων οὐδεμιᾶς δεχομένης, Λακεδαιμονίων δὲ λαβόντων, καὶ τῶν παρὰ σοῦ πεμφθέντων τοὺς ἐμοὺς φίλους διαφθειράντων καὶ τὴν εἰρήνην, ἣν τοῖς Ἕλλησι κατεσκεύασα, διαλύειν ἐπιχειρούντων_ἐστράτευσα ἐπὶ σὲ ὑπάρξαντος σοῦ τῆς ἔχθρας. ἐπεὶ δὲ μάχῃ νενίκηκα πρότερον μὲν τοὺς σοὺς στρατηγοὺς καὶ σατράπας, νῦν δὲ σὲ καὶ τὴν μετὰ σοῦ δύναμιν, καὶ τὴν χώραν ἔχω τῶν θεῶν μοι δόντων, ὅσοι τῶν μετὰ σοῦ παραταξαμένων μὴ ἐν τῇ μάχῃ ἀπέθανον, ἀλλὰ παρ' ἐμὲ κατέφυγον, τούτων ἐπιμέλομαι καὶ οὐκ ἄκοντες παρ' ἐμοί εἰσιν, ἀλλὰ αὐτοὶ ἑκόντες ξυστρατεύονται μετ' ἐμοῦ. ὡς οὖν ἐμοῦ τῆς Ἀσίας ἁπάσης κυρίου ὄντος ἧκε πρὸς ἐμέ. εἰ δὲ φοβῇ μὴ ἐλθὼν πάθῃς τι ἐξ ἐμοῦ ἄχαρι, πέμπε τινὰς τῶν φίλων τὰ πιστὰ ληψομένους. ἐλθὼν δὲ πρός με τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τοὺς παῖδας καὶ εἰ ἄλλο τι θέλεις αἴτει καὶ λάμβανε. ὅ τι γὰρ ἂν πείθῃς ἐμὲ ἔσται σοι. καὶ τοῦ λοιποῦ ὅταν πέμπῃς παρ' ἐμὲ, ὡς πρὸς βασιλέα τῆς Ἀσίας πέμπε, μηδὲ [ἃ] ἐξ ἴσου ἐπίστελλε, ἀλλ' ὡς κυρίῳ ὄντι πάντων τῶν σῶν φράζε εἴ του δέῃ. εἰ δὲ μή, ἐγὼ βουλεύσομαι περὶ σοῦ ὡς ἀδικοῦντος. εἰ δ' ἀντιλέγεις περὶ τῆς βασιλείας, ὑπομείνας ἔτι ἀγώνισαι περὶ αὐτῆς καὶ μὴ φεῦγε, ὡς ἐγὼ ἐπὶ σὲ πορεύσομαι οὗ ἂν ἦς.

ἦσαν δὲ Εὐθυκλῆς μὲν Σπαρτιάτης, Θεσσαλίσκος δὲ Ἰσμηνίου καὶ Διονυσόδωρος Ὀλυμπιονίκης Θηβαῖοι, Ἰφικράτης δὲ ὁ Ἰφικράτους τοῦ στρατηγοῦ Ἀθηναῖος. καὶ οὗτοι ὡς ἧκον παρὰ Ἀλέξανδρον, Θεσσαλίσκον μὲν καὶ Διονυσόδωρον καίπερ Θηβαίους ὄντας εὐθὺς ἀφῆκεν, τὸ μέν τι κατοικτίσει τῶν Θηβῶν, τὸ δὲ ὅτι συγγνωστὰ δεδρακέναι ἐφαίνοντο, ἠνδραποδισμένης ὑπὸ Μακεδόνων τῆς πατρίδος σφίσιν τε ἥντινα ἠδύναντο ὠφέλειαν εὑρισκόμενοι καὶ εἰ δή τινα καὶ τῇ πατρίδι ἐκ Περσῶν καὶ Δαρείου
Τούτῳ τῷ Ἡρακλεῖ τῷ Τυρίῳ ἔφη ἐθέλειν θῦσαι Ἀλέξανδρος. ὡς δὲ ἀπηγγέλθη ταῦτα πρὸς τῶν πρέσβεων εἰς τὴν Τύρον, τὰ μὲν ἄλλα ἔδοξέ σφισι ποιεῖν ὅ τι περ ἐπαγγέλλοι Ἀλέξανδρος, ἐς δὲ τὴν πόλιν μήτε τινὰ Περσῶν μήτε Μακεδόνων δέχεσθαι, ὡς τοῦτο ἔς τε τὰ παρόντα τῷ λόγῳ εὐπρεπέστατον καὶ ἐς τοῦ πολέμου τὴν κρίσιν, ἄδηλον ἔτι οὖσαν, ἀσφαλέστατόν σφισι γνωσόμενοι. 
Κύπρος δὲ ἐπὶ τῷδε ἢ οὐ χαλεπῶς ἡμῖν προσχωρήσει ἢ ἐξ ἐπίπλου εὐμαρῶς ληφθήσεται. καὶ ταῖς τε ἐκ Μακεδονίας ναυσὶ καὶ ταῖς Φοινίσσαις πλεόντων ἡμῶν τὴν θάλασσαν καὶ Κύπρου ἅμα προσγενομένης θαλασσοκρατοῖμέν τε ἂν βεβαίως καὶ ὁ ἐς Αἴγυπτον στόλος εὐμαρῶς ἡμῖν ἐν ταὐτῷ γίγνεται.
Ὡς δὲ ταῦτα ὅμως ἐκράτησε, χῶμα ἔγνω χωννύναι ἐκ τῆς ἠπείρου ὡς ἐπὶ τὴν πόλιν. ἔστι δὲ πορθμὸς τεναγώδης τὸ χωρίον καὶ τὰ μὲν πρὸς τῇ ἠπείρῳ τῆς θαλάσσης βραχέα καὶ πηλώδη αὐτοῦ, τὰ δὲ πρὸς αὐτῇ τῇ πόλει, ἵνα τὸ βαθύτατον τοῦ διάπλου, τριῶν μάλιστα ὀργυιῶν τὸ βάθος. ἀλλὰ λίθων τε πολλῶν ἀφθονία ἦν καὶ ὕλης, ἥντινα τοῖς λίθοις ἄνωθεν ἐπεφόρουν, χάρακές τε οὐ χαλεπῶς κατεπήγνυντο ἐν τῷ πηλῷ καὶ αὐτὸς ὁ πηλὸς ξύνδεσμος τοῖς λίθοις ἐς τὸ ἐπιμένειν ἐγίγνετο. καὶ προθυμία τῶν τε Μακεδόνων ἐς τὸ ἔργον καὶ Ἀλεξάνδρου πολλὴ ἦν παρόντος τε καὶ αὐτοῦ ἕκαστα ἐξηγουμένου καὶ τὰ μὲν λόγῳ ἐπαίροντος, τὰ δὲ καὶ χρήμασι τούς τι ἐκπρεπέστερον κατ' ἀρετὴν πονουμένους ἐπικουφίζοντος. ἀλλ' ἔστε μὲν τὸ πρὸς τῇ ἠπείρῳ ἐχώννυτο, οὐ χαλεπῶς προὐχώρει τὸ ἔργον, ἐπὶ βάθος τε ὀλίγον χωννύμενον καὶ οὐδενὸς ἐξείργοντος. ὡς δὲ τῷ τε βαθυτέρῳ ἤδη ἐπέλαζον καὶ ἅμα τῇ πόλει αὐτῇ ἐγγὺς ἐγίγνοντο, ἀπό τε τῶν τειχῶν ὑψηλῶν ὄντων βαλλόμενοι ἐκακοπάθουν, ἅτε καὶ ἐπ' ἐργασίᾳ μᾶλλόν τι ἢ ὡς ἐς μάχην ἀκριβῶς ἐσταλμένοι, καὶ ταῖς τριήρεσιν ἄλλῃ καὶ ἄλλῃ τοῦ χώματος ἐπιπλέοντες οἱ Τύριοι, ἅτε δὴ θαλασσοκρατοῦντες ἔτι, ἄπορον πολλαχῇ τὴν πρόσχωσιν τοῖς Μακεδόσιν ἐποίουν. καὶ οἱ Μακεδόνες πύργους ἐπ' ἄκρου τοῦ χώματος, ὅ τι περ προκεχωρήκει αὐτοῖς ἐπὶ πολὺ τῆς θαλάσσης, ἐπέστησαν δύο καὶ μηχανὰς ἐπὶ τοῖς πύργοις. προκαλύμματα δὲ δέῤῥεις καὶ διφθέραι αὐτοῖς ἦσαν, ὡς μήτε πυρφόροις βέλεσιν ἀπὸ τοῦ τείχους βάλλεσθαι, τοῖς τε ἐργαζομένοις προβολὴν ἐν τῷ αὐτῷ εἶναι πρὸς τὰ τοξεύματα. ἅμα τε ὅσοι προσπλέοντες τῶν Τυρίων ἔβλαπτον τοὺς χωννύντας, ἀπὸ τῶν πύργων βαλλόμενοι οὐ χαλεπῶς ἀνασταλήσεσθαι ἔμελλον.

ἧκον δὲ ἐν ταῖς αὐταῖς ἡμέραις καὶ ἐκ Ῥόδου τριήρεις ἥ τε περίπολος καλουμένη καὶ ξὺν ταύτῃ ἄλλαι ἐννέα, καὶ ἐκ Σόλων καὶ Μαλλοῦ τρεῖς καὶ Λύκιαι δέκα, ἐκ Μακεδονίας δὲ πεντηκόντορος, ἐφ' ἧς Πρωτέας ὁ Ἀνδρονίκου ἐπέπλει.
Οἱ δὲ Τύριοι ἐπί τε τῶν ἐπάλξεων τῶν κατὰ τὸ χῶμα πύργους ξυλίνους ἐπέστησαν, ὡς ἀπομάχεσθαι ἀπ' αὐτῶν, καὶ εἴ πῃ ἄλλῃ αἱ μηχαναὶ προσήγοντο, βέλεσί τε ἠμύνοντο καὶ πυρφόροις οἰστοῖς ἔβαλλον αὐτὰς τὰς ναῦς, ὥστε φόβον παρέχειν τοῖς Μακεδόσι πελάζειν τῷ τείχει. ἦν δὲ αὐτοῖς καὶ τὰ τείχη τὰ κατὰ τὸ χῶμα τό τε ὕψος εἰς πεντήκοντα καὶ ἑκατὸν μάλιστα πόδας καὶ ἐς πλάτος ξύμμετρον λίθοις μεγάλοις ἐν γύψῳ κειμένοις ξυμπεπηγότα. ταῖς δὲ ἱππαγωγοῖς τε καὶ ταῖς τριήρεσι τῶν Μακεδόνων, ὅσαι τὰς μηχανὰς προσῆγον τῷ τείχει, καὶ ταύτῃ οὐκ εὔπορον ἐγίγνετο πελάζειν τῇ πόλει, ὅτι λίθοι πολλοὶ ἐς τὸ πέλαγος προβεβλημένοι ἐξεῖργον αὐτῶν τὴν ἐγγὺς προσβολήν. καὶ τούτους Ἀλέξανδρος ἔγνω ἐξελκύσαι ἐκ τῆς θαλάσσης.
ἀλλὰ καὶ ὣς ὕφαλοι κολυμβηταὶ τὰς σχοίνους αὐτοῖς ὑπέτεμνον. οἱ δὲ ἁλύσεσιν ἀντὶ σχοίνων εἰς τὰς ἀγκύρας χρώμενοι, οἱ Μακεδόνες, καθίεσαν, ὥστε μηδὲν ἔτι πλέον τοῖς κολυμβηταῖς γίγνεσθαι.
Ὡς δὲ οὐδεμία ἔτι τοῖς Τυρίοις ἐκ τῶν νεῶν ὠφέλεια ἦν, ἐπῆγον ἤδη οἱ Μακεδόνες τὰς μηχανὰς τῷ τείχει αὐτῶν. κατὰ μὲν δὴ τὸ χῶμα προσαγόμεναι διὰ ἰσχὺν τοῦ τείχους οὐδὲν ἤνυον ὅ τι καὶ λόγου ἄξιον, οἱ δὲ κατὰ τὸ πρὸς Σιδῶνα τετραμμένον τῆς πόλεως τῶν νεῶν τινας τῶν μηχανοφόρων προσῆγον. ὡς δὲ οὐδὲ ταύτῃ ἤνυεν, ἐς τὸ πρὸς νότον αὖ ἄνεμον καὶ πρὸς Αἴγυπτον ἀνέχον τεῖχος μετῄει πάντῃ ἀποπειρώμενος τοῦ ἔργου. καὶ ἐνταῦθα πρῶτον κατεσείσθη τε τὸ τεῖχος ἐπὶ μέγα καί τι καὶ κατηρίφθη αὐτοῦ παραῤῥαγέν. τότε μὲν δὴ ὅσον ἐπιβαλὼν γεφύρας ἧ ἐρήριπτο τοῦ τείχους ἀπεπειράθη ἐς ὀλίγον τῆς προσβολῆς. καὶ οἱ Τύριοι οὐ χαλεπῶς ἀπεκρούσαντο τοὺς Μακεδόνας.

καὶ ταύτῃ πρῶτον ἧ ἐπετέτακτο Ἀλέξανδρος ἐλήφθη τὸ τεῖχος, οὐ χαλεπῶς ἀποκρουσθέντων ἀπ' αὐτοῦ τῶν Τυρίων, ἐπειδὴ πρῶτον βεβαίῳ τε καὶ ἅμα οὐ πάντῃ ἀποτόμῳ τῇ προσβάσει ἐχρήσαντο οἱ Μακεδόνες

 τὸ δὲ πλῆθος τῶν Τυρίων τὸ μὲν τεῖχος, ὡς ἐχόμενον εἶδον, ἐκλείπουσιν, ἀθροισθέντες δὲ κατὰ τὸ Ἀγηνόριον καλούμενον ἐπέστρεψαν ταύτῃ ἐπὶ τοὺς Μακεδόνας. καὶ Ἀλέξανδρος ξὺν τοῖς ὑπασπισταῖς ἐπὶ τούτους χωρήσας τοὺς μὲν αὐτοῦ μαχομένους διέφθειρεν αὐτῶν, τοῖς δὲ φεύγουσιν ἐφείπετο. καὶ φόνος ἦν πολύς, τῶν τε ἀπὸ τοῦ λιμένος ἐχόντων ἤδη τὴν πόλιν καὶ τῆς Κοίνου τάξεως παρεληλυθυίας ἐς αὐτήν. ὀργῇ γὰρ ἐχώρουν ἐπὶ πᾶν οἱ Μακεδόνες, τῆς τε πολιορκίας τῇ τριβῇ ἀχθόμενοι καὶ ὅτι λαβόντες τινὰς αὐτῶν οἱ Τύριοι πλέοντας ἐκ Σιδῶνος ἐπὶ τὸ τεῖχος ἀναβιβάσαντες, ὅπως ἄποπτον εἴη ἀπὸ τοῦ στρατοπέδου, σφάξαντες ἔῤῥιψαν εἰς τὴν θάλασσαν. ἀπέθανον δὲ τῶν μὲν Τυρίων ἐς ὀκτακισχιλίους, τῶν Μακεδόνων δὲ ἐν τῇ τότε προσβολῇ Ἄδμητός τε ὁ πρῶτος ἑλὼν τὸ τεῖχος, ἀνὴρ ἀγαθὸς γενόμενος, καὶ ξὺν αὐτῷ εἴκοσι τῶν ὑπασπιστῶν. ἐν δὲ τῇ πάσῃ πολιορκίᾳ μάλιστα ἐς τετρακοσίους.

 καὶ ἐχώννυτο κατὰ τὸ νότιον μάλιστα τῆς πόλεως τεῖχος, ἵνα ἐπιμαχώτερα ἐφαίνετο. ὡς δὲ ἐδόκει ἐξῆρθαι συμμέτρως τὸ χῶμα, μηχανὰς ἐπιστήσαντες οἱ Μακεδόνες ἐπῆγον ὡς ἐπὶ τὸ τεῖχος τῶν Γαζαίων. καὶ ἐν τούτῳ θύοντι Ἀλεξάνδρῳ καὶ ἐστεφανωμένῳ τε καὶ κατάρχεσθαι μέλλοντι τοῦ πρώτου ἱερείου κατὰ νόμον τῶν τις σαρκοφάγων ὀρνίθων ὑπερπετόμενος ὑπὲρ τοῦ βωμοῦ λίθον ἐμβάλλει ἐς τὴν κεφαλήν, ὅντινα τοῖν ποδοῖν ἔφερε.

Ταῦτα ἀκούσας Ἀλέξανδρος τέως μὲν πρὸς ταῖς μηχαναῖς ἔξω βέλους αὑτὸν εἶχεν. ὡς δὲ ἐκδρομή τε ἐκ τῆς πόλεως καρτερὰ ἐγίγνετο καὶ πῦρ τε ἐπέφερον ταῖς μηχαναῖς οἱ Ἄραβες καὶ τοὺς Μακεδόνας ἀμυνομένους κάτωθεν αὐτοὶ ἐξ ὑπερδεξίου τοῦ χωρίου ἔβαλλόν τε καὶ ὤθουν κατὰ τοῦ ποιητοῦ χώματος, ἐνταῦθα ἢ ἑκὼν ἀπειθεῖ Ἀλέξανδρος τῷ μάντει ἢ ἐκπλαγεὶς ἐν τῷ ἔργῳ οὐκ ἐμνημόνευσε τῆς μαντείας, ἀλλ' ἀναλαβὼν τοὺς ὑπασπιστὰς παρεβοήθει, ἵνα μάλιστα ἐπιέζοντο οἱ Μακεδόνες. καὶ τούτους μὲν ἔσχε τὸ μὴ οὐκ αἰσχρᾷ φυγῇ ὠσθῆναι κατὰ τοῦ χώματος, αὐτὸς δὲ βάλλεται καταπέλτῃ διὰ τῆς ἀσπίδος διαμπὰξ καὶ τοῦ θώρακος ἐς τὸν ὦμον. ὡς δὲ ἔγνω τὰ ἀμφὶ τὸ τραῦμα ἀληθεύσαντα Ἀρίστανδρον, ἐχάρη, ὅτι καὶ τὴν πόλιν δὴ αἱρήσειν ἐδόκει Ἀριστάνδρου ἕνεκα.

 τοῖς τε βέλεσιν ἐπὶ πολὺ κατεῖχον οἱ Μακεδόνες ἀναστέλλοντες τοὺς προμαχομένους τῶν πύργων, ἐς μὲν τρεῖς προσβολὰς οἱ ἐκ τῆς πόλεως ἀποθνησκόντων τε αὐτοῖς πολλῶν καὶ τιτρωσκομένων ὅμως ἀντεῖχον. τῇ τετάρτῃ δὲ τῶν Μακεδόνων τὴν φάλαγγα πάντοθεν προσαγαγὼν Ἀλέξανδρος τῇ μὲν ὑπορυσσόμενον τὸ τεῖχος καταβάλλει, τῇ δὲ παιόμενον ταῖς μηχαναῖς κατασείει ἐπὶ πολύ, ὡς μὴ χαλεπὴν ταῖς κλίμαξιν τὴν προσβολὴν κατὰ τὰ ἐρηριμμένα ἐνδοῦναι. αἵ τε οὖν κλίμακες προσήγοντο τῷ τείχει καὶ ἔρις πολλὴ ἦν τῶν Μακεδόνων ὅσοι τι ἀρετῆς μετεποιοῦντο ὅστις πρῶτος αἱρήσει τὸ τεῖχος. καὶ αἱρεῖ πρῶτος Νεοπτόλεμος τῶν ἑταίρων τοῦ Αἰακιδῶν γένους. ἐπὶ δὲ αὐτῷ ἄλλαι καὶ ἄλλαι τάξεις ὁμοῦ τοῖς ἡγεμόσιν ἀνέβαινον. ὡς δὲ ἅπαξ παρῆλθόν τινες ἐντὸς τοῦ τείχους τῶν Μακεδόνων, κατασχίσαντες ἄλλας καὶ ἄλλας πύλας, ὅσαις ἕκαστοι ἐπετύγχανον, δέχονται εἴσω τὴν στρατιὰν πᾶσαν.

ΒΙΒΛΙΟ Γ

Καὶ ἀφίκετο ἐς Θάψακον Ἀλέξανδρος μηνὸς Ἑκατομβαιῶνος ἐπὶ ἄρχοντος Ἀθήνησιν Ἀριστοφάνους. καὶ καταλαμβάνει δυοῖν γεφύραιν ἐζευγμένον τὸν πόρον. καὶ γὰρ καὶ Μαζαῖος, ὅτῳ ἡ φυλακὴ τοῦ ποταμοῦ ἐκ Δαρείου ἐπετέτραπτο, ἱππέας μὲν ἔχων περὶ τρισχιλίους, καὶ τούτων Ἕλληνας μισθοφόρους δισχιλίους, τέως μὲν αὐτοῦ ἐπὶ τῷ ποταμῷ ἐφύλασσε, καὶ ἐπὶ τῷδε οὐ ξυνεχὴς ἡ γέφυρα ἐζευγμένη ἦν ἔστε ἐπὶ τὴν ἀντιπέρας ὄχθην τοῖς Μακεδόσι, δειμαίνουσι μὴ ἐπιθοῖντο οἱ ἀμφὶ Μαζαῖον τῇ γεφύρᾳ ἵνα ἐπαύετο. Μαζαῖος δὲ ὡς ἤκουσεν ἤδη προσάγοντα Ἀλέξανδρον, ὤχετο φεύγων ξὺν τῇ στρατιᾷ πάσῃ. καὶ εὐθὺς ὡς ἔφυγε Μαζαῖος ἐπεβλήθησαν αἱ γέφυραι τῇ ὄχθῃ τῇ πέραν καὶ διέβη ἐπ' αὐτῶν ξὺν τῇ στρατιᾷ Ἀλέξανδρος.

Ἐνταῦθα ἀναπαύει τὸν στρατόν. καὶ τῆς σελήνης τὸ πολὺ ἐκλιπὲς ἐγένετο. καὶ Ἀλέξανδρος ἔθυε τῇ τε σελήνῃ καὶ τῷ ἡλίῳ καὶ τῇ γῇ, ὅτων τὸ ἔργον τοῦτο λόγος εἶναι κατέχει. καὶ ἐδόκει Ἀριστάνδρῳ πρὸς Μακεδόνων καὶ Ἀλεξάνδρου εἶναι τῆς σελήνης τὸ πάθημα καὶ ἐκείνου τοῦ μηνὸς ἔσεσθαι ἡ μάχη, καὶ ἐκ τῶν ἱερῶν νίκην σημαίνεσθαι Ἀλεξάνδρῳ.

οἱ δὲ ἐλέφαντες ἔστησαν κατὰ τὴν Δαρείου ἴλην τὴν βασιλικὴν καὶ ἅρματα ἐς πεντήκοντα. τοῦ δὲ δεξιοῦ οἵ τε Ἀρμενίων καὶ Καππαδοκῶν ἱππεῖς προετετάχατο καὶ ἅρματα δρεπανηφόρα πεντήκοντα. οἱ δὲ Ἕλληνες οἱ μισθοφόροι παρὰ Δαρεῖόν τε αὐτὸν ἑκατέρωθεν καὶ τοὺς ἅμα αὐτῷ Πέρσας κατὰ τὴν φάλαγγα αὐτὴν τῶν Μακεδόνων ὡς μόνοι δὴ ἀντίῤῥοποι τῇ φάλαγγι ἐτάχθησαν.

τούτων δὲ ἐχομένη ἡ Κοίνου τοῦ Πολεμοκράτους τάξις ἦν, μετὰ δὲ τούτους ἡ Περδίκκου τοῦ Ὀρόντου, ἔπειτα ἡ Μελεάγρου τοῦ Νεοπτολέμου, ἐπὶ δὲ ἡ Πολυπέρχοντος τοῦ Σιμμίου, ἐπὶ δὲ ἡ Ἀμύντου τοῦ Φιλίππου. ταύτης δὲ ἡγεῖτο Σιμμίας, ὅτι Ἀμύντας ἐπὶ Μακεδονίας ἐς ξυλλογὴν στρατιᾶς ἐσταλμένος ἦν. τὸ δὲ εὐώνυμον τῆς φάλαγγος τῶν Μακεδόνων ἡ Κρατεροῦ τοῦ Ἀλεξάνδρου τάξις εἶχε, καὶ αὐτὸς Κρατερὸς ἐξῆρχε τοῦ εὐωνύμου τῶν πεζῶν.

ἐς ἐπικαμπὴν δέ, εἴ που ἀνάγκη καταλαμβάνοι ἢ ἀναπτύξαι ἢ ξυγκλεῖσαι τὴν φάλαγγα, κατὰ μὲν τὸ δεξιὸν κέρας ἐχόμενοι τῆς βασιλικῆς ἴλης τῶν Ἀγριάνων ἐτάχθησαν οἱ ἡμίσεες, ὧν ἡγεῖτο Ἄτταλος, καὶ μετὰ τούτων οἱ Μακεδόνες οἱ τοξόται, ὧν Βρίσων ἦρχεν, ἐχόμενοι δὲ τῶν τοξοτῶν οἱ ἀρχαῖοι καλούμενοι ξένοι καὶ ἄρχων τούτων Κλέανδρος.

ἤδη τε οἱ τῶν Σκυθῶν ἱππεῖς παριππεύοντες ἥπτοντο τῶν προτεταγμένων τῆς Ἀλεξάνδρου τάξεως καὶ Ἀλέξανδρος ἔτι ὅμως ἦγεν ἐπὶ δόρυ, καὶ ἐγγὺς ἦν τοῦ ἐξαλλάσσειν τὸν ὡδοποιημένον πρὸς τῶν Περσῶν χῶρον. ἔνθα δὴ δείσας Δαρεῖος μὴ προχωρησάντων ἐς τὰ οὐχ ὁμαλὰ τῶν Μακεδόνων ἀχρεῖά σφισι γένηται τὰ ἅρματα, κελεύει τοὺς προτεταγμένους τοῦ εὐωνύμου περιϊππεύειν τὸ κέρας τὸ δεξιόν, ἧ Ἀλέξανδρος ἦγε, τοῦ μηκέτι προσωτέρω αὐτοὺς ἐξάγειν τὸ κέρας.

καὶ ἔπιπτον μὲν πλείονες τῶν Ἀλεξάνδρου, τῷ τε πλήθει τῶν βαρβάρων βιαζόμενοι καὶ ὅτι αὐτοί τε οἱ Σκύθαι καὶ οἱ ἵπποι αὐτοῖς ἀκριβέστερον εἰς φυλακὴν πεφραγμένοι ἦσαν. ἀλλὰ καὶ ὣς τάς τε προσβολὰς αὐτῶν ἐδέχοντο οἱ Μακεδόνες καὶ βίᾳ κατ' ἴλας προσπίπτοντες ἐξώθουν ἐκ τῆς τάξεως.

ὡς δὲ οἵ τε ἱππεῖς οἱ ἀμφὶ Ἀλέξανδρον καὶ αὐτὸς Ἀλέξανδρος εὐρώστως ἐνέκειντο ὠθισμοῖς τε χρώμενοι καὶ τοῖς ξυστοῖς τὰ πρόσωπα τῶν Περσῶν κόπτοντες, ἥ τε φάλαγξ ἡ Μακεδονικὴ πυκνὴ καὶ ταῖς σαρίσσαις πεφρικυῖα ἐμβεβλήκει ἤδη αὐτοῖς, καὶ πάντα ὁμοῦ τὰ δεινὰ καὶ πάλαι ἤδη φοβερῷ ὄντι Δαρείῳ ἐφαίνετο, πρῶτος αὐτὸς ἐπιστρέψας ἔφευγεν. ἐφοβήθησαν δὲ καὶ οἱ περιϊππεύοντες τῶν Περσῶν τὸ κέρας ἐμβαλόντων ἐς αὐτοὺς εὐρώστως τῶν ἀμφὶ Ἀρέτην.

Ταύτῃ μὲν δὴ τῶν Περσῶν φυγὴ καρτερὰ ἦν, καὶ οἱ Μακεδόνες ἐφεπόμενοι ἐφόνευον τοὺς φεύγοντας. οἱ δὲ ἀμφὶ Σιμμίαν καὶ ἡ τούτου τάξις οὐκέτι ξυνεξορμῆσαι Ἀλεξάνδρῳ δυνατοὶ ἐγένοντο ἐς τὴν δίωξιν, ἀλλ' ἐπιστήσαντες τὴν φάλαγγα αὐτοῦ ἠγωνίζοντο, ὅτι τὸ εὐώνυμον τῶν Μακεδόνων πονεῖσθαι ἠγγέλλετο. καὶ ταύτῃ παραῤῥαγείσης αὐτοῖς τῆς τάξεως κατὰ τὸ διέχον διεκπαίουσι τῶν τε Ἰνδῶν τινες καὶ τῆς Περσικῆς ἵππου ὡς ἐπὶ τὰ σκευοφόρα τῶν Μακεδόνων. καὶ τὸ ἔργον ἐκεῖ καρτερὸν ἐγίγνετο. οἵ τε γὰρ Πέρσαι θρασέως προσέκειντο ἀνόπλοις τοῖς πολλοῖς καὶ οὐ προσδοκήσασιν ἐπὶ σφᾶς διεκπεσεῖσθαί τινας διακόψαντας διπλῆν τὴν φάλαγγα, καὶ οἱ αἰχμάλωτοι βάρβαροι ἐμβαλόντων τῶν Περσῶν ξυνεπέθεντο καὶ αὐτοὶ τοῖς Μακεδόσιν ἐν τῷ ἔργῳ. τῶν δὲ ἐπιτεταγμένων τῇ πρώτῃ φάλαγγι οἱ ἡγεμόνες ὀξέως μαθόντες τὸ γιγνόμενον μεταβαλόντες, ἧπερ παρήγγελτο αὐτοῖς, τὴν τάξιν ἐπιγίγνονται κατὰ νώτου τοῖς Πέρσαις, καὶ πολλοὺς μὲν αὐτῶν αὐτοῦ ἀμφὶ τοῖς σκευοφόροις ξυνεχομένους ἀπέκτειναν, οἱ δὲ αὐτῶν ἐγκλίναντες ἔφευγον. οἱ δ' ἐπὶ τοῦ δεξιοῦ κέρως τῶν Περσῶν οὔπω τῆς φυγῆς τῆς Δαρείου ᾐσθημένοι περιϊππεύσαντες τὸ Ἀλεξάνδρου εὐώνυμον κατὰ κέρας τοῖς ἀμφὶ τὸν Παρμενίωνα ἐνέβαλλον.

Καὶ ἐν τούτῳ ἀμφιβόλων τὰ πρῶτα γενομένων τῶν Μακεδόνων πέμπει Παρμενίων παρ' Ἀλέξανδρον σπουδῇ ἀγγελοῦντα, ὅτι ἐν ἀγῶνι ξυνέχεται τὸ κατὰ σφᾶς καὶ βοηθεῖν δεῖ.

ἐνταῦθα καὶ Ἀμύντας ὁ Ἀνδρομένους ξὺν τῇ δυνάμει ἀφίκετο, ἣν ἐκ Μακεδονίας ἦγε. καὶ τούτων τοὺς μὲν ἱππέας ἐς τὴν ἵππον τὴν ἑταιρικὴν κατέταξεν Ἀλέξανδρος, τοὺς πεζοὺς δὲ προσέθηκεν ταῖς τάξεσι ταῖς ἄλλαις, κατὰ ἔθνη ἑκάστους ξυντάξας. κατέστησε δὲ καὶ λόχους δύο ἐν ἑκάστῃ ἴλῃ, οὐ πρόσθεν ὄντας λόχους ἱππικούς, καὶ λοχαγοὺς ἐπέστησε τοὺς κατ' ἀρετὴν προκριθέντας ἐκ τῶν ἑταίρων.

αὐτὸς δὲ τούς τε Μακεδόνας τοὺς πεζοὺς ἀναλαβὼν καὶ τὴν ἵππον τὴν ἑταιρικὴν καὶ τοὺς προδρόμους ἱππέας καὶ τοὺς Ἀγριᾶνας καὶ τοὺς τοξότας ᾔει σπουδῇ τὴν διὰ τῶν ὀρῶν. ὡς δὲ ἐπὶ τὰς πύλας τὰς Περσίδας ἀφίκετο, καταλαμβάνει αὐτοῦ Ἀριοβαρζάνην τὸν Περσῶν σατράπην πεζοὺς μὲν ἐς τετρακισμυρίους ἔχοντα, ἱππέας δὲ ἐς ἑπτακοσίους, διατετειχικότα τὰς πύλας καὶ αὐτοῦ πρὸς τῷ τείχει ἐστρατοπεδευκότα, ὡς εἴργειν τῆς παρόδου Ἀλέξανδρον.

οἱ πολέμιοι δὲ πάντοθεν ἀμφίβολοι γιγνόμενοι οὐδὲ ἐς χεῖρας ἐλθόντες ἔφυγον, ἀλλὰ πανταχόθεν γὰρ εἴργοντο, τῇ μὲν Ἀλεξάνδρου ἐπικειμένου, ἄλλῃ δὲ τῶν ἀμφὶ Κρατερὸν παραθεόντων, ὥστε ἠναγκάσθησαν οἱ πολλοὶ αὐτῶν ἐς τὰ τείχη ἀποστρέψαντες φεύγειν. εἴχετο δὲ καὶ τὰ τείχη πρὸς τῶν Μακεδόνων ἤδη. Ἀλέξανδρος γὰρ τοῦτο αὐτὸ ὅπερ ξυνέβη ὑποτοπήσας Πτολεμαῖον ἀπολελοίπει αὐτοῦ, ἔχοντα τῶν πεζῶν ἐς τρισχιλίους, ὥστε οἱ μὲν πλεῖστοι τῶν βαρβάρων ἐν χερσὶ πρὸς τῶν Μακεδόνων κατεκόπησαν,

Παρμενίωνα δὲ προσέταξε τὰ χρήματα τὰ ἐκ Περσῶν κομιζόμενα εἰς τὴν ἄκραν τὴν ἐν Ἐκβατάνοις καταθέσθαι καὶ Ἁρπάλῳ παραδοῦναι. Ἅρπαλον γὰρ ἐπὶ τῶν χρημάτων ἀπέλιπε καὶ φυλακὴν τῶν χρημάτων Μακεδόνας ἐς ἑξακισχιλίους καὶ ἱππέας καὶ ψιλοὺς ὀλίγους. αὐτὸν δὲ Παρμενίωνα τοὺς ξένους ἀναλαβόντα καὶ τοὺς Θρᾷκας καὶ ὅσοι ἄλλοι ἱππεῖς ἔξω τῆς ἵππου τῆς ἑταιρικῆς παρὰ τὴν χώραν τὴν Καδουσίων ἐλαύνειν ἐς Ὑρκανίαν. Κλείτῳ δὲ τῷ τῆς βασιλικῆς ἴλης ἡγεμόνι ἐπέστειλεν, ἐπειδὰν ἐκ Σούσων εἰς Ἐκβάτανα ἀφίκηται, κατελέλειπτο γὰρ ἐν Σούσοις ἀῤῥωστῶν, ἀναλαβόντα τοὺς Μακεδόνας τοὺς ἐπὶ τῶν χρημάτων τότε ὑπολειφθέντας ἰέναι τὴν ἐπὶ Παρθυαίους, ἵνα καὶ αὐτὸς ἥξειν ἔμελλεν.

Αὐτὸς δὲ ἀναλαβὼν τήν τε ἵππον τῶν ἑταίρων καὶ τοὺς προδρόμους καὶ τοὺς μισθοφόρους ἱππέας, ὧν Ἐριγύϊος ἡγεῖτο, καὶ τὴν φάλαγγα τὴν Μακεδονικὴν ἔξω τῶν ἐπὶ τοῖς χρήμασι ταχθέντων καὶ τοὺς τοξότας καὶ τοὺς Ἀγριᾶνας ἤλαυνεν ὡς ἐπὶ Δαρεῖον. καὶ αὐτῷ κατὰ τὴν ὁδὸν σπουδῇ γιγνομένην τῶν τε στρατιωτῶν πολλοὶ κάμνοντες ὑπελείποντο καὶ ἵπποι ἀπέθνησκον.

Τοῦτο τὸ τέλος Δαρείῳ ἐγένετο ἐπὶ ἄρχοντος Ἀθηναίοις Ἀριστοφῶντος μηνὸς Ἑκατομβαιῶνος, ἀνδρὶ τὰ μὲν πολέμια, εἴπερ τινὶ ἄλλῳ, μαλθακῷ τε καὶ οὐ φρενήρει, εἰς δὲ τἆλλα οὐδὲν ἀνεπιεικὲς ἔργον ἀποδειξαμένῳ ἢ οὐδὲ ἐγγενόμενον αὐτῷ ἀποδείξασθαι, ὅτι ὁμοῦ μὲν ἐς τὴν βασιλείαν παρελθεῖν, ὁμοῦ δὲ προσπολεμεῖσθαι πρός τε Μακεδόνων καὶ τῶν Ἑλλήνων ξυνέβη.

Ὑπερβαλὼν δὲ τὰ πρῶτα ὄρη καὶ καταστρατοπεδεύσας αὐτοῦ ἀναλαβὼν τούς τε ὑπασπιστὰς καὶ τῆς Μακεδονικῆς φάλαγγος τοὺς κουφοτάτους καὶ τῶν τοξοτῶν ἔστιν οὓς ᾔει χαλεπὴν ὁδὸν καὶ δύσπορον, φύλακας τῶν ὁδῶν καταλιπών, ἵνα σφαλερόν τι αὐτῷ ἐφαίνετο, ὡς μὴ τοῖς ἑπομένοις κατ' ἐκεῖνα ἐπιθοῖντο οἱ τὰ ὄρη ἔχοντες τῶν βαρβάρων.

 ἀφῆκεν δὲ καὶ τῶν ἄλλων Ἑλλήνων, ὅσοι πρὸ τῆς εἰρήνης τε καὶ τῆς ξυμμαχίας τῆς πρὸς Μακεδόνας γενομένης παρὰ Πέρσαις ἐμισθοφόρουν, καὶ Καλχηδονίων Ἡρακλείδην τὸν πρεσβευτὴν ἀφῆκεν. τοὺς δὲ ἄλλους ξυστρατεύεσθαί οἱ ἐπὶ μισθῷ τῷ αὐτῷ ἐκέλευσε. καὶ ἐπέταξεν αὐτοῖς Ἀνδρόνικον, ὅσπερ ἤγαγέ τε αὐτοὺς καὶ ἔνδηλος γεγόνει οὐ φαῦλον ποιούμενος σῶσαι τοὺς ἄνδρας.

ἐκεῖθεν δὲ ὅτι ἔγνωκεν, ἐπειδὰν προκεχωρηκότα Ἀλέξανδρον πύθηται, ἰέναι ξὺν τῇ δυνάμει παρὰ Βῆσσον, ὡς ξὺν ἐκείνῳ ἐπιθησόμενος ὅπῃ ἂν τύχῃ τοῖς Μακεδόσι. ταῦτα ὡς ἐξηγγέλθη αὐτῷ, τὴν μὲν ἐπὶ Βάκτρα ὁδὸν οὐκ ἦγεν, ἀναλαβὼν δὲ τούς τε ἑταίρους ἱππέας καὶ τοὺς ἱππακοντιστὰς καὶ τοὺς τοξότας καὶ τοὺς Ἀγριᾶνας καὶ τὴν Ἀμύντου τε καὶ Κοίνου τάξιν, τὴν δὲ ἄλλην δύναμιν αὐτοῦ καταλιπὼν καὶ ἐπ' αὐτῇ Κρατερὸν ἡγεμόνα, σπουδῇ ἦγεν ὡς ἐπὶ Σατιβαρζάνην τε καὶ τοὺς Ἀρείους καὶ διελθὼν ἐν δυσὶν ἡμέραις σταδίους ἐς ἑξακοσίους πρὸς Ἀρτακόανα ἧκεν.

Πτολεμαῖος δὲ ὁ Λάγου λέγει εἰσαχθῆναι εἰς Μακεδόνας Φιλώταν καὶ κατηγορῆσαι μὲν αὐτοῦ ἰσχυρῶς Ἀλέξανδρον, ἀπολογήσασθαι δὲ αὐτὸν Φιλώταν. καὶ τοὺς ἐπιμηνυτὰς τοῦ ἔργου παρελθόντας ἐξελέγξαι Φιλώταν τε καὶ τοὺς ἀμφ' αὐτὸν ἄλλοις τε ἐλέγχοις οὐκ ἀφανέσι καὶ μάλιστα δὴ ὅτι αὐτὸς Φιλώτας πεπύσθαι μὲν ἐπιβουλήν τινα Ἀλεξάνδρῳ παρασκευαζομένην συνέφη, ἐξηλέγχετο δὲ κατασιωπήσας ταύτην πρὸς Ἀλέξανδρον, καίτοι δὶς ἐπὶ τὴν σκηνὴν ὁσημέραι τὴν Ἀλεξάνδρου φοιτῶν. καὶ Φιλώταν μὲν κατακοντισθῆναι πρὸς τῶν Μακεδόνων καὶ ὅσοι ἄλλοι μετέσχον αὐτῷ τῆς ἐπιβουλῆς ἐπὶ Παρμενίωνα δὲ σταλῆναι Πολυδάμαντα, ἕνα τῶν ἑταίρων, γράμματα φέροντα παρ' Ἀλεξάνδρου πρὸς τοὺς στρατηγοὺς τοὺς ἐν Μηδίᾳ, Κλέανδρόν τε καὶ Σιτάλκην καὶ Μεννίδαν.

ἐν τοσαύτῃ ὢν ἀξιώσει παρά τε αὐτῷ Ἀλεξάνδρῳ καὶ ἐς τὸ ἄλλο στράτευμα, μὴ ὅτι τὸ Μακεδονικόν, ἀλλὰ καὶ τῶν ἄλλων ξένων, ὧν πολλάκις καὶ ἐν μέρει καὶ παρὰ τὸ μέρος κατὰ πρόσταξιν τὴν Ἀλεξάνδρου ξὺν χάριτι ἐξηγεῖτο.

εἷς τῶν ἀδελφῶν τῶν Ἀμύντου, ξυλληφθέντος Φιλώτα ἔφυγεν ἐς τοὺς πολεμίους. ἀλλ' Ἀμύντας γε ξὺν τοῖς ἀδελφοῖς ὑπομείνας τὴν δίκην καὶ ἀπολογησάμενος ἐν Μακεδόσι καρτερῶς ἀφίεται τῆς αἰτίας. καὶ εὐθὺς ὡς ἀπέφυγεν ἐν τῇ ἐκκλησίᾳ ἠξίωσεν ἐφεθῆναί οἱ ἐλθεῖν παρὰ τὸν ἀδελφὸν καὶ ἐπαναγαγεῖν αὐτὸν παρ' Ἀλέξανδρον. καὶ οἱ Μακεδόνες ξυγχωροῦσιν.

Πρὶν δὲ διαβαίνειν τὸν ποταμὸν τῶν τε Μακεδόνων ἐπιλέξας τοὺς πρεσβυτάτους καὶ ἤδη ἀπολέμους καὶ τῶν Θεσσαλῶν τοὺς ἐθελοντὰς καταμείναντας ἐπ' οἴκου ἀπέστειλεν. ἐκπέμπει δὲ καὶ Στασάνορα, ἕνα τῶν ἑταίρων, ἐς Ἀρείους, προστάξας Ἀρσάκην μὲν τὸν σατράπην τῶν Ἀρείων ξυλλαβεῖν, ὅτι ἐθελοκακεῖν αὐτῷ Ἀρσάκης ἔδοξεν, αὐτὸν δὲ σατράπην εἶναι ἀντ' ἐκείνου Ἀρείων.

Ἐνταῦθα ἀποσκεδασθέντες τινὲς τῶν Μακεδόνων ἐς προνομὴν κατακόπτονται πρὸς τῶν βαρβάρων. οἱ δὲ δράσαντες τὸ ἔργον ἀπέφυγον ἐς ὄρος τραχύτατον καὶ πάντῃ ἀπότομον. ἦσαν δὲ τὸ πλῆθος ἐς τρισμυρίους. καὶ ἐπὶ τούτους Ἀλέξανδρος τοὺς κουφοτάτους τῆς στρατιᾶς ἀναλαβὼν ἦγεν. ἔνθα δὴ προσβολαὶ πολλαὶ ἐγίγνοντο τοῖς Μακεδόσιν ἐς τὸ ὄρος. καὶ τὰ μὲν πρῶτα ἀπεκρούοντο βαλλόμενοι ἐκ τῶν βαρβάρων, καὶ ἄλλοι τε πολλοὶ τραυματίαι ἐγένοντο καὶ αὐτὸς Ἀλέξανδρος ἐς τὴν κνήμην τοξεύεται διαμπὰξ καὶ τῆς περόνης τι ἀποθραύεται αὐτῷ ἐκ τοῦ τοξεύματος. ἀλλὰ καὶ ὣς ἔλαβέ τε τὸ χωρίον, καὶ τῶν βαρβάρων οἱ μὲν αὐτοῦ κατεκόπησαν πρὸς τῶν Μακεδόνων, πολλοὶ δὲ καὶ κατὰ τῶν πετρῶν ῥίψαντες σφᾶς ἀπέθανον, ὥστε ἐκ τρισμυρίων οὐ πλείους ἀποσωθῆναι ὀκτακισχιλίων.

ΒΙΒΛΙΟ Δ

ἐδόκει δ´ ἂν καὶ μεγάλη γενέσθαι ἡ πόλις πλήθει τε τῶν ἐς αὐτὴν ξυνοικιζομένων καὶ τοῦ ὀνόματος τῇ λαμπρότητι. καὶ ἐν τούτῳ οἱ πρόσχωροι τῷ ποταμῷ βάρβαροι τούς τε τὰ φρούρια ἐν ταῖς πόλεσι σφῶν ἔχοντας στρατιώτας τῶν Μακεδόνων ξυλλαβόντες ἀπέκτειναν καὶ τὰς πόλεις ἐς ἀσφάλειάν τινα μᾶλλον ὠχύρουν. ξυνεπελάβοντο δὲ αὐτοῖς τῆς ἀποστάσεως καὶ τῶν Σογδιανῶν οἱ πολλοί, ἐπαρθέντες πρὸς τῶν ξυλλαβόντων Βῆσσον, ὥστε καὶ τῶν Βακτριανῶν ἔστιν οὕς σφισιν οὗτοι ξυναπέστησαν, εἴτε δὴ καὶ δείσαντες Ἀλέξανδρον, εἴτε καὶ λόγον ἐπὶ τῇ ἀποστάσει διδόντες, ὅτι ἐς ἕνα ξύλλογον ἐπηγγέλκει Ἀλέξανδρος ξυνελθεῖν τοὺς ὑπάρχους τῆς χώρας ἐκείνης εἰς Ζαρίασπα, τὴν μεγίστην πόλιν, ὡς ἐπ´ ἀγαθῷ οὐδενὶ τοῦ ξυλλόγου γιγνομένου.

οἱ δὲ σφενδονῆται αὐτῷ καὶ οἱ τοξόται τε καὶ ἀκοντισταὶ ὁμοῦ τῇ ἐφόδῳ τῶν πεζῶν ἐσηκόντιζον ἐς τοὺς προμαχομένους ἀπὸ τοῦ τείχους καὶ βέλη ἀπὸ μηχανῶν ἠφίετο, ὥστε ὀξέως μὲν ὑπὸ τοῦ πλήθους τῶν βελῶν ἐγυμνώθη τὸ τεῖχος τῶν προμαχομένων, ταχεῖα δὲ ἡ πρόσθεσις τῶν κλιμάκων καὶ ἡ ἀνάβασις τῶν Μακεδόνων ἡ ἐπὶ τὸ τεῖχος ἐγίγνετο. τοὺς μὲν δὴ ἄνδρας πάντας ἀπέκτειναν, οὕτως ἐξ Ἀλεξάνδρου προστεταγμένον, γυναῖκας δὲ καὶ παῖδας καὶ τὴν ἄλλην λείαν διήρπασαν. ἔνθεν δὲ εὐθὺς ἦγεν ἐπὶ τὴν δευτέραν ἀπ´ ἐκείνης πόλιν ᾠκισμένην, καὶ ταύτην τῷ αὐτῷ τε τρόπῳ καὶ τῇ αὐτῇ ἡμέρᾳ λαμβάνει καὶ τοὺς ἁλόντας τὰ αὐτὰ ἔπραξεν.

[3] Οὕτω δὴ τὰς πέντε πόλεις ἐν δυσὶν ἡμέραις ἑλών τε καὶ ἐξανδραποδισάμενος ᾔει ἐπὶ τὴν μεγίστην αὐτῶν τὴν Κύρου πόλιν. ἡ δὲ τετειχισμένη τε ἦν ὑψηλοτέρῳ τείχει ἤπερ αἱ ἄλλαι, οἷα δὴ ὑπὸ Κύρου οἰκισθεῖσα, καὶ τοῦ πλείστου καὶ μαχιμωτάτου τῶν ταύτῃ βαρβάρων ἐς ταύτην συμπεφευγότος οὐχ ὡσαύτως ῥᾳδία ἐξ ἐφόδου ἑλεῖν τοῖς Μακεδόσιν ἐγίγνετο.

Ἐν τούτῳ δὲ τῶν τε ἐκ τῆς Ἀσίας Σκυθῶν στρατιὰ ἀφικνεῖται πρὸς τὰς ὄχθας τοῦ ποταμοῦ τοῦ Τανάϊδος, ἀκούσαντες οἱ πολλοὶ αὐτῶν, ὅτι ἔστιν οἳ καὶ τῶν ἐπέκεινα τοῦ ποταμοῦ βαρβάρων ἀπ´ Ἀλεξάνδρου ἀφεστᾶσιν, ὡς, εἰ δή τι λόγου ὂν ἄξιον νεωτερίζοιτο, καὶ αὐτοὶ ἐπιθησόμενοι τοῖς Μακεδόσι. καὶ οἱ ἀμφὶ Σπιταμένην δὲ ἀπηγγέλθησαν ὅτι τοὺς ἐν Μαρακάνδοις καταλειφθέντας ἐν τῇ ἄκρᾳ πολιορκοῦσιν.

[4] Αὐτὸς δὲ τὴν πόλιν, ἣν ἐπενόει, τειχίσας ἐν ἡμέραις εἴκοσι καὶ ξυνοικίσας ἐς αὐτὴν τῶν τε Ἑλλήνων μισθοφόρων καὶ ὅστις τῶν προσοικούντων βαρβάρων ἐθελοντὴς μετέσχε τῆς ξυνοικήσεως καί τινας καὶ τῶν ἐκ τοῦ στρατοπέδου Μακεδόνων, ὅσοι ἀπόμαχοι ἤδη ἦσαν, θύσας τοῖς θεοῖς ὡς νόμος αὐτῷ καὶ ἀγῶνα ἱππικόν τε καὶ γυμνικὸν ποιήσας, ὡς οὐκ ἀπαλλασσομένους ἑώρα τοὺς Σκύθας ἀπὸ τῆς ὄχθης τοῦ ποταμοῦ

Οἱ δὲ ἐν Μαρακάνδοις ἐν τῇ ἄκρᾳ φρουρούμενοι Μακεδόνες προσβολῆς γενομένης τῇ ἄκρᾳ ἐκ Σπιταμένους τε καὶ τῶν ἀμφ´ αὐτὸν ἐπεκδραμόντες ἀπέκτεινάν τε τῶν πολεμίων ἔστιν οὓς καὶ ἀπώσαντο ξύμπαντας, καὶ αὐτοὶ ἀπαθεῖς ἀπεχώρησαν ἐς τὴν ἄκραν.

ἔνθα δὴ προσλαβὼν ὁ Σπιταμένης τῶν Σκυθῶν ἱππέων ἐς ἑξακοσίους προσεπήρθη ὑπὸ τῆς ξυμμαχίας τῆς Σκυθικῆς δέξασθαι ἐπιόντας τοὺς Μακεδόνας· παραταξάμενος δὲ ἐν χωρίῳ ὁμαλῷ πρὸς τῇ ἐρήμῳ τῆς Σκυθικῆς ὑπομεῖναι μὲν τοὺς πολεμίους ἢ αὐτὸς ἐς αὐτοὺς ἐμβαλεῖν οὐκ ἤθελε, περιϊππεύων δὲ ἐτόξευεν ἐς τὴν φάλαγγα τῶν πεζῶν.

ἀλλὰ φοβερά τε καὶ οὐδενὶ κόσμῳ ἐγένετο αὐτοῖς ἡ ἔσβασις ἡ ἐς τὸν ποταμὸν κατὰ κρημνώδεις τὰς ὄχθας. καὶ οἱ βάρβαροι αἰσθόμενοι τὴν ἁμαρτίαν τῶν Μακεδόνων αὐτοῖς ἵπποις ἔνθεν καὶ ἔνθεν ἐσβάλλουσιν ἐς τὸν πόρον. καὶ οἱ μὲν τῶν ἤδη διαβεβηκότων καὶ ἀποχωρούντων εἴχοντο, οἱ δὲ τοὺς διαβαίνοντας ἀντιμέτωποι ταχθέντες ἀνείλουν ἐς τὸν ποταμόν, οἱ δὲ ἀπὸ τῶν πλαγίων ἐξετόξευον ἐς αὐτούς, οἱ δὲ τοῖς ἔτι ἐσβαίνουσιν ἐπέκειντο, ὥστε ἀπορίᾳ πάντοθεν ξυνεχόμενοι οἱ Μακεδόνες ἐς νῆσόν τινα τῶν ἐν τῷ ποταμῷ ξυμφεύγουσιν οὐ μεγάλην. καὶ περιστάντες αὐτοὺς οἱ Σκύθαι τε καὶ οἱ ξὺν Σπιταμένει ἱππεῖς ἐν κύκλῳ πάντας κατετόξευσαν· ὀλίγους δὲ ἠνδραποδίσαντο αὐτῶν, καὶ τούτους πάντας ἀπέκτειναν.

[6] Ἀριστόβουλος δὲ ἐνέδρᾳ τὸ πολὺ τῆς στρατιᾶς διαφθαρῆναι λέγει, τῶν Σκυθῶν ἐν παραδείσῳ κρυφθέντων, οἳ ἐκ τοῦ ἀφανοῦς ἐπεγένοντο τοῖς Μακεδόσιν ἐν αὐτῷ τῷ ἔργῳ· ἵνα τὸν μὲν Φαρνούχην παραχωρεῖν τῆς ἡγεμονίας τοῖς ξυμπεμφθεῖσι Μακεδόσιν, ὡς οὐκ ἐμπείρως ἔχοντα ἔργων πολεμικῶν, ἀλλ´ ἐπὶ τῷ καθομιλῆσαι τοὺς βαρβάρους μᾶλλόν τι πρὸς Ἀλεξάνδρου ἢ ἐπὶ τῷ ἐν ταῖς μάχαις ἐξηγεῖσθαι ἐσταλμένον, τοὺς δὲ Μακεδόνας τε εἶναι καὶ ἑταίρους βασιλέως

ἐκεῖθεν δὲ ἀναστρέφων ἐπόρθει τὴν χώραν καὶ τοὺς ἐς τὰ ἐρύματα καταπεφευγότας τῶν βαρβάρων ἔκτεινεν, ὅτι ξυνεπιθέσθαι ἐξηγγέλλοντο καὶ αὐτοὶ τοῖς Μακεδόσι· καὶ ἐπῆλθε πᾶσαν τὴν χώραν ὅσην ὁ ποταμὸς ὁ Πολυτίμητος ἐπάρδων ἐπέρχεται.

 καὶ ἐγὼ οὔτε τὴν ἄγαν ταύτην τιμωρίαν Βήσσου ἐπαινῶ, ἀλλὰ βαρβαρικὴν εἶναι τίθεμαι τῶν ἀκρωτηρίων τὴν λώβην καὶ ὑπαχθῆναι Ἀλέξανδρον ξύμφημι ἐς ζῆλον τοῦ Μηδικοῦ τε καὶ Περσικοῦ πλούτου καὶ τῆς κατὰ τοὺς βαρβάρους βασιλέας οὐκ ἴσης ἐς τοὺς ὑπηκόους ξυνδιαιτήσεως, ἐσθῆτά τε ὅτι Μηδικὴν ἀντὶ τῆς Μακεδονικῆς τε καὶ πατρίου Ἡρακλείδης ὢν μετέλαβεν, οὐδαμῇ ἐπαινῶ, καὶ τὴν κίταριν τὴν Περσικὴν τῶν νενικημένων ἀντὶ ὧν αὐτὸς ὁ νικῶν πάλαι ἐφόρει ἀμεῖψαι οὐκ ἐπῃδέσθη, οὐδὲν τούτων ἐπαινῶ, ἀλλ´ εἴπερ τι ἄλλο,

[8] Ἔνθα δὴ καὶ τὸ Κλείτου τοῦ Δρωπίδου πάθημα καὶ τὴν Ἀλεξάνδρου ἐπ´ αὐτῷ ξυμφοράν, εἰ καὶ ὀλίγον ὕστερον ἐπράχθη, οὐκ ἔξω τοῦ καιροῦ ἀφηγήσομαι. εἶναι μὲν γὰρ ἡμέραν ἱερὰν τοῦ Διονύσου Μακεδόσι καὶ θύειν Διονύσῳ ὅσα ἔτη ἐν αὐτῇ Ἀλέξανδρον·

εἶναι γὰρ οὖν οὐδὲ τὰ Ἀλεξάνδρου οὕτω τι μεγάλα καὶ θαυμαστὰ ὡς ἐκεῖνοι ἐπαίρουσιν· οὔκουν μόνον καταπρᾶξαι αὐτὰ, ἀλλὰ τὸ πολὺ γὰρ μέρος Μακεδόνων εἶναι τὰ ἔργα. καὶ τοῦτον τὸν λόγον ἀνιᾶσαι Ἀλέξανδρον λεχθέντα.

 ἄρξαι δὲ τοῦ λόγου Ἀνάξαρχον, ὡς πολὺ δικαιότερον ἂν θεὸν νομιζόμενον Ἀλέξανδρον Διονύσου τε καὶ Ἡρακλέους, μὴ ὅτι τῶν ἔργων ἕνεκα ὅσα καὶ ἡλίκα καταπέπρακται Ἀλεξάνδρῳ, ἀλλὰ καὶ ὅτι Διόνυσος μὲν Θηβαῖος ἦν, οὐδέν τι προσήκων Μακεδόσι, καὶ Ἡρακλῆς Ἀργεῖος, οὐδὲ οὗτος προσήκων ὅτι μὴ κατὰ γένος τὸ Ἀλεξάνδρου· Ἡρακλείδην γὰρ εἶναι Ἀλέξανδρον· Μακεδόνας δὲ ἂν τὸν σφῶν βασιλέα δικαιότερον θείαις τιμαῖς κοσμοῦντας. καὶ γὰρ οὐδὲ ἐκεῖνο εἶναι ἀμφίλογον ὅτι ἀπελθόντα γε ἐξ ἀνθρώπων ὡς θεὸν τιμήσουσι· πόσῳ δὴ δικαιότερον ζῶντα γεραίρειν ἤπερ τελευτήσαντα ἐς οὐδὲν ὄφελος τῷ τιμωμένῳ.

[11] Λεχθέντων δὲ τούτων τε καὶ τοιούτων λόγων πρὸς Ἀναξάρχου τοὺς μὲν μετεσχηκότας τῆς βουλῆς ἐπαινεῖν τὸν λόγον καὶ δὴ ἐθέλειν ἄρχεσθαι τῆς προσκυνήσεως, τοὺς Μακεδόνας δὲ τοὺς πολλοὺς ἀχθομένους τῷ λόγῳ σιγῇ ἔχειν. Καλλισθένην δὲ ὑπολαβόντα, Ἀλέξανδρον μὲν, εἰπεῖν, ὦ Ἀνάξαρχε, οὐδεμιᾶς ἀνάξιον ἀποφαίνω τιμῆς ὅσαι ξύμμετροι ἀνθρώπῳ·

οὔκουν ἄρχειν γε τοῦδε τοῦ λόγου πρέπον ἦν, ἀλλὰ μεμνῆσθαι γὰρ οὐ Καμβύσῃ οὐδὲ Ξέρξῃ ξυνόντα ἢ ξυμβουλεύοντα, ἀλλὰ Φιλίππου μὲν παιδί, Ἡρακλείδῃ δὲ ἀπὸ γένους καὶ Αἰακίδῃ, ὅτου οἱ πρόγονοι ἐξ Ἄργους ἐς Μακεδονίαν ἦλθον, οὐδὲ βίᾳ, ἀλλὰ νόμῳ Μακεδόνων ἄρχοντες διετέλεσαν. οὔκουν οὐδὲ αὐτῷ τῷ Ἡρακλεῖ ζῶντι ἔτι θεῖαι τιμαὶ παρ´ Ἑλλήνων ἐγένοντο, ἀλλ´ οὐδὲ τελευτήσαντι πρόσθεν ἢ πρὸς τοῦ θεοῦ τοῦ ἐν Δελφοῖς ἐπιθεσπισθῆναι ὡς θεὸν τιμᾶν Ἡρακλέα. εἰ δέ, ὅτι ἐν τῇ βαρβάρῳ γῇ οἱ λόγοι γίγνονται, βαρβαρικὰ χρὴ ἔχειν τὰ φρονήματα, καὶ ἐγὼ τῆς Ἑλλάδος μεμνῆσθαί σε ἀξιῶ, ὦ Ἀλέξανδρε, ἧς ἕνεκα ὁ πᾶς στόλος σοι ἐγένετο, προσθεῖναι τὴν Ἀσίαν τῇ Ἑλλάδι. καὶ οὖν ἐνθυμήθητι, ἐκεῖσε ἐπανελθὼν ἆρά γε καὶ τοὺς Ἕλληνας τοὺς ἐλευθερωτάτους προσαναγκάσεις ἐς τὴν προσκύνησιν, ἢ Ἑλλήνων μὲν ἀφέξῃ, Μακεδόσι δὲ προσθήσεις τήνδε τὴν ἀτιμίαν, ἢ διακεκριμένα ἔσται σοι αὐτῷ τὰ τῶν τιμῶν ἐς ἅπαν, ὡς πρὸς Ἑλλήνων μὲν καὶ Μακεδόνων ἀνθρωπίνως τε καὶ Ἑλληνικῶς τιμᾶσθαι, πρὸς δὲ τῶν βαρβάρων μόνων βαρβαρικῶς; εἰ δὲ ὑπὲρ Κύρου τοῦ Καμβύσου λέγεται πρῶτον προσκυνηθῆναι ἀνθρώπων Κῦρον καὶ ἐπὶ τῷδε ἐμμεῖναι Πέρσαις τε καὶ Μήδοις τήνδε τὴν ταπεινότητα, χρὴ ἐνθυμεῖσθαι ὅτι τὸν Κῦρον ἐκεῖνον Σκύθαι ἐσωφρόνισαν, πένητες ἄνδρες καὶ αὐτόνομοι, καὶ Δαρεῖον ἄλλοι αὖ Σκύθαι, καὶ Ξέρξην Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι, καὶ Ἀρτοξέρξην Κλέαρχος καὶ Ξενοφῶν καὶ οἱ ξὺν τούτοις μύριοι, καὶ Δαρεῖον τοῦτον Ἀλέξανδρος μὴ προσκυνούμενος.

[12] Ταῦτα δὴ καὶ τοιαῦτα εἰπόντα Καλλισθένην ἀνιᾶσαι μὲν μεγαλωστὶ Ἀλέξανδρον, Μακεδόσι δὲ πρὸς θυμοῦ εἰπεῖν. καὶ τοῦτο γνόντα Ἀλέξανδρον πέμψαντα κωλῦσαι {Μακεδόνας} μεμνῆσθαι ἔτι τῆς προσκυνήσεως. ἀλλὰ σιγῆς γὰρ γενομένης ἐπὶ τοῖς λόγοις ἀναστάντας Περσῶν τοὺς πρεσβυτάτους ἐφεξῆς προσκυνεῖν. Λεοννάτον δέ, ἕνα τῶν ἑταίρων, ἐπειδή τις ἐδόκει τῶν Περσῶν αὐτῷ οὐκ ἐν κόσμῳ προσκυνῆσαι, τὸν δὲ ἐπιγελάσαι τῷ σχήματι τοῦ Περσοῦ ὡς ταπεινῷ· καὶ τούτῳ χαλεπήναντα τότε Ἀλέξανδρον ξυναλλαγῆναι αὖθις.

[13] Ἐκ Φιλίππου ἦν ἤδη καθεστηκὸς τῶν ἐν τέλει Μακεδόνων τοὺς παῖδας ὅσοι ἐς ἡλικίαν ἐμειρακιεύοντο καταλέγεσθαι ἐς θεραπείαν τοῦ βασιλέως, τά τε περὶ τὴν ἄλλην δίαιταν τοῦ σώματος διακονεῖσθαι βασιλεῖ καὶ κοιμώμενον φυλάσσειν τούτοις ἐπετέτραπτο.

[14] Ἀριστόβουλος μὲν λέγει ὅτι καὶ Καλλισθένην ἐπᾶραι σφᾶς ἔφασαν ἐς τὸ τόλμημα· καὶ Πτολεμαῖος ὡσαύτως λέγει. οἱ δὲ πολλοὶ οὐ ταύτῃ λέγουσιν, ἀλλὰ διὰ μῖσος γὰρ τὸ ἤδη ὂν πρὸς Καλλισθένην ἐξ Ἀλεξάνδρου καὶ ὅτι ὁ Ἑρμόλαος ἐς τὰ μάλιστα ἐπιτήδειος ἦν τῷ Καλλισθένει, οὐ χαλεπῶς πιστεῦσαι τὰ χείρω ὑπὲρ Καλλισθένους Ἀλέξανδρον. ἤδη δέ τινες καὶ τάδε ἀνέγραψαν, τὸν Ἑρμόλαον προαχθέντα ἐς τοὺς Μακεδόνας ὁμολογεῖν τε ἐπιβουλεῦσαι—καὶ γὰρ οὐκ εἶναι ἔτι ἐλευθέρῳ ἀνδρὶ φέρειν τὴν ὕβριν τὴν Ἀλεξάνδρου —πάντα καταλέγοντα, τήν τε Φιλώτα οὐκ ἔνδικον τελευτὴν καὶ τὴν τοῦ πατρὸς αὐτοῦ Παρμενίωνος ἔτι ἐκνομωτέραν καὶ τῶν ἄλλων τῶν τότε ἀποθανόντων, καὶ τὴν Κλείτου ἐν μέθῃ ἀναίρεσιν, καὶ τὴν ἐσθῆτα τὴν Μηδικήν, καὶ τὴν προσκύνησιν τὴν βουλευθεῖσαν καὶ οὔπω πεπαυμένην, καὶ πότους τε καὶ ὕπνους τοὺς Ἀλεξάνδρου· ταῦτα οὐ φέροντα ἔτι ἐλευθερῶσαι ἐθελῆσαι ἑαυτόν τε καὶ τοὺς ἄλλους Μακεδόνας.

[17] Καὶ ταῦτα ὡς Κρατερῷ ἐξηγγέλθη, σπουδῇ ἐπὶ τοὺς Μασσαγέτας ἤλαυνεν. οἱ δὲ ὡς ἐπύθοντο πλησίον ἐπελαύνοντά σφισι Κρατερόν, ἔφευγον ἀνὰ κράτος ὡς εἰς τὴν ἐρήμην. καὶ Κρατερὸς ἐχόμενος αὐτῶν αὐτοῖς τε ἐκείνοις περιπίπτει οὐ πόῤῥω τῆς ἐρήμου καὶ ἄλλοις ἱππεῦσι Μασσαγετῶν ὑπὲρ τοὺς χιλίους. καὶ μάχη γίγνεται τῶν τε Μακεδόνων καὶ τῶν Σκυθῶν καρτερά· καὶ ἐνίκων οἱ Μακεδόνες. τῶν δὲ Σκυθῶν ἀπέθανον μὲν ἑκατὸν καὶ πεντήκοντα ἱππεῖς· οἱ δὲ ἄλλοι οὐ χαλεπῶς ἐς τὴν ἐρήμην διεσώθησαν, ὅτι ἄπορον ἦν προσωτέρω τοῖς Μακεδόσι διώκειν. Καὶ ἐν τούτῳ Ἀλέξανδρος Ἀρτάβαζον μὲν τῆς σατραπείας τῆς Βακτρίων ἀπαλλάττει δεηθέντα διὰ γῆρας, Ἀμύνταν δὲ τὸν Νικολάου σατράπην ἀντ´ αὐτοῦ καθίστησι. Κοῖνον δὲ ἀπολείπει αὐτοῦ τήν τε αὑτοῦ τάξιν καὶ τὴν Μελεάγρου ἔχοντα καὶ τῶν ἑταίρων ἱππέων ἐς τετρακοσίους καὶ τοὺς ἱππακοντιστὰς πάντας καὶ τῶν Βακτρίων τε καὶ Σογδιανῶν καὶ ὅσοι ἄλλοι μετὰ Ἀμύντου ἐτάχθησαν, προστάξας ἅπασιν ἀκούειν Κοίνου καὶ διαχειμάζειν αὐτοῦ ἐν τῇ Σογδιανῇ, τῆς τε χώρας ἕνεκα τῆς φυλακῆς καὶ εἴ πῃ ἄρα Σπιταμένην περιφερόμενον κατὰ τὸν χειμῶνα ἐνεδρεύσαντας ξυλλαβεῖν. Σπιταμένης δὲ καὶ οἱ ἀμφ´ αὐτὸν ὡς φρουραῖς τε πάντα κατειλημμένα ἑώρων ἐκ τῶν Μακεδόνων καί σφιν ἄπορα πάντῃ τὰ τῆς φυγῆς ἐγίγνετο, ὡς ἐπὶ Κοῖνόν τε καὶ τὴν ξὺν τούτῳ στρατιὰν ἐτράποντο, ὡς ταύτῃ μᾶλλόν τι ἀξιόμαχοι ἐσόμενοι. ἀφικόμενοι δὲ ἐς Γαβάς, χωρίον τῆς Σογδιανῆς ὀχυρὸν ἐν μεθορίῳ τῆς τε Σογδιανῶν γῆς καὶ τῆς Μασσαγετῶν Σκυθῶν ᾠκισμένον, ἀναπείθουσιν οὐ χαλεπῶς τῶν Σκυθῶν ἱππέας ἐς τρισχιλίους συνεμβάλλειν σφίσιν ἐς τὴν Σογδιανήν. οἱ δὲ Σκύθαι οὗτοι ἀπορίᾳ τε πολλῇ ἔχονται καὶ ἅμα ὅτι οὔτε πόλεις εἰσὶν αὐτοῖς οὔτε ἑδραῖοι οἰκοῦσιν, ὡς δειμαίνειν ἂν περὶ τῶν φιλτάτων, οὐ χαλεποὶ ἀναπεισθῆναί εἰσιν ἐς ἄλλον καὶ ἄλλον πόλεμον. ὡς δὲ Κοῖνός τε καὶ οἱ ἀμφ´ αὐτὸν ἔμαθον προσιόντας τοὺς ξὺν Σπιταμένει ἱππέας, ἀπήντων καὶ αὐτοὶ μετὰ τῆς στρατιᾶς. καὶ γίγνεται αὐτῶν μάχη καρτερά, καὶ νικῶσιν οἱ Μακεδόνες, ὥστε τῶν μὲν βαρβάρων ἱππέων ὑπὲρ τοὺς ὀκτακοσίους πεσεῖν ἐν τῇ μάχῃ,

Σταμένην δὲ ἐπὶ Βαβυλῶνος στέλλει, ὅτι Μαζαῖος ὁ Βαβυλώνιος ὕπαρχος τετελευτηκέναι αὐτῷ ἐξηγγέλλετο. Σώπολιν δὲ καὶ Ἐπόκιλλον καὶ Μεν{ν}ίδαν ἐς Μακεδονίαν ἐκπέμπει, τὴν στρατιὰν τὴν ἐκ Μακεδονίας αὐτῷ ἀνάξοντας. Ἅμα δὲ τῷ ἦρι ὑποφαίνοντι προὐχώρει ὡς ἐπὶ τὴν ἐν τῇ Σογδιανῇ πέτραν, ἐς ἣν πολλοὺς μὲν τῶν Σογδιανῶν ξυμπεφευγέναι αὐτῷ ἐξηγγέλλετο· καὶ ἡ Ὀξυάρτου δὲ γυνὴ τοῦ Βακτρίου καὶ αἱ παῖδες αἱ Ὀξυάρτου ἐς τὴν πέτραν ταύτην ξυμπεφευγέναι ἐλέγοντο, Ὀξυάρτου αὐτὰς ὡς ἐς ἀνάλωτον δῆθεν τὸ χωρίον ἐκεῖνο ὑπεκθεμένου, ὅτι καὶ αὐτὸς ἀφειστήκει ἀπ´ Ἀλεξάνδρου. ταύτης γὰρ ἐξαιρεθείσης οὐκέτι οὐδὲν ὑπολειφθήσεσθαι ἐδόκει τῶν Σογδιανῶν τοῖς νεωτερίζειν ἐθέλουσιν. ὡς δὲ ἐπέλασαν τῇ πέτρᾳ, καταλαμβάνει πάντῃ ἀπότομον ἐς τὴν προσβολὴν σιτία τε ξυγκεκομισμένους τοὺς βαρβάρους ὡς ἐς χρόνιον πολιορκίαν. καὶ χιὼν πολλὴ ἐπιπεσοῦσα τήν τε πρόσβασιν ἀπορωτέραν ἐποίει τοῖς Μακεδόσι καὶ ἅμα ἐν ἀφθονίᾳ ὕδατος τοὺς βαρβάρους διῆγεν. ἀλλὰ καὶ ὣς προσβάλλειν ἐδόκει τῷ χωρίῳ. καὶ γάρ τι καὶ ὑπέρογκον ὑπὸ τῶν βαρβάρων λεχθὲν ἐς φιλοτιμίαν ξὺν ὀργῇ ἐμβεβλήκει Ἀλέξανδρον. προκληθέντες γὰρ ἐς ξύμβασιν καὶ προτεινομένου σφίσιν, ὅτι σώοις ὑπάρξει ἐπὶ τὰ σφέτερα ἀπαλλαγῆναι παραδοῦσι τὸ χωρίον, οἱ δὲ σὺν γέλωτι βαρβαρίζοντες πτηνοὺς ἐκέλευον ζητεῖν στρατιώτας Ἀλέξανδρον, οἵτινες αὐτῷ ἐξαιρήσουσι τὸ ὄρος, ὡς τῶν γε ἄλλων ἀνθρώπων οὐδεμίαν ὤραν σφίσιν οὖσαν. ἔνθα δὴ ἐκήρυξεν Ἀλέξανδρος τῷ μὲν πρώτῳ ἀναβάντι δώδεκα τάλαντα εἶναι τὸ γέρας, δευτέρῳ δὲ ἐπὶ τούτῳ τὰ δεύτερα καὶ τρίτῳ τὰ ἐφεξῆς, ὡς τελευταῖον εἶναι τῷ τελευταίῳ ἀνελθόντι τριακοσίους Δαρεικοὺς τὸ γέρας. καὶ τοῦτο τὸ κήρυγμα παρώξυνεν ἔτι μᾶλλον καὶ ἄλλως τοὺς Μακεδόνας ὡρμημένους.

καὶ τούτων ἐς τριάκοντα μὲν ἐν τῇ ἀναβάσει διεφθάρησαν, ὥστε οὐδὲ τὰ σώματα αὐτῶν ἐς ταφὴν εὑρέθη ἐμπεσόντα ἄλλῃ καὶ ἄλλῃ τῆς χιόνος. οἱ δὲ λοιποὶ ἀναβάντες ὑπὸ τὴν ἕω καὶ τὸ ἄκρον τοῦ ὄρους καταλαβόντες σινδόνας κατέσειον ὡς ἐπὶ τὸ στρατόπεδον τῶν Μακεδόνων, οὕτως αὐτοῖς ἐξ Ἀλεξάνδρου παρηγγελμένον. πέμψας δὴ κήρυκα ἐμβοῆσαι ἐκέλευσε τοῖς προφυλάσσουσι τῶν βαρβάρων μὴ διατρίβειν ἔτι, ἀλλὰ παραδιδόναι σφᾶς· ἐξευρῆσθαι γὰρ δὴ τοὺς πτηνοὺς ἀνθρώπους καὶ ἔχεσθαι ὑπὸ αὐτῶν τοῦ ὄρους τὰ ἄκρα· καὶ ἅμα ἐδείκνυεν τοὺς ὑπὲρ τῆς κορυφῆς στρατιώτας. Οἱ δὲ βάρβαροι ἐκπλαγέντες τῷ παραλόγῳ τῆς ὄψεως καὶ πλείονάς τε ὑποτοπήσαντες εἶναι τοὺς κατέχοντας τὰ ἄκρα καὶ ἀκριβῶς ὡπλισμένους ἐνέδοσαν σφᾶς αὐτούς· οὕτω πρὸς τὴν ὄψιν τῶν ὀλίγων ἐκείνων Μακεδόνων φοβεροὶ ἐγένοντο.

 Οἱ δὲ βάρβαροι τὰ μὲν πρῶτα κατεφρόνουν ὡς ἀπόρου πάντῃ τοῦ ἐγχειρήματος· ὡς δὲ τοξεύματα ἤδη ἐς τὴν πέτραν ἐξικνεῖτο καὶ αὐτοὶ ἀδύνατοι ἦσαν ἄνωθεν ἐξείργειν τοὺς Μακεδόνας (ἐπεποίητο γὰρ αὐτοῖς προκαλύμματα πρὸς τὰ βέλη, ὡς ὑπ´ αὐτοῖς ἀβλαβῶς ἐργάζεσθαι) ἐκπλαγεὶς ὁ Χοριήνης πρὸς τὰ γιγνόμενα κήρυκα πέμπει πρὸς Ἀλέξανδρον, δεόμενος Ὀξυάρτην οἱ ἀναπέμψαι

πορευθεὶς δὲ παρὰ τὸν Χόην καλούμενον ποταμὸν ὀρεινήν τε ὁδὸν καὶ τραχεῖαν καὶ τοῦτον διαβὰς χαλεπῶς τῶν μὲν πεζῶν τὸ πλῆθος βάδην ἕπεσθαί οἱ ἐκέλευσεν, αὐτὸς δὲ ἀναλαβὼν τοὺς ἱππέας ξύμπαντας καὶ τῶν πεζῶν τῶν Μακεδόνων ἐς ὀκτακοσίους ἐπιβιβάσας τῶν ἵππων ξὺν ταῖς ἀσπίσι ταῖς πεζικαῖς σπουδῇ ἦγεν

τῇ δὲ ὑστεραίᾳ ὑπὸ τὴν ἕω, διπλοῦν γὰρ τεῖχος περιεβέβλητο τῇ πόλει, ἐς μὲν τὸ πρῶτον ἅτε οὐκ ἀκριβῶς τετειχισμένου οὐ χαλεπῶς ἐβιάσαντο οἱ Μακεδόνες, πρὸς δὲ τῷ δευτέρῳ ὀλίγον ἀντισχόντες οἱ βάρβαροι, ὡς αἵ τε κλίμακες προσέκειντο ἤδη καὶ ὑπὸ τῶν βελῶν πάντοθεν ἐτιτρώσκοντο οἱ προμαχόμενοι, οὐκ ἔμειναν, ἀλλὰ κατὰ τὰς πύλας ὡς ἐπὶ τὰ ὄρη ἐκπίπτουσιν ἐκ τῆς πόλεως. καὶ τούτων οἱ μὲν ἐν τῇ φυγῇ ἀποθνήσκουσιν, ὅσους δὲ ζῶντας ἔλαβον αὐτῶν, ξύμπαντας ἀποκτείνουσιν οἱ Μακεδόνες, ὅτι ἐτρώθη ὑπ´ αὐτῶν Ἀλέξανδρος ὀργιζόμενοι·

[25] Οἱ δὲ ὡς ᾔσθοντο προσάγοντας τοὺς Μακεδόνας, κατεῖχον γὰρ χωρία ὑπερδέξια, τῷ τε πλήθει σφῶν θαρσήσαντες καὶ τῶν Μακεδόνων, ὅτι ὀλίγοι ἐφαίνοντο, καταφρονήσαντες ἐς τὸ πεδίον ὑποκατέβησαν· καὶ μάχη γίγνεται καρτερά. ἀλλὰ τούτους μὲν οὐ ξὺν πόνῳ ἐνίκα Ἀλέξανδρος· οἱ δὲ ἀμφὶ Πτολεμαῖον οὐκ ἐν τῷ ὁμαλῷ παρετάξαντο, ἀλλὰ γήλοφον γὰρ κατεῖχον οἱ βάρβαροι, ὀρθίους ποιήσαντες τοὺς λόχους, Πτολεμαῖος προσῆγεν ᾗπερ ἐπιμαχ{ιμ}ώτατον τοῦ λόφου ἐφαίνετο, οὐ πάντῃ τὸν λόφον κυκλωσάμενος, ἀλλ' ἀπολιπών, εἰ φεύγειν ἐθέλοιεν οἱ βάρβαροι, χώραν αὐτοῖς ἐς τὴν φυγήν. καὶ γίγνεται καὶ τούτοις μάχη καρτερὰ τοῦ χωρίου τῇ χαλεπότητι καὶ ὅτι οὐ κατὰ τοὺς ἄλλους τοὺς ταύτῃ βαρβάρους οἱ Ἰνδοί, ἀλλὰ πολὺ δή τι ἀλκιμώτατοι τῶν προσχώρων εἰσίν. ἐξώσθησαν δὲ καὶ οὗτοι ἀπὸ τοῦ ὄρους ὑπὸ τῶν Μακεδόνων· καὶ οἱ ἀμφὶ Λεοννάτον τῇ τρίτῃ μοίρᾳ τῆς στρατιᾶς ὡσαύτως ἔπραξαν· ἐνίκων γὰρ καὶ οὗτοι τοὺς κατὰ σφᾶς. καὶ λέγει Πτολεμαῖος ἀνθρώπους μὲν ληφθῆναι τοὺς πάντας ὑπὲρ τετρακισμυρίους, βοῶν δὲ ὑπὲρ τὰς τρεῖς καὶ εἴκοσι μυριάδας· καὶ τούτων τὰς καλλίστας ἐπιλεξάμενον Ἀλέξανδρον, ὅτι διαφέρουσαι αὐτῷ κάλλει τε καὶ μεγέθει ἐφαίνοντο, πέμψαι ἐθέλειν ἐς Μακεδονίαν ἐργάζεσθαι τὴν χώραν.

[26] Καὶ Ἀλέξανδρος πρῶτα μὲν ἐπὶ Μάσσαγα ἦγε, τὴν μεγίστην τῶν ταύτῃ πόλεων. ὡς δὲ προσῆγεν ἤδη τοῖς τείχεσι, θαῤῥήσαντες οἱ βάρβαροι τοῖς μισθοφόροις τοῖς ἐκ τῶν πρόσω Ἰνδῶν, ἦσαν γὰρ οὗτοι ἐς ἑπτακισχιλίους, ὡς στρατοπεδευομένους εἶδον τοὺς Μακεδόνας, δρόμῳ ἐπ´ αὐτοὺς ᾔεσαν. καὶ Ἀλέξανδρος ἰδὼν πλησίον τῆς πόλεως ἐσομένην τὴν μάχην προσωτέρω ἐκκαλέσασθαι αὐτοὺς βουληθεὶς τῶν τειχῶν, ὡς εἰ τροπὴ γίγνοιτο, ἐγίγνωσκεν γὰρ ἐσομένην, μὴ δι´ ὀλίγου ἐς τὴν πόλιν καταφυγόντες εὐμαρῶς διασώζοιντο, ὡς ἐκθέοντας εἶδε τοὺς βαρβάρους, μεταβαλλομένους κελεύει τοὺς Μακεδόνας ὀπίσω ἀποχωρεῖν ὡς πρὸς γήλοφόν τινα ἀπέχοντα ἀπὸ τοῦ χωρίου, ἵναπερ στρατοπεδεύειν ἐγνώκει, ἑπτά που μάλιστα σταδίους. καὶ οἱ πολέμιοι ἀναθαρσήσαντες, ὡς ἐγκεκλικότων ἤδη τῶν Μακεδόνων, δρόμῳ τε καὶ ξὺν οὐδενὶ κόσμῳ ἐφέροντο ἐς αὐτούς. ὡς δὲ ἐξικνεῖτο ἤδη τὰ τοξεύματα, ἐνταῦθα Ἀλέξανδρος ἀπὸ ξυνθήματος ἐπιστρέψας ἐς αὐτοὺς τὴν φάλαγγα δρόμῳ ἀντεπῆγε. πρῶτοι δὲ οἱ ἱππακοντισταί τε αὐτῷ καὶ οἱ Ἀγριᾶνες καὶ οἱ τοξόται ἐκδραμόντες ξυνέμιξαν τοῖς βαρβάροις· αὐτὸς δὲ τὴν φάλαγγα ἐν τάξει ἦγεν. οἱ δὲ Ἰνδοὶ τῷ τε παραλόγῳ ἐκπλαγέντες καὶ ἅμα ἐν χερσὶ γεγενημένης τῆς μάχης ἐγκλίναντες ἔφευγον ἐς τὴν πόλιν. καὶ ἀπέθανον μὲν αὐτῶν ἀμφὶ τοὺς διακοσίους, οἱ δὲ λοιποὶ ἐς τὰ τείχη κατεκλείσθησαν. καὶ Ἀλέξανδρος προσῆγε τῷ τείχει τὴν φάλαγγα, καὶ ἐντεῦθεν τοξεύεται μὲν ἀπὸ τοῦ τείχους ἐς τὸ σφυρὸν οὐ χαλεπῶς. ἐπαγαγὼν δὲ τὰς μηχανὰς τῇ ὑστεραίᾳ τῶν μὲν τειχῶν τι εὐμαρῶς κατέσεισε, βιαζομένους δὲ ταύτῃ τοὺς Μακεδόνας ᾗ παρέῤῥηκτο τοῦ τείχους οὐκ ἀτόλμως οἱ Ἰνδοὶ ἠμύνοντο, ὥστε ταύτῃ μὲν τῇ ἡμέρᾳ ἀνεκαλέσατο τὴν στρατιάν. τῇ δὲ ὑστεραίᾳ τῶν τε Μακεδόνων αὐτῶν ἡ προσβολὴ καρτερωτέρα ἐγίγνετο καὶ πύργος ἐπήχθη ξύλινος τοῖς τείχεσιν, ὅθεν ἐκτοξεύοντες οἱ τοξόται καὶ βέλη ἀπὸ μηχανῶν ἀφιέμενα ἀνέστελλεν ἐπὶ πολὺ τοὺς Ἰνδούς. ἀλλ´ οὐδὲ ὣς βιάσασθαι εἴσω τοῦ τείχους οἷοί τε ἐγένοντο. Τῇ δὲ τρίτῃ προσαγαγὼν αὖθις τὴν φάλαγγα καὶ ἀπὸ μηχανῆς γέφυραν ἐπιβαλὼν τοῦ τείχους ᾗ παρεῤῥωγὸς ἦν, ταύτῃ ἐπῆγε τοὺς ὑπασπιστάς, οἵπερ αὐτῷ καὶ Τύρον ὡσαύτως ἐξεῖλον. πολλῶν δὲ ὑπὸ προθυμίας ὠθουμένων ἄχθος λαβοῦσα μεῖζον ἡ γέφυρα κατεῤῥάγη καὶ πίπτουσι ξὺν αὐτῇ οἱ Μακεδόνες. οἱ δὲ βάρβαροι ἰδόντες τὸ γιγνόμενον λίθοις τε ξὺν βοῇ ἀπὸ τῶν τειχῶν καὶ τοξεύμασι καὶ ἄλλῳ ὅτῳ τις μετὰ χεῖρας ἔχων ἐτύγχανεν ἢ ὅτῳ τις ἐν τῷ τότε ἔλαβεν ἐξηκόντιζον ἐς τοὺς Μακεδόνας· οἱ δὲ καὶ κατὰ θύρας, αἵτινες αὐτοῖς κατὰ τὰ μεσοπύργια μικραὶ ἦσαν, ἐκθέοντες ἐκ χειρὸς ἔπαιον τεταραγμένους.

οἱ μὲν δὴ ἐξῆλθον ξὺν τοῖς ὅπλοις, καὶ κατεστρατοπέδευσαν κατὰ σφᾶς ἐπὶ γηλόφῳ, ὃς ἦν ἀντίπορος τοῦ τῶν Μακεδόνων στρατοπέδου. νυκτὸς δὲ ἐπενόουν δρασμῷ διαχρησάμενοι ἐς τὰ σφέτερα ἤθη ἀπαναστῆναι οὐκ ἐθέλοντες ἐναντία αἴρεσθαι τοῖς ἄλλοις Ἰνδοῖς ὅπλα. καὶ ταῦτα ὡς ἐξηγγέλθη Ἀλεξάνδρῳ, περιστήσας τῆς νυκτὸς τῷ γηλόφῳ τὴν στρατιὰν πᾶσαν κατακόπτει τοὺς Ἰνδοὺς ἐν μέσῳ ἀπολαβών, τήν τε πόλιν αἱρεῖ κατὰ κράτος ἐρημωθεῖσαν τῶν προμαχομένων, καὶ τὴν μητέρα τὴν Ἀσσακάνου καὶ τὴν παῖδα ἔλαβεν. ἀπέθανον δὲ ἐν τῇ πάσῃ πολιορκίᾳ τῶν ξὺν Ἀλεξάνδρῳ ἐς πέντε καὶ εἴκοσιν. Ἔνθεν δὲ Κοῖνον μὲν ὡς ἐπὶ Βάζιρα ἐκπέμπει, γνώμην ποιησάμενος ὅτι μαθόντες τῶν Μασσακανῶν τὴν ἅλωσιν ἐνδώσουσι σφᾶς αὐτούς. Ἄτταλον δὲ καὶ Ἀλκέταν καὶ Δημήτριον τὸν ἱππάρχην ἐπὶ Ὦρα στέλλει, ἄλλην πόλιν, παραγγείλας περιτειχίζειν τὴν πόλιν ἔστ´ ἂν ἀφίκηται αὐτός. καὶ γίγνεται ἐκδρομὴ τῶν ἐκ τῆς πόλεως ἐπὶ τοὺς ἀμφὶ Ἀλκέταν. οὐ χαλεπῶς δὲ τρεψάμενοι αὐτοὺς οἱ Μακεδόνες εἴσω τοῦ τείχους ἐς τὴν πόλιν ἀποστρέφουσι.

οἱ δὲ ἐκ τῶν Βαζίρων ὡς εἶδον ἀπιόντα ξὺν τῷ πλείστῳ τῆς στρατιᾶς τὸν Κοῖνον, καταφρονήσαντες τῶν Μακεδόνων, ὡς οὐ γενομένων ἄν σφισιν ἀξιομάχων, ἐπεκθέουσιν ἐς τὸ πεδίον· καὶ γίγνεται αὐτῶν μάχη καρτερά. καὶ ἐν ταύτῃ πίπτουσι μὲν τῶν βαρβάρων ἐς πεντακοσίους, ζῶντες δὲ ἐλήφθησαν ὑπὲρ τοὺς ἑβδομήκοντα·

Ἀλέξανδρος δὲ τῆς μὲν χώρας τῆς ἐπὶ τάδε τοῦ Ἰνδοῦ ποταμοῦ σατράπην κατέστησε Νικάνορα τῶν ἑταίρων. αὐτὸς δὲ τὰ μὲν πρῶτα ὡς ἐπὶ τὸν Ἰνδὸν ποταμὸν ἦγε, καὶ πόλιν τε Πευκελαῶτιν οὐ πόῤῥω τοῦ Ἰνδοῦ ᾠκισμένην ὁμολογίᾳ παρεστήσατο καὶ ἐν αὐτῇ φρουρὰν καταστήσας τῶν Μακεδόνων καὶ Φίλιππον ἐπὶ τῇ φρουρᾷ ἡγεμόνα, ὁ δὲ καὶ ἄλλα προσηγάγετο μικρὰ πολίσματα πρὸς τῷ Ἰνδῷ ποταμῷ ᾠκισμένα. ξυνείποντο δὲ αὐτῷ Κωφαῖός τε καὶ Ἀσσαγέτης οἱ ὕπαρχοι τῆς χώρας. ἀφικόμενος δὲ ἐς Ἐμβόλιμα πόλιν, ἣ ξύνεγγυς τῆς πέτρας τῆς Ἀόρνου ᾠκεῖτο, Κρατερὸν μὲν ξὺν μέρει τῆς στρατιᾶς καταλείπει αὐτοῦ, σῖτόν τε ἐς τὴν πόλιν ὡς πλεῖστον ξυνάγειν καὶ ὅσα ἄλλα ἐς χρόνιον τριβήν, ὡς ἐντεῦθεν ὁρμωμένους τοὺς Μακεδόνας χρονίῳ πολιορκίᾳ ἐκτρυχῶσαι τοὺς κατέχοντας τὴν πέτραν, εἰ μὴ ἐξ ἐφόδου ληφθείη.

ὡς δὲ Ἀλεξάνδρῳ ἄπορον τὴν προσβολὴν κατέμαθον οἱ βάρβαροι, ἀναστρέψαντες τοῖς ἀμφὶ Πτολεμαῖον αὐτοὶ προσέβαλλον· καὶ γίγνεται αὐτῶν τε καὶ τῶν Μακεδόνων μάχη καρτερά, τῶν μὲν διασπάσαι τὸν χάρακα σπουδὴν ποιουμένων, τῶν Ἰνδῶν, Πτολεμαίου δὲ διαφυλάξαι τὸ χωρίον· καὶ μεῖον σχόντες οἱ βάρβαροι ἐν τῷ ἀκροβολισμῷ νυκτὸς ἐπιγενομένης ἀπεχώρησαν.

 καὶ ξυνέβη οὕτως. ἔστε μὲν γὰρ ἐπὶ μεσημβρίαν ξυνειστήκει καρτερὰ μάχη τοῖς τε Ἰνδοῖς καὶ τοῖς Μακεδόσιν, τῶν μὲν ἐκβιαζομένων ἐς τὴν πρόσβασιν, τῶν δὲ βαλλόντων ἀνιόντας· ὡς δὲ οὐκ ἀνίεσαν οἱ Μακεδόνες, ἄλλοι ἐπ´ ἄλλοις ἐπιόντες, οἱ δὲ πρόσθεν ἀναπαυόμενοι, μόγις δὴ ἀμφὶ δείλην ἐκράτησαν τῆς παρόδου καὶ ξυνέμιξαν τοῖς ξὺν Πτολεμαίῳ. ἐκεῖθεν δὲ ὁμοῦ ἤδη γενομένη ἡ στρατιὰ πᾶσα ἐπήγετο αὖθις ὡς ἐπ´ αὐτὴν τὴν πέτραν· ἀλλὰ γὰρ ἔτι ἄπορος ἦν αὐτῇ ἡ προσβολή, ταύτῃ μὲν δὴ τῇ ἡμέρᾳ τοῦτο τὸ τέλος γίγνεται.

 τῇ τετάρτῃ δὲ βιασάμενοι τῶν Μακεδόνων οὐ πολλοὶ κατέσχον ὀλίγον γήλοφον ἰσόπεδον τῇ πέτρᾳ. καὶ Ἀλέξανδρος οὐδέν τι ἐλινύων ἐπῆγε τὸ χῶμα ξυνάψαι ἐθέλων τὸ χωννύμενον τῷ γηλόφῳ, ὅντινα οἱ ὀλίγοι αὐτῷ ἤδη κατεῖχον. Οἱ δὲ Ἰνδοὶ πρός τε τὴν ἀδιήγητον τόλμαν τῶν ἐς τὸν γήλοφον βιασαμένων Μακεδόνων ἐκπλαγέντες καὶ τὸ χῶμα ξυνάπτον ἤδη ὁρῶντες, τοῦ μὲν ἀπομάχεσθαι ἔτι ἀπείχοντο, πέμψαντες δὲ κήρυκας σφῶν παρὰ Ἀλέξανδρον ἐθέλειν ἔφασκον ἐνδοῦναι τὴν πέτραν, εἴ σφισι σπένδοιτο. γνώμην δὲ ἐπεποίηντο ἐν τῷ ἔτι διαμέλλοντι τῶν σπονδῶν διαγαγόντες τὴν ἡμέραν νυκτὸς ὡς ἕκαστοι διασκεδάννυσθαι ἐπὶ τὰ σφέτερα ἤθη. καὶ τοῦτο ὡς ἐπύθετο Ἀλέξανδρος, ἐνδίδωσιν αὐτοῖς χρόνον τε ἐς τὴν ἀποχώρησιν καὶ τῆς φυλακῆς τὴν κύκλωσιν τὴν πάντῃ ἀφελεῖν. καὶ αὐτὸς ἔμενεν ἔστε ἤρξαντο τῆς ἀποχωρήσεως· καὶ ἐν τούτῳ ἀναλαβὼν τῶν σωματοφυλάκων καὶ τῶν ὑπασπιστῶν ἐς ἑπτακοσίους κατὰ τὸ ἐκλελειμμένον τῆς πέτρας ἀνέρχεται ἐς αὐτὴν πρῶτος, καὶ οἱ Μακεδόνες ἄλλος ἄλλῃ ἀνιμῶντες ἀλλήλους ἀνῄεσαν.

ΒΙΒΛΙΟ Ε

[2.1] Καὶ ταῦτα πάντα Ἀλεξάνδρῳ πρὸς θυμοῦ ἐγίγνετο ἀκούειν καὶ ἤθελε πιστὰ εἶναι τὰ ὑπὲρ τοῦ Διονύσου τῆς πλάνης μυθευόμενα· καὶ κτίσμα εἶναι Διονύσου τὴν Νῦσαν ἤθελεν͵ ὡς ἤδη τε ἥκειν αὐτὸς ἔνθα ἦλθε Διόνυσος καὶ ἐπέκεινα ἂν ἐλθεῖν Διονύσου· οὐδ΄ ἂν Μακεδόνας τὸ πρόσω ἀπαξιῶσαι συμπονεῖν οἱ ἔτι κατὰ ζῆλον τῶν Διονύσου ἔργων. [2.2] καὶ δίδωσιν ἐλευθέρους τε εἶναι τοὺς οἰκήτορας τῆς Νύσης καὶ αὐτονόμους. ὡς δὲ καὶ τοὺς νόμους ἐπύθετο αὐτῶν καὶ ὅτι πρὸς τῶν ἀρίστων τὸ πολίτευμα ἔχεται͵ ταῦτά τε ἐπῄνεσε καὶ ἠξίωσε τῶν τε ἱππέων οἱ ξυμπέμψαι ἐς τριακοσίους καὶ τῶν προεστώτων τοῦ πολιτεύματος͵ ἦσαν δὲ καὶ αὐτοὶ τριακόσιοι͵ ἑκατὸν τοὺς ἀρίστους ἐπιλεξαμένους· Ἄκουφιν δὲ εἶναι τὸν ἐπιλεγόμενον͵ ὅντινα καὶ ὕπαρχον τῆς χώρας τῆς Νυσαίας κατέστησεν αὐτός. [2.3] τὸν δὲ Ἄκουφιν ταῦτα ἀκούσαντα ἐπιμειδιᾶσαι λέγεται τῷ λόγῳ· καὶ Ἀλέξανδρον ἐρέσθαι ἐφ΄ ὅτῳ ἐγέλασεν· ὑποκρίνασθαι δ΄ Ἄκουφιν· καὶ πῶς ἄν͵ ὦ βασιλεῦ͵ μία πόλις ἑκατὸν ἀνδρῶν ἀγαθῶν ἐρημωθεῖσα ἔτι καλῶς πολιτεύοιτο; ἀλλὰ σύ͵ εἴ σοι μέλει Νυσαίων͵ τοὺς ἱππέας μὲν ἄγεσθαι τοὺς τριακοσίους καὶ εἰ βούλει ἔτι τούτων πλείονας͵ ἀντὶ δὲ τῶν ἑκατόν͵ οὕστινας τοὺς ἀρίστους ἐπιλέξαι σὺ κελεύεις͵ διπλασίους τῶν ἄλλων τῶν κακῶν ἄγεσθαι͵ ἵνα σοι καὶ αὖθις ἀφικομένῳ δεῦρο ἐν τῷ αὐτῷ τούτῳ κόσμῳ φανείη ἡ πόλις. [2.4] ταῦτα λέγοντα͵ λέγειν γὰρ δόξαι φρόνιμα͵ πεῖσαι Ἀλέξανδρον. καὶ τοὺς μὲν ἱππέας ξυμπέμπειν οἱ ἐκέλευσε͵ τοὺς δὲ ἑκατὸν τοὺς ἐπιλέκτους μηκέτι αἰτῆσαι͵ ἀλλὰ μηδὲ ἀντ΄ αὐτῶν ἄλλους· τὸν δὲ παῖδα ἄρα τοῦ Ἀκούφιος καὶ τῆς θυγατρὸς τὸν παῖδα ξυμπέμψαι αὐτῷ Ἄκουφιν. [2.5] Ἀλέξανδρον δὲ πόθος ἔλαβεν ἰδεῖν τὸν χῶρον͵ ὅπου τινὰ ὑπομνήματα τοῦ Διονύσου οἱ Νυσαῖοι ἐκόμπαζον. ἐλθεῖν τε ἐς τὸ ὄρος τὸν Μηρὸν ξὺν τοῖς ἑταίροις τοῖς ἱππεῦσι καὶ τῷ πεζικῷ ἀγήματι καὶ ἰδεῖν κισσοῦ τε ἀνάπλεων καὶ δάφνης τὸ ὄρος καὶ ἄλση παντοῖα· καὶ ἰδεῖν σύσκιον͵ καὶ θήρας ἐν αὐτῷ εἶναι θηρίων παντοδαπῶν. [2.6] καὶ τοὺς Μακεδόνας ἡδέως τὸν κισσὸν ἰδόντας͵ οἷα δὴ διὰ μακροῦ ὀφθέντα (οὐ γὰρ εἶναι ἐν τῇ Ἰνδῶν χώρᾳ κισσόν͵ οὐδὲ ἵναπερ αὐτοῖς ἄμπελοι ἦσαν) στεφάνους σπουδῇ ἀπ΄ αὐτοῦ ποιεῖσθαι͵ ὡς καὶ στεφανώσασθαι εἶχον͵ ἐφυμνοῦντας τὸν Διόνυσόν τε καὶ τὰς ἐπωνυμίας τοῦ θεοῦ ἀνακαλοῦντας. θῦσαι τε αὐτοῦ Ἀλέξανδρον τῷ Διονύσῳ καὶ εὐωχηθῆναι ὁμοῦ τοῖς ἑταίροις. [2.7] οἱ δὲ καὶ τάδε ἀνέγραψαν͵ εἰ δή τῳ πιστὰ καὶ ταῦτα͵ πολλοὺς τῶν ἀμφ΄ αὐτὸν τῶν οὐκ ἠμελημένων Μακεδόνων τῷ τε κισσῷ στεφανωσαμένους καὶ ὑπὸ τῇ κατακλήσει τοῦ θεοῦ κατασχεθῆναί τε πρὸς τοῦ Διονύσου καὶ ἀνευάσαι τὸν θεὸν καὶ βακχεῦσαι.

[3.1] Καὶ ταῦτα ὅπως τις ἐθέλει ὑπολαβὼν ἀπιστείτω ἢ πιστευέτω. οὐ γὰρ ἔγωγε Ἐρατοσθένει τῷ Κυρη ναίῳ πάντῃ ξυμφέρομαι͵ ὃς λέγει πάντα ὅσα ἐς τὸ θεῖον ἀναφέρεται ἐκ Μακεδόνων πρὸς χάριν τὴν Ἀλεξάνδρου ἐς τὸ ὑπέρογκον ἐπιφημισθῆναι. [3.2] καὶ γὰρ καὶ σπήλαιον λέγει ἰδόντας ἐν Παραπαμισάδαις τοὺς Μακεδόνας καί τινα μῦθον ἐπιχώριον ἀκούσαντας ἢ καὶ αὐτοὺς ξυνθέντας φημίσαι͵ ὅτι τοῦτο ἄρα ἦν τοῦ Προμηθέως τὸ ἄντρον ἵνα ἐδέδετο͵ καὶ ὁ ἀετὸς ὅτι ἐκεῖσε ἐφοίτα δαισόμενος τῶν σπλάγχνων τοῦ Προμηθέως͵ καὶ ὁ Ἡρακλῆς ὅτι ἐκεῖσε ἀφικόμενος τόν τε ἀετὸν ἀπέκτεινε καὶ τὸν Προμηθέα τῶν δεσμῶν ἀπέλυσε. [3.3] τὸν δὲ Καύκασον τὸ ὄρος ἐκ τοῦ Πόντου ἐς τὰ πρὸς ἕω μέρη τῆς γῆς καὶ τὴν Παραπαμισαδῶν χώραν ὡς ἐπὶ Ἰνδοὺς μετάγειν τῷ λόγῳ τοὺς Μακεδόνας͵ Παραπάμισον ὄντα τὸ ὄρος αὐτοὺς καλοῦντας Καύκασον τῆς Ἀλεξάνδρου ἕνεκα δόξης͵ ὡς ὑπὲρ τὸν Καύκασον ἄρα ἐλθόντα Ἀλέξανδρον.

νῦν δὲ ὅσον ἐς τὰ Ἀλεξάνδρου ἔργα ἀποχρῶν ἐφαίνετο͵ τοσόνδε μοι ἀναγεγράφθω· τὸν Ταῦρον τὸ ὄρος ἀπείργειν τὴν Ἀσίαν͵ ἀρχόμενον μὲν ἀπὸ Μυκάλης τοῦ καταντικρὺ Σάμου τῆς νήσου ὄρους͵ ἀποτεμνόμενον δὲ τήν τε Παμφύλων καὶ Κιλίκων γῆν ἔνθεν μὲν ὡς ἐς Ἀρμενίαν παρήκειν͵ ἀπὸ δὲ Ἀρμενίων ὡς ἐπὶ Μηδίαν παρὰ Παρθυαίους τε καὶ Χορασμίους͵ [5.3] κατὰ δὲ Βακτρίους ξυμβάλλειν τῷ Παραπαμίσῳ ὄρει͵ ὃ δὴ Καύκασον ἐκάλουν οἱ Ἀλεξάνδρῳ ξυστρατεύσαντες Μακεδόνες͵ ὡς μὲν λέγεται τὰ Ἀλεξάνδρου αὔξοντες͵ ὅτι δὴ καὶ ἐπέκεινα ἄρα τοῦ Καυκάσου κρατῶν τοῖς ὅπλοις ἦλθεν Ἀλέξανδρος·

[9.1] Καὶ Ἀλέξανδρός τε κατεστρατοπέδευσεν ἐπὶ τῇ ὄχθῃ τοῦ Ὑδάσπου͵ καὶ Πῶρος κατὰ τὴν ἀντιπέρας ὄχθην ὤφθη ξὺν πάσῃ τῇ στρατιᾷ καὶ τῶν ἐλεφάντων τῷ στίφει. ταύτῃ μὲν δὴ ᾗ κατεστρατοπεδευκότα εἶδεν Ἀλέξανδρον αὐτὸς μένων ἐφύλαττε τὸν πόρον· ὅσα δὲ ἄλλα τοῦ ποταμοῦ εὐπορώτερα͵ ἐπὶ ταῦτα φρουρὰς διαπέμψας καὶ ἡγεμόνας ἐπιστήσας ἑκάστοις εἴργειν ἐπενόει [ἀπὸ] τοῦ πόρου τοὺς Μακεδόνας. [9.2] ταῦτα δὲ ὁρῶντι Ἀλεξάνδρῳ κινητέα καὶ αὐτῷ ἐδόκει ἡ στρατιὰ πολλαχῇ͵ ὡς τὸν Πῶρον ἀμφίβολον γίνεσθαι. διελὼν δὴ ἐς πολλὰ τὸν στρατὸν τοὺς μὲν αὐτὸς ἄλλῃ καὶ ἄλλῃ ἦγε τῆς χώρας τὰ μὲν πορθῶν ὅσα πολέμια͵ τὰ δὲ σκοπῶν ὅπῃ εὐπορώτερος αὐτῷ ὁ ποταμὸς φανεῖται͵ τοὺς δὲ͵ τῶν ἡγεμόνων ἄλλοις [καὶ] ἄλλους ἐπιτάξας͵ καὶ αὐτοὺς πολλαχῇ διέπεμπε.

[9.1] Καὶ Ἀλέξανδρός τε κατεστρατοπέδευσεν ἐπὶ τῇ ὄχθῃ τοῦ Ὑδάσπου͵ καὶ Πῶρος κατὰ τὴν ἀντιπέρας ὄχθην ὤφθη ξὺν πάσῃ τῇ στρατιᾷ καὶ τῶν ἐλεφάντων τῷ στίφει. ταύτῃ μὲν δὴ ᾗ κατεστρατοπεδευκότα εἶδεν Ἀλέξανδρον αὐτὸς μένων ἐφύλαττε τὸν πόρον· ὅσα δὲ ἄλλα τοῦ ποταμοῦ εὐπορώτερα͵ ἐπὶ ταῦτα φρουρὰς διαπέμψας καὶ ἡγεμόνας ἐπιστήσας ἑκάστοις εἴργειν ἐπενόει [ἀπὸ] τοῦ πόρου τοὺς Μακεδόνας. [9.2] ταῦτα δὲ ὁρῶντι Ἀλεξάνδρῳ κινητέα καὶ αὐτῷ ἐδόκει ἡ στρατιὰ πολλαχῇ͵ ὡς τὸν Πῶρον ἀμφίβολον γίνεσθαι. διελὼν δὴ ἐς πολλὰ τὸν στρατὸν τοὺς μὲν αὐτὸς ἄλλῃ καὶ ἄλλῃ ἦγε τῆς χώρας τὰ μὲν πορθῶν ὅσα πολέμια͵ τὰ δὲ σκοπῶν ὅπῃ εὐπορώτερος αὐτῷ ὁ ποταμὸς φανεῖται͵ τοὺς δὲ͵ τῶν ἡγεμόνων ἄλλοις [καὶ] ἄλλους ἐπιτάξας͵ καὶ αὐτοὺς πολλαχῇ διέπεμπε.

 [15.4] εἵλετο δ΄ οὖν ἐπ΄ αὐτὸν Ἀλέξανδρον ἐλάσας ξὺν τῇ στρατιᾷ πάσῃ πρὸς τὸ καρτερώτατόν τε τῶν Μακεδόνων καὶ αὐτὸν τὸν βασιλέα διαγωνίσασθαι. ἀλλὰ καὶ ὣς ὀλίγους τῶν ἐλεφάντων σὺν οὐ πολλῇ στρατιᾷ αὐτοῦ ἐπὶ τοῦ στρατοπέδου ἀπέλιπεν͵ ὡς φοβεῖν ἀπὸ τῆς ὄχθης τοὺς ξὺν Κρατερῷ ἱππέας. αὐτὸς δὲ τήν τε ἵππον ἀναλαβὼν πᾶσαν͵ ἐς τετρακισχιλίους ἱππέας͵ καὶ τὰ ἅρματα πάντα͵ τριακόσια ὄντα͵ καὶ τῶν ἐλεφάντων διακοσίους καὶ τῶν πεζῶν ὅ τι περ ὄφελος͵ ἐς τρισμυρίους͵ ἤλαυνεν ὡς ἐπ΄ Ἀλέξανδρον.

καὶ ἐν τούτῳ οἱ ἐπιστάται τῶν ἐλεφάντων ἀντεπῆγον τῇ ἵππῳ τὰ θηρία͵ καὶ ἡ φάλαγξ αὐτὴ τῶν Μακεδόνων ἀντεπῄει πρὸς τοὺς ἐλέφαντας͵ ἔς τε τοὺς ἐπιβάτας αὐτῶν ἀκοντίζοντες καὶ αὐτὰ τὰ θηρία περισταδὸν πάντοθεν βάλλοντες. καὶ ἦν τὸ ἔργον οὐδενὶ τῶν πρόσθεν ἀγώνων ἐοικός· τά τε γὰρ θηρία ἐπεκθέοντα ἐς τὰς τάξεις τῶν πεζῶν͵ ὅπῃ ἐπιστρέψειεν͵ ἐκεράϊζε καίπερ πυκνὴν οὖσαν τὴν τῶν Μακεδόνων φάλαγγα͵ καὶ οἱ ἱππεῖς οἱ τῶν Ἰνδῶν τοῖς πεζοῖς ἰδόντες ξυνεστηκὸς τὸ ἔργον ἐπιστρέψαντες αὖθις καὶ αὐτοὶ ἐπήλαυνον τῇ ἵππῳ. [17.4] ὡς δὲ πάλιν ἐκράτησαν αὐτῶν οἱ ἀμφ΄ Ἀλέξανδρον τῇ τε ῥώμῃ καὶ τῇ ἐμπειρίᾳ πολὺ προέχοντες͵ ὡς ἐπὶ τοὺς ἐλέφαντας αὖθις κατειλήθησαν. καὶ ἐν τούτῳ πᾶσα ἡ ἵππος Ἀλεξάνδρῳ ἐς μίαν ἴλην ἤδη ξυνηγμένη͵ οὐκ ἐκ παραγγέλματος͵ ἀλλὰ ἐν τῷ ἀγῶνι αὐτῷ ἐς τήνδε τὴν τάξιν καταστᾶσα͵ ὅπῃ προσπέσοι τῶν Ἰνδῶν ταῖς τάξεσι͵ ξὺν πολλῷ φόνῳ ἀπελύοντο. [17.5] καὶ ἐς στενὸν ἤδη κατειλημ[μ]ένων τῶν θηρίων οὐ μείω πρὸς αὐτῶν οἱ φίλιοι ἤπερ οἱ πολέμιοι ἐβλάπτοντο ἐν ταῖς ἐπιστροφαῖς τε καὶ τοῖς ὠθισμοῖς καταπατούμενοι. τῶν τε οὖν ἱππέων͵ οἷα δὴ ἐν στενῷ περὶ τοὺς ἐλέφαντας εἰλουμένων͵ πολὺς φόνος ἐγίγνετο καὶ οἱ ἡγεμόνες τῶν ἐλεφάντων οἱ πολλοὶ κατηκοντισμένοι ἦσαν͵ καὶ αὐτοὶ οἱ ἐλέφαντες τὰ μὲν τιτρωσκόμενοι͵ τὰ δὲ ὑπό τε τῶν πόνων καὶ ἐρημίᾳ ἡγεμόνων οὐκέτι διακεκριμένοι ἐν τῇ μάχῃ ἦσαν͵ [17.6] ἀλλ΄ οἷα δὴ ὑπὸ τοῦ κακοῦ ἔκφρονες φιλίοις τε ὁμοῦ καὶ πολεμίοις προσφερόμενοι πάντα τρόπον ἐξώθουν τε καὶ κατεπάτουν καὶ κατέκαινον. ἀλλ΄ οἱ μὲν Μακεδόνες͵ ἅτε ἐν εὐρυχωρίᾳ τε καὶ κατὰ γνώμην τὴν σφῶν προσφερόμενοι τοῖς θηρίοις͵ ὅπῃ μὲν ἐπιφέροιντο εἶκον͵ ἀποστραφέντων δὲ εἴχοντο ἐσακοντίζοντες· οἱ δὲ Ἰνδοὶ ἐν αὐτοῖς ἀναστρεφόμενοι τὰ πλείω ἤδη πρὸς ἐκείνων ἐβλάπτοντο. [17.7] ὡς δὲ καματηρά τε ἦν τὰ θηρία καὶ οὐκέτι αὐτοῖς ἐρρωμέναι αἱ ἐκδρομαὶ ἐγίγνοντο͵ ἀλλὰ συριγμῷ μόνον διαχρώμενα ὥσπερ αἱ πρύμναν κρουόμεναι νῆες ἐπὶ πόδα ὑπεχώρουν͵ αὐτὸς μὲν Ἀλέξανδρος περιβάλλει ἐν κύκλῳ τὴν ἵππον τῇ πάσῃ τάξει͵ τοὺς πεζοὺς δὲ ξυνασπίσαντας ὡς ἐς πυκνοτάτην ξύγκλεισιν ἐπάγειν τὴν φάλαγγα ἐσήμηνε. καὶ οὕτως οἱ μὲν ἱππεῖς τῶν Ἰνδῶν πλὴν ὀλίγων κατεκόπησαν ἐν τῷ ἔργῳ· ἐκόπτοντο δὲ καὶ οἱ πεζοὶ πανταχόθεν ἤδη προσκειμένων σφίσι τῶν Μακεδόνων. καὶ ἐν τούτῳ ἵνα διέσχεν ἡ ἵππος ἡ Ἀλεξάνδρου ἐς φυγὴν πάντες ἐπεστράφησαν.

[23.1] Ὡς δὲ ἐπὶ τὴν ἵππον προσαγαγοῦσαν οὐκ ἐξέδραμον οἱ Ἰνδοὶ ἔξω τῶν ἁμαξῶν͵ ἀλλ΄ ἐπιβεβηκότες αὐτῶν ἀφ΄ ὑψηλοῦ ἠκροβολίζοντο͵ γνοὺς Ἀλέξανδρος ὅτι οὐκ εἴη τῶν ἱππέων τὸ ἔργον καταπηδήσας ἀπὸ τοῦ ἵππου πεζὸς ἐπῆγε τῶν πεζῶν τὴν φάλαγγα. [23.2] καὶ ἀπὸ μὲν τῶν πρώτων ἁμαξῶν οὐ χαλεπῶς ἐβιάσαντο οἱ Μακεδόνες τοὺς Ἰνδούς· πρὸ δὲ τῶν δευτέρων οἱ Ἰνδοὶ παραταξάμενοι ῥᾷον ἀπεμάχοντο͵ οἷα δὴ πυκνότεροί τε ἐφεστηκότες ἐλάττονι τῷ κύκλῳ καὶ τῶν Μακεδόνων οὐ κατ΄ εὐρυχωρίαν ὡσαύτως προσαγόντων σφίσιν͵ ἐν ᾧ τάς τε πρώτας ἁμάξας ὑπεξῆγον καὶ κατὰ τὰ διαλείμματα αὐτῶν ὡς ἑκάστοις προὐχώρει ἀτάκτως προσέβαλλον· ἀλλὰ καὶ ἀπὸ τούτων ὅμως ἐξώσθησαν

[24.4] Ἐν τούτῳ δὲ καὶ Πῶρος ἀφίκετο τούς τε ὑπολοίπους ἐλέφαντας ἅμα οἷ ἄγων καὶ τῶν Ἰνδῶν ἐς πεντακισχιλίους͵ αἵ τε μηχαναὶ Ἀλεξάνδρῳ ξυμπεπηγμέναι ἦσαν καὶ προσήγοντο ἤδη τῷ τείχει. ἀλλὰ οἱ Μακεδόνες͵ πρὶν καὶ κατασεισθῆναί τι τοῦ τείχους͵ ὑπορύτ τοντές τε αὐτοὶ πλίνθινον ὂν τὸ τεῖχος καὶ τὰς κλίμακας ἐν κύκλῳ πάντῃ προσθέντες αἱροῦσι κατὰ κράτος τὴν πόλιν.

[25.2] Ἰνδοὺς͵ καὶ μεγέθει μεγίστους καὶ ἀνδρείᾳ. ταῦτα δὲ ἐξαγγελλόμενα Ἀλέξανδρον μὲν παρώξυνεν ἐς ἐπιθυμίαν τοῦ πρόσω ἰέναι· οἱ Μακεδόνες δὲ ἐξέκαμνον ἤδη ταῖς γνώμαις͵ πόνους τε ἐκ πόνων καὶ κινδύνους ἐκ κινδύνων ἐπαναιρούμενον ὁρῶντες τὸν βασιλέα· ξύλλογοί τε ἐγίγνοντο κατὰ τὸ στρατόπεδον τῶν μὲν τὰ σφέτερα ὀδυρομένων͵ ὅσοι ἐπιεικέστατοι͵ τῶν δὲ οὐκ ἀκολουθήσειν͵ οὐδ΄ ἢν ἄγῃ Ἀλέξανδρος͵ ἀπισχυριζομένων. ταῦτα ὡς ἐπύθετο Ἀλέξανδρος͵ πρὶν καὶ ἐπὶ μεῖζον προελθεῖν τὴν ταραχὴν τοῖς στρατιώταις καὶ τὴν ἀθυμίαν͵ ξυγκαλέσας τοὺς ἡγεμόνας τῶν τάξεων ἔλεξεν ὧδε.

[25.3] Ὁρῶν ὑμᾶς͵ ὦ ἄνδρες Μακεδόνες τε καὶ ξύμμαχοι͵ οὐχ ὁμοίᾳ ἔτι τῇ γνώμῃ ἑπομένους μοι ἐς τοὺς κινδύνους͵ ξυνήγαγον ἐς ταὐτό͵ ὡς ἢ πείσας ἄγειν τοῦ πρόσω ἢ πεισθεὶς ὀπίσω ἀποστρέφεσθαι. εἰ μὲν δὴ μεμπτοί εἰσιν ὑμῖν οἱ μέχρι δεῦρο πονηθέντες πόνοι καὶ αὐτὸς ἐγὼ ἡγούμενος͵ οὐδὲν ἔτι προὔργου λέγειν μοί ἐστιν. 

[25.6] Μακεδόνων τε ἀρχῇ; ἢ δέδιτε μὴ δέξωνται ὑμᾶς ἔτι ἄλλοι βάρβαροι ἐπιόντας; ὧν γε οἱ μὲν προσχωροῦσιν ἑκόντες͵ οἱ δὲ φεύγοντες ἁλίσκονται͵ οἱ δὲ ἀποφυγόντες τὴν χώραν ἡμῖν ἔρημον παραδιδόασιν͵ ἣ δὴ τοῖς ξυμ μάχοις τε καὶ τοῖς ἑκοῦσι προσχωρήσασι προστίθεται.

[26.4] ἐχομένων. καὶ τότε δὴ ἀνόνητοι ἡμῖν ἔσονται οἱ πολλοὶ πόνοι ἢ ἄλλων αὖθις ἐξ ἀρχῆς δεήσει πόνων τε καὶ κινδύνων. ἀλλὰ παραμείνατε͵ ἄνδρες Μακεδόνες καὶ ξύμμαχοι. πονούντων τοι καὶ κινδυνευόντων τὰ καλὰ ἔργα͵ καὶ ζῆν τε ξὺν ἀρετῇ ἡδὺ καὶ ἀποθνήσκειν κλέος ἀθάνατον ὑπολειπομένους

[26.6] τῷ Ἡρακλεῖ ἀνάλωτος πρὸς ἡμῶν ἔχεται. ὑμεῖς δὲ καὶ τὰ ἔτι ὑπόλοιπα τῆς Ἀσίας πρόσθετε τοῖς ἤδη ἐκτημένοις καὶ τὰ ὀλίγα τοῖς πολλοῖς. ἐπεὶ καὶ ἡμῖν αὐτοῖς τί ἂν μέγα καὶ καλὸν κατεπέπρακτο͵ εἰ ἐν Μακεδονίᾳ καθήμενοι ἱκανὸν ἐποιούμεθα ἀπόνως τὴν οἰκείαν διασώζειν͵ Θρᾷκας τοὺς ὁμόρους ἢ Ἰλλυριοὺς ἢ Τριβαλλοὺς ἢ καὶ τῶν Ἑλλήνων͵ ὅσοι οὐκ ἐπιτήδειοι ἐς τὰ ἡμέτερα͵ ἀναστέλλοντες;

[27.2] Ἐπειδὴ αὐτός͵ ὦ βασιλεῦ͵ οὐ κατὰ πρόσταγμα ἐθέλεις Μακεδόνων ἐξηγεῖσθαι͵ ἀλλὰ πείσας μὲν ἄξειν φῄς͵ πεισθεὶς δὲ οὐ βιάσεσθαι͵ οὐχ ὑπὲρ ἡμῶν τῶνδε ποιήσομαι ἐγὼ τοὺς λόγους͵ οἳ καὶ προτιμώμενοι τῶν ἄλλων καὶ τὰ ἆθλα τῶν πόνων οἱ πολλοὶ ἤδη κεκομισμένοι καὶ τῷ κρατιστεύειν παρὰ τοὺς ἄλλους πρόθυμοί σοι ἐς πάντα ἐσμέν͵ ἀλλ΄ ὑπὲρ τῆς στρατιᾶς

[27.4] κινδύνοις ἐς τόδε ἀπροφάσιστον τόλμαν. ὅσῳ γάρ τοι πλεῖστα καὶ μέγιστα σοί τε ἡγουμένῳ καταπέπρακται καὶ τοῖς ἅμα σοὶ οἴκοθεν ὁρμηθεῖσι͵ τοσῷδε μᾶλλόν τι ξύμφορόν μοι δοκεῖ πέρας τι ἐπιθεῖναι τοῖς πόνοις καὶ κινδύνοις. αὐτὸς γάρ τοι ὁρᾷς͵ ὅσοι μὲν Μακεδόνων τε καὶ Ἑλλήνων ἅμα σοὶ ὡρμήθημεν͵ ὅσοι δὲ ὑπολελείμμεθα· ὧν Θετταλοὺς μὲν ἀπὸ Βάκτρων εὐθὺς οὐ προθύμους ἔτι ἐς τοὺς πόνους αἰσθόμενος οἴκαδε͵ καλῶς ποιῶν͵ ἀπέπεμψας· τῶν δὲ ἄλλων Ἑλλήνων οἱ μὲν ἐν ταῖς πόλεσι ταῖς πρὸς σοῦ οἰκισθείσαις κατῳκισμένοι οὐδὲ οὗτοι πάντῃ ἑκόντες μένουσιν· οἱ δὲ ξυμπονοῦντές τε ἔτι καὶ ξυγκινδυνεύοντες͵ αὐτοί τε καὶ ἡ Μακεδονικὴ στρατιά͵ τοὺς μὲν ἐν ταῖς μάχαις ἀπολωλέκασιν͵ οἱ δὲ ἐκ τραυμάτων ἀπόμαχοι γεγενη

[27.8] ταῦτα δὲ σὸν ἤδη ἐξηγεῖσθαι. ἕψονται δέ σοι ἄλλοι Μακεδόνες καὶ ἄλλοι Ἕλληνες͵ νέοι τε ἀντὶ γερόντων καὶ ἀκμῆτες ἀντὶ κεκμηκότων͵ καὶ οἷς τὰ τοῦ πολέμου διὰ τὸ ἀπείρατον ἔς τε τὸ παραυτίκα οὐ φοβερὰ καὶ κατὰ τὴν τοῦ μέλλοντος ἐλπίδα ἐν σπουδῇ ἔσται· οὓς καὶ ταύτῃ ἔτι προθυμότερον ἀκολουθήσειν σοι εἰκός͵ ὁρῶντας τοὺς πρότερον ξυμπονήσαντάς τε καὶ ξυγ κινδυνεύσαντας ἐς τὰ σφέτερα ἤθη ἐπανεληλυθότας͵ πλουσίους τε ἀντὶ πενήτων καὶ ἀντὶ ἀφανῶν τῶν πάλαι εὐκλεεῖς. 

[28.2] ἐς δὲ τὴν ὑστεραίαν ξυγκαλέσας αὖθις ξὺν ὀργῇ τοὺς αὐτοὺς αὐτὸς μὲν ἰέναι ἔφη τοῦ πρόσω͵ βιάσεσθαι δὲ οὐδένα ἄκοντα Μακεδόνων ξυνέπεσθαι· ἕξειν γὰρ τοὺς ἀκολουθήσοντας τῷ βασιλεῖ σφῶν ἑκόντας· τοῖς δὲ καὶ ἀπιέναι οἴκαδε ἐθέλουσιν ὑπάρχειν ἀπιέναι καὶ ἐξαγγέλλειν τοῖς οἰκείοις͵ ὅτι τὸν βασιλέα σφῶν ἐν μέσοις τοῖς πολεμίοις ἐπανήκουσιν ἀπολιπόντες.
[28.3] ταῦτα εἰπόντα ἀπελθεῖν ἐς τὴν σκηνὴν μηδέ τινα τῶν ἑταίρων προσέσθαι αὐτῆς τε ἐκείνης τῆς ἡμέρας καὶ ἐς τὴν τρίτην ἔτι ἀπ΄ ἐκείνης͵ ὑπομένοντα͵ εἰ δή τις τροπὴ ταῖς γνώμαις τῶν Μακεδόνων τε καὶ ξυμμάχων͵ οἷα δὴ ἐν ὄχλῳ στρατιωτῶν τὰ πολλὰ φιλεῖ γίγνεσθαι͵

ΒΙΒΛΙΟ ΣΤ

οἱ δὲ βάρβαροι τὸ μὲν τεῖχος ἐκλείπουσιν, ὡς οὐκ ἂν διαφυλάξαντες αὐτὸ ἔτι, πολλῶν ἐν τῇ καταλήψει τεθνηκότων, τῶν δὲ καὶ ἀπὸ τραυμάτων ἀπομάχων γεγενημένων· ἐς δὲ τὴν ἄκραν ξυμφυγόντες χρόνον μέν τινα ἠμύνοντο ἐξ ὑπερδεξίου τε χωρίου καὶ χαλεποῦ ἐς προσβολήν, προσκειμένων δὲ πάντοθεν εὐρώστως τῶν Μακεδόνων καὶ αὐτοῦ Ἀλεξάνδρου ἄλλοτε ἄλλῃ ἐπιφαινομένου τῷ ἔργῳ ἥ τε ἄκρα κατὰ κράτος ἑάλω καὶ οἱ ξυμφυγόντες ἐς αὐτὴν πάντες ἀπέθανον· ἦσαν δὲ ἐς δισχιλίους.

ξυνεισπεσόντων δὲ αὐτοῖς ὀλίγων Μακεδόνων μεταβαλλόμενοι καὶ ξυστραφέντες τοὺς μὲν ἐξέωσαν αὐτῶν, ἀπέκτειναν δὲ ἐν τῇ ὑποστροφῇ ἐς πέντε καὶ εἴκοσι. καὶ ἐν τούτῳ Ἀλέξανδρος τάς τε κλίμακας πάντοθεν κελεύει προστιθέναι τῇ ἄκρᾳ καὶ ὑπορύττειν τὸ τεῖχος. ὡς δὲ πύργος τε ἔπεσεν ὑπορυσσόμενος καὶ τοῦ μεταπυργίου τι παραρραγὲν ἐπιμαχωτέραν ταύτῃ ἐποίησε τὴν ἄκραν, πρῶτος Ἀλέξανδρος ἐπιβὰς τοῦ τείχους ὤφθη ἔχων τὸ τεῖχος. καὶ τοῦτον ἰδόντες οἱ ἄλλοι Μακεδόνες αἰσχυνθέντες ἄλλος ἄλλῃ ἀνῄεσαν.

[6.9] Τῇ δὲ ὑστεραίᾳ διχῇ διελὼν τὸν στρατὸν τοῦ μὲν ἑτέρου αὐτὸς ἡγούμενος προσέβαλλε τῷ τείχει, τὸ δὲ ἕτερον Περδίκκας προσῆγε. καὶ ἐν τούτῳ οὐ δεξάμενοι οἱ Ἰνδοὶ τῶν Μακεδόνων τὴν ὁρμὴν τὰ μὲν τείχη τῆς πόλεως λείπουσιν, αὐτοὶ δὲ ἐς τὴν ἄκραν ξυνέφευγον. Ἀλέξανδρος μὲν οὖν καὶ οἱ ἀμφ´ αὐτὸν πυλίδα τινὰ κατασχίσαντες παρῆλθον ἐς τὴν πόλιν πολὺ πρὸ τῶν ἄλλων·

 Ἀλέξανδρος δέ, ὡς βλακεύειν αὐτῷ ἐδόκουν τῶν Μακεδόνων οἱ φέροντες τὰς κλίμακας, ἁρπάσας κλίμακα ἑνὸς τῶν φερόντων προσέθηκε τῷ τείχει αὐτὸς καὶ εἰληθεὶς ὑπὸ τῇ ἀσπίδι ἀνέβαινεν· ἐπὶ δὲ αὐτῷ Πευκέστας ὁ τὴν ἱερὰν ἀσπίδα φέρων, ἣν ἐκ τοῦ νεὼ τῆς Ἀθηνᾶς τῆς Ἰλιάδος λαβὼν ἅμα οἷ εἶχεν Ἀλέξανδρος καὶ πρὸ αὐτοῦ ἐφέρετο ἐν ταῖς μάχαις· ἐπὶ δὲ τούτῳ Λεοννάτος ἀνῄει κατὰ τὴν αὐτὴν κλίμακα ὁ σωματοφύλαξ· κατὰ δὲ ἄλλην κλίμακα Ἀβρέας τῶν διμοιριτῶν τις στρατευομένων. ἤδη τε πρὸς τῇ ἐπάλξει τοῦ τείχους ὁ βασιλεὺς ἦν καὶ ἐρείσας ἐπ´ αὐτῇ τὴν ἀσπίδα τοὺς μὲν ὤθει εἴσω τοῦ τείχους τῶν Ἰνδῶν, τοὺς δὲ καὶ αὐτοῦ τῷ ξίφει ἀποκτείνας γεγυμνώκει τὸ ταύτῃ τεῖχος· καὶ οἱ ὑπασπισταὶ ὑπέρφοβοι γενόμενοι ὑπὲρ τοῦ βασιλέως σπουδῇ ὠθούμενοι κατὰ τὴν αὐτὴν κλίμακα συντρίβουσιν αὐτήν, ὥστε οἱ μὲν ἤδη ἀνιόντες αὐτῶν κάτω ἔπεσον, τοῖς δὲ ἄλλοις ἄπορον ἐποίησαν τὴν ἄνοδον. Ἀλέξανδρος δὲ ὡς ἐπὶ τοῦ τείχους στὰς κύκλῳ τε ἀπὸ τῶν πλησίον πύργων ἐβάλλετο, οὐ γὰρ πελάσαι γε ἐτόλμα τις αὐτῷ τῶν Ἰνδῶν, καὶ ὑπὸ τῶν ἐκ τῆς πόλεως, οὐδὲ πόρρω τούτων γε ἐσακοντιζόντων (ἔτυχε γάρ τι καὶ προσκεχωσμένον ταύτῃ πρὸς τὸ τεῖχος), δῆλος μὲν ἦν Ἀλέξανδρος ὢν τῶν τε ὅπλων τῇ λαμπρότητι καὶ τῷ ἀτόπῳ τῆς τόλμης, ἔγνω δὲ ὅτι αὐτοῦ μὲν μένων κινδυνεύσει μηδὲν ὅ τι καὶ λόγου ἄξιον ἀποδεικνύμενος, καταπηδήσας δὲ εἴσω τοῦ τείχους τυχὸν μὲν αὐτῷ τούτῳ ἐκπλήξει τοὺς Ἰνδούς, εἰ δὲ μή, καὶ κινδυνεύειν δέοι, μεγάλα ἔργα καὶ τοῖς ἔπειτα πυθέσθαι ἄξια ἐργασάμενος οὐκ ἀσπουδεὶ ἀποθανεῖται —ταῦτα γνοὺς καταπηδᾷ ἀπὸ τοῦ τείχους ἐς τὴν ἄκραν. ἔνθα δὴ ἐρεισθεὶς πρὸς τῷ τείχει τοὺς μέν τινας ἐς χεῖρας ἐλθόντας καὶ τόν γε ἡγεμόνα τῶν Ἰνδῶν προσφερόμενόν οἱ θρασύτερον παίσας τῷ ξίφει ἀποκτείνει· ἄλλον δὲ πελάζοντα λίθῳ βαλὼν ἔσχε καὶ ἄλλον λίθῳ, τὸν δὲ ἐγγυτέρω προσάγοντα τῷ ξίφει αὖθις. οἱ δὲ βάρβαροι πελάζειν μὲν αὐτῷ οὐκέτι ἤθελον, ἔβαλλον δὲ πάντοθεν περιεστηκότες ὅ τι τις ἔχων βέλος ἐτύγχανεν ἢ ἐν τῷ τότε ἔλαβεν.

Πευκέστας δὲ περιβὰς πεπτωκότι καὶ ὑπερσχὼν τὴν ἱερὰν τὴν ἐξ Ἰλίου ἀσπίδα πρὸ αὐτοῦ {εἶχε}, καὶ Λεοννάτος ἐς τὰ ἐπὶ θάτερα, οὗτοί τε βάλλονται ἀμφότεροι καὶ Ἀλέξανδρος ἐγγὺς ἦν ἤδη ὑπὸ τοῦ αἵματος ἐκλιπεῖν. τοῖς γὰρ Μακεδόσι καὶ ταύτῃ ἐν ἀπόρῳ γεγένητο τὰ τῆς προσβολῆς, ὅτι οἱ τὸν Ἀλέξανδρον βαλλόμενόν τε ἐπὶ τῷ τείχει ἰδόντες καὶ πηδῶντα ἔσω ἐς τὴν ἄκραν, ὑπὸ σπουδῆς τε καὶ φόβου μή τι αὐτοῖς ὁ βασιλεὺς πάθῃ οὐ ξὺν νόῳ κινδυνεύων, τὰς κλίμακας ξυντετριφότες ἄλλοι ἄλλας μηχανὰς ἐς τὸ ἀνελθεῖν ἐπὶ τὸ τεῖχος ὡς ἐν ἀπόροις ἐμηχανῶντο, οἱ μὲν πασσάλους ἐμπηγνύοντες ἐς τὸ τεῖχος γήϊνον ὄν, καὶ κατὰ τούτους ἐκκρεμαννύμενοι χαλεπῶς ἀνεῖρπον, οἱ δὲ ἄλλοι ἐπ´ ἄλλους ἐπιβαίνοντες. ὁ δὲ πρῶτος ἀνελθὼν ἐνρίπτει αὑτὸν κατὰ τοῦ τείχους ἐς τὴν πόλιν, ἵναπερ τὸν βασιλέα ἑώρων κείμενον, ξὺν οἰμωγῇ καὶ ἀλαλαγμῷ πάντες. ἤδη τε ἀμφ´ αὐτῷ πεπτωκότι καρτερὰ μάχη ξυνειστήκει ἄλλου ἐπ´ ἄλλῳ τῶν Μακεδόνων προασπίζοντος, καὶ ἐν τούτῳ οἱ μὲν τὸν μοχλὸν ὅτῳ εἴχετο ἡ κατὰ τὸ μεταπύργιον πύλη κατασχίσαντες ἐπ´ ὀλίγους παρῄεσαν, οἱ δὲ καθ´ ὅ τι ἡ πύλη διέσχε τοὺς ὤμους ὑποθέντες καὶ ὤσαντες ἐς τὸ ἔσω τὸ τεῖχος ἀνεπέτασαν ταύτῃ τὴν ἄκραν.

παυσάμενοι δὲ τῆς οἰμωγῆς ἄθυμοί τε καὶ ἄποροι ἦσαν, ὅστις μὲν ἐξηγούμενος ἔσται τῆς στρατιᾶς (πολλοῖς γὰρ δὴ ἐν ἴσῳ τὰ τῆς ἀξιώσεως ἐδόκει πρός τε αὐτοῦ Ἀλεξάνδρου καὶ πρὸς Μακεδόνων καθεστηκέναι), ὅπως δὲ ἀποσωθήσονται ἐς τὴν οἰκείαν, τοσούτων μὲν ἐθνῶν μαχίμων περιειργόντων σφᾶς ἐν κύκλῳ, τῶν μὲν οὔπω προσκεχωρηκότων, ἃ δὴ ὑπὲρ τῆς ἐλευθερίας εἴκαζον ἀγωνιεῖσθαι καρτερῶς, τῶν δὲ ἀποστησομένων ἀφαιρεθέντος αὐτοῖς τοῦ Ἀλεξάνδρου φόβου, ποταμῶν τε ἐν μέσῳ ἀδιαβάτων τότε δὴ ἐδόκουν εἶναι καὶ πάντα σφίσιν ἄπορα καὶ ἀμήχανα ἐρήμοις Ἀλεξάνδρου ἐφαίνετο.

ἀφίκετο δὲ αὐτῷ καὶ ὁ τῶν Πατάλων τῆς χώρας ἄρχων, ὃ δὴ τὸ Δέλτα ἔφην εἶναι τὸ πρὸς τοῦ ποταμοῦ τοῦ Ἰνδοῦ ποιούμενον, μεῖζον ἔτι τοῦ Δέλτα τοῦ Αἰγυπτίου, καὶ οὗτος τήν τε χώραν αὐτῷ ἐνεδίδου πᾶσαν καὶ αὑτόν τε καὶ τὰ αὑτοῦ ἐπέτρεψεν. τοῦτον μὲν δὴ ἐπὶ τῇ αὑτοῦ ἀρχῇ ἐκπέμπει αὖθις παραγγείλας παρασκευάζειν ὅσα ἐς ὑποδοχὴν τῇ στρατιᾷ· αὐτὸς δὲ Κρατερὸν μὲν τήν τε Ἀττάλου τάξιν ἄγοντα καὶ τὴν Μελεάγρου καὶ Ἀντιγένους καὶ τῶν τοξοτῶν ἔστιν οὓς καὶ τῶν ἑταίρων τε καὶ ἄλλων Μακεδόνων ὅσους ἐς Μακεδονίαν ἀπομάχους ὄντας ἤδη ἔστελλε τὴν ἐπ´ Ἀραχωτῶν καὶ Ζαραγγῶν ἔπεμπεν ἐς Καρμανίαν, καὶ τοὺς ἐλέφαντας τούτῳ ἄγειν ἔδωκεν· τὴν δὲ ἄλλην στρατιάν, ὅση γε μὴ ξὺν αὐτῷ κατέπλει ὡς ἐπὶ θάλασσαν, - - - Ἡφαιστίων ἐπετάχθη, Πείθωνα δὲ τούς τε ἱππακοντιστὰς ἄγοντα καὶ τοὺς Ἀγριᾶνας ἐς τὴν ἐπέκεινα ὄχθην τοῦ Ἰνδοῦ διαβιβάσας, οὐχ ᾗπερ Ἡφαιστίων τὴν στρατιὰν ἄγειν ἤμελλε, τάς τε ἐκτετειχισμένας ἤδη πόλεις ξυνοικίσαι ἐκέλευσε καὶ εἰ δή τινα νεωτερίζοιτο πρὸς τῶν ταύτῃ Ἰνδῶν καὶ ταῦτα ἐς κόσμον καταστήσαντα ξυμβάλλειν οἱ ἐς τὰ Πάταλα.

 ἤδη τε ἐπὶ Καρμανίας προὐχώρει ὁ βασιλεὺς καὶ ἀγγέλλεται αὐτῷ Φίλιππον τὸν σατράπην τῆς Ἰνδῶν γῆς ἐπιβουλευθέντα πρὸς τῶν μισθοφόρων δόλῳ ἀποθανεῖν, τοὺς δὲ ἀποκτείναντας ὅτι οἱ σωματοφύλακες τοῦ Φιλίππου οἱ Μακεδόνες τοὺς μὲν ἐν αὐτῷ τῷ ἔργῳ, τοὺς δὲ καὶ ὕστερον λαβόντες ἀπέκτειναν. ταῦτα δὲ ὡς ἔγνω, ἐκπέμπει γράμματα ἐς Ἰνδοὺς παρὰ Εὔδαμόν τε καὶ Ταξίλην ἐπιμελεῖσθαι τῆς χώρας τῆς πρόσθεν ὑπὸ Φιλίππῳ τεταγμένης ἔστ´ ἂν αὐτὸς σατράπην ἐκπέμψῃ ἐπ´ αὐτῆς.

 σατράπην δὲ Πέρσαις ἔταξε Πευκέσταν τὸν σωματοφύλακα, πιστόν τέ οἱ ἐς τὰ μάλιστα τιθέμενος τά τε ἄλλα καὶ ἐπὶ τῷ ἐν Μαλλοῖς ἔργῳ, ἵνα προεκινδύνευσέ τε καὶ συνεξέσωσεν Ἀλέξανδρον, καὶ ἄλλως τῷ βαρβαρικῷ τρόπῳ τῆς διαίτης οὐκ ἀξύμφορον· ἐδήλωσε δὲ ἐσθῆτά τε εὐθὺς ὡς κατεστάθη σατραπεύειν Περσῶν μόνος τῶν ἄλλων Μακεδόνων μεταβαλὼν τὴν Μηδικὴν καὶ φωνὴν τὴν Περσικὴν ἐκμαθὼν καὶ τἆλλα ξύμπαντα ἐς τρόπον τὸν Περσικὸν κατασκευασάμενος. ἐφ´ οἷς Ἀλέξανδρός γε ἐπῄνει αὐτὸν καὶ οἱ Πέρσαι ὡς τὰ παρὰ σφίσι πρὸ τῶν πατρίων πρεσβεύοντι ἔχαιρον.

Καὶ τοῦτο, εἴπερ τι ἄλλο, ἔδοξε δημοτικόν τε καὶ φιλέταιρον πρᾶξαι Ἀλέξανδρον. οἱ δὲ παραλαβόντες ἀπῆγον τὴν αὑτοῦ ἕκαστος· προῖκας δὲ ξυμπάσαις ἐπέδωκεν Ἀλέξανδρος. καὶ ὅσοι δὲ ἄλλοι ἠγμένοι ἦσαν Μακεδόνες τῶν Ἀσιανῶν τινας γυναικῶν, ἀπογραφῆναι ἐκέλευσε καὶ τούτων τὰ ὀνόματα, καὶ ἐγένοντο ὑπὲρ τοὺς μυρίους, καὶ τούτοις δωρεαὶ Ἀλεξάνδρου ἐδόθησαν ἐπὶ τοῖς γάμοις.

Ηκον δὲ αὐτῷ καὶ οἱ σατράπαι οἱ ἐκ τῶν πόλεών τε τῶν νεοκτίστων καὶ τῆς ἄλλης γῆς τῆς δοριαλώτου παῖδας ἡβάσκοντας ἤδη ἐς τρισμυρίους ἄγοντες τὴν αὐτὴν ἡλικίαν γεγονότας, οὓς Ἐπιγόνους ἐκάλει Ἀλέξανδρος, κεκοσμημένους Μακεδονικοῖς ὅπλοις καὶ τὰ πολέμια ἐς τὸν τρόπον τὸν Μακεδονικὸν ἠσκημένους.

7.6.2 καὶ οὗτοι ἀφικόμενοι λέγονται ἀνιᾶσαι Μακεδόνας, ὡς πάντα δὴ μηχανωμένου Ἀλεξάνδρου ὑπὲρ τοῦ μηκέτι ὡσαύτως δεῖσθαι Μακεδόνων· εἶναι γὰρ οὖν καὶ Μηδικὴν τὴν Ἀλεξάνδρου στολὴν ἄλγος οὐ σμικρὸν Μακεδόσιν ὁρωμένην καὶ τοὺς γάμους ἐν τῷ νόμῳ τῷ Περσικῷ ποιηθέντας οὐ πρὸς θυμοῦ γενέσθαι τοῖς πολλοῖς αὐτῶν, οὐδὲ τῶν γημάντων ἔστιν οἷς, καίτοι τῇ ἰσότητι τῇ ἐς τὸν βασιλέα μεγάλως τετιμημένοις.
7.6.5 καὶ Ὑρκανίας σατράπου παῖδες, καὶ Ἰτάνης Ὀξυάρτου μὲν παῖς, Ρωξάνης δὲ τῆς γυναικὸς Ἀλεξάνδρου ἀδελφός, καὶ Αἰγοβάρης καὶ ὁ τούτου ἀδελφὸς Μιθροβαῖος, καὶ ἡγεμὼν ἐπὶ τούτοις ἐπισταθεὶς Ὑστάσπης ὁ Βάκτριος, καὶ τούτοις δόρατα Μακεδονικὰ ἀντὶ τῶν βαρβαρικῶν μεσαγκύλων δοθέντα, ταῦτα πάντα ἐλύπει τοὺς Μακεδόνας, ὡς πάντῃ δὴ βαρβαρίζοντος τῇ γνώμῃ Ἀλεξάνδρου, τὰ δὲ Μακεδονικὰ νόμιμά τε καὶ αὐτοὺς Μακεδόνας ἐν ἀτίμῳ χώρᾳ ἄγοντος.

Ὡς δὲ ἐς τὴν Ὦπιν ἀφίκετο, συναγαγὼν τοὺς Μακεδόνας προεῖπεν ὅτι τοὺς ὑπὸ γήρως ἢ πηρώσεως τοῦ σώμτος ἀχρείους ἐς τὰ πολέμια ὄντας παραλύει μὲν τῆς στρατιᾶς, ἀποπέμπει δὲ ἐς τὰ σφέτερα ἤθη,ἐπιδώσει δὲ [μένουσιν] ὅσα αὐτούς τε ζηλωτοτέρους ποιήσει τοῖς οἴκοι καὶ τοὺς ἄλλους Μακεδόνας ἐξορμήσει ἐς τὸ ἐθέλειν τῶν αὐτῶν κινδύνων τε
πόνων μετέχειν. Ἀλέξανδρος μὲν ὡς χαριούμενος δῆθεν τοῖς Μακεδόσιν ταῦτα ἔλεγεν· οἱ δὲ ὡς ὑπερορώμενοί τε ἤδη πρὸς Ἀλεξάνδρου καὶ ἀχρεῖοι πάντῃ ἐς τὰ πολέμια νομιζόμενοι οὐκ ἀλόγως αὖ τῷ λόγῳ ἠχθέσθησαν τῷ πρὸς Ἀλεξάνδρου λεχθέντι, κατὰ τὴν στρατιὰν ταύτην πᾶσαν πολλοῖς καὶ ἄλλοις ἀχθεσθέντες, ὅτι πολλάκις ἤδη ἐλύπει αὐτοὺς ἥ τε ἐσθὴς ἡ Περσικὴ ἐς τοῦτο φέρουσα καὶ τῶν Ἐπιγόνων τῶν βαρβάρων ἡ ἐς τὰ Μακεδονικὰ ἤθη κόσμησις καὶ ἀνάμιξις τῶν

7.8.3 ἀλλοφύλων ἱππέων ἐς τὰς τῶν ἑταίρων τάξεις. Οὔκουν σιγῇ ἔχοντες ἐκαρτέρησαν, ἀλλὰ πάντας γὰρ ἀπαλλάττειν στρατιᾶς ἐκέλευον, αὐτὸν δὲ μετὰ τοῦ πατρὸς στρατεύεσθαι, τὸν Ἄμμωνα δὴ τῷ λόγῳ ἐπικερτομοῦντες. ταῦτα ἀκούσας Ἀλέξανδρος (ἦν γὰρ δὴ ὀξύτερός τε ἐν τῷ τότε καὶ ἀπὸ τῆς βαρβαρικῆς θεραπείας οὐκέτι ὡς πάλαι ἐπιεικὴς ἐς τοὺς Μακεδόνας) καταπηδήσας σὺν τοῖς ἀμφ΄ αὑτὸν ἡγεμόσιν ἀπὸ τοῦ βήματος ξυλλαβεῖν τοὺς ἐπιφανεστάτους τῶν ταραξάντων τὸ πλῆθος κελεύει, αὐτὸς τῇ χειρὶ ἐπιδεικνύων τοῖς ὑπασπισταῖς οὕστινας χρὴ συλλαμβάνειν· καὶ ἐγένοντο οὗτοι ἐς τρισκαίδεκα. τούτους μὲν δὴ ἀπάγειν κελεύει τὴν ἐπὶ θανάτῳ. ὡς δὲ κατεσιώπησαν οἱ ἄλλοι ἐκπλαγέντες, ἀναβὰς αὖθις ἐπὶ τὸ βῆμα ἔλεξεν ὧδε.

7.9.1 Οὐχ ὑπὲρ τοῦ καταπαῦσαι ὑμῶν, ὦ Μακεδόνες,τὴν οἴκαδε ὁρμὴν λεχθήσεταί μοι ὅδε ὁ λόγος, ἔξεστι γὰρ ὑμῖν ἀπιέναι ὅποι βούλεσθε ἐμοῦ γε ἕνεκα, ἀλλὰ ὡς γνῶναι ὑμᾶς πρὸς ὁποίους τινὰς ἡμᾶς ὄντας ὁποῖοί τινες αὐτοὶ γενόμενοι ἀπαλλάσσεσθε. 

καὶ νόμοις καὶ ἔθεσι χρηστοῖς ἐκόσμησεν. αὐτῶν δὲ ἐκείνων τῶν βαρβάρων, ὑφ΄ ὧν πρόσθεν ἤγεσθε καὶ ἐφέρεσθε αὐτοί τε καὶ τὰ ὑμέτερα, ἡγεμόνας κατέστησεν ἐκ δούλων καὶ ὑπηκόων, καὶ τῆς Θρᾴκης τὰ πολλὰ τῇ Μακεδονίᾳ προσέθηκεν, καὶ τῶν ἐπὶ θαλάττῃ χωρίων τὰ ἐπικαιρότατα καταλαβόμενος τὴν ἐμπορίαν τῇ χώρᾳ ἀνεπέτασε, καὶ τῶν μετάλλων τὴν ἐργασίαν ἀδεῆ παρέσχε, Θεσσαλῶν δὲ ἄρχοντας, οὓς πάλαι ἐτεθνήκειτε τῷ δέει, ἀπέφηνε, καὶ τὸ Φωκέων ἔθνος ταπεινώσας τὴν ἐς τὴν Ἑλλάδα πάροδον πλατεῖαν καὶ εὔπορον ἀντὶ στενῆς τε καὶ ἀπόρου ὑμῖν ἐποίησεν, Ἀθηναίους τε καὶ Θηβαίους ἐφεδρεύοντας ἀεὶ τῇ Μακεδονίᾳ ἐς τοσόνδε ἐταπείνωσεν, ἤδη ταῦτά γε καὶ ἡμῶν αὐτῷ ξυμπονούντων, ὡς ἀντὶ τοῦ φόρους τελεῖν Ἀθηναίοις καὶ ὑπακούειν Θηβαίων, παρ΄ ἡμῶν ἐν τῷ μέρει ἐκεί

7.9.5 νους τὴν ἀσφάλειάν σφισι πορίζεσθαι. ἐς Πελοπόννησον δὲ παρελθὼν τὰ ἐκεῖ αὖ ἐκόσμησε καὶ ἡγεμὼν αὐτοκράτωρ συμπάσης τῆς ἄλλης Ἑλλάδος ἀποδειχθεὶς τῆς ἐπὶ τὸν Πέρσην στρατιᾶς οὐχ ἑαυτῷ μᾶλλόν τι τὴν δόξαν τήνδε ἢ τῷ κοινῷ τῶν Μακεδόνων προσέθηκεν.

οἱ δὲ Μακεδόνες ἔν τε τῷ παραυτίκα ἀκούσαντες τῶν λόγων ἐκπεπληγμένοι σιγῇ ἔμενον αὐτοῦ πρὸς τῷ βήματι οὐδέ τις ἠκολούθησε τῷ βασιλεῖ ἀπαλλαττομένῳ ὅτι μὴ οἱ ἀμφ΄ αὐτὸν ἑταῖροί τε καὶ οἱ σωματοφύλακες,οἱ δὲ πολλοὶ οὔτε μένοντες ὅ τι πράττωσιν ἢ λέγωσιν
7.11.3 εἶχον, οὔτε ἀπαλλάσσεσθαι ἤθελον. ὡς δὲ τὰ Περσῶν τε καὶ Μήδων αὐτοῖς ἐξηγγέλλετο, αἵ τε ἡγεμονίαι Πέρσαις διδόμεναι καὶ ἡ στρατιὰ ἡ βαρβαρικὴ ἐς λόχους τε καταλεγομένη καὶ τὰ Μακεδονικὰ ὀνόματα ἄγημά τι Περσικὸν καλούμενον καὶ πεζέταιροι Πέρσαι[καὶ ἀσθέτεροι ἄλλοι] καὶ ἀργυρασπίδων τάξις Περσικὴ καὶ ἡ τῶν ἑταίρων ἵππος καὶ ταύτης ἄλλο ἄγημα

καί τις αὐτῶν καθ΄ ἡλικίαν τε καὶ ἱππαρχίαν τῆς ἵππου τῆς ἑταιρικῆς οὐκ ἀφανής, Καλλίνης ὄνομα, τοιαῦτα εἶπεν· ὦ βασιλεῦ, τὰ λυποῦντά ἐστι Μακεδόνας ὅτι σὺ Περσῶν μέν τινας ἤδη πεποίησαι σαυτῷ συγγενεῖς καὶ καλοῦνται Πέρσαι συγγενεῖς Ἀλεξάνδρου καὶ φιλοῦσί σε, Μακεδόνων δὲ οὔπω τις γέγευται ταύτης τῆς τιμῆς. ἔνθα δὴ ὑπολαβὼν Ἀλέξανδρος, ἀλλ΄ ὑμᾶς τε, ἔφη, ξύμπαντας ἐμαυτῷ τίθεμαι συγγενεῖς καὶ τό γε ἀπὸ τούτου οὕτως καλέσω. Ταῦτα εἰπόντα προσελθὼν ὁ Καλλίνης τε ἐφίλησε καὶ ὅστις ἄλλος φιλῆσαι ἠθέλησε. καὶ οὕτω δὴ ἀναλαβόντες τὰ ὅπλα βοῶντές τε καὶ παιωνίζοντες ἐς τὸ στρατόπεδον ἀπῄεσαν.
Ἀλέξανδρος δὲ ἐπὶ τούτοις θυσίαν τε θύει τοῖς θεοῖς οἷς αὐτῷ νόμος καὶ θοίνην δημοτελῆ ἐποίησε, καθήμενός τε αὐτὸς καὶ πάντων καθημένων,ἀμφ΄ αὐτὸν μὲν Μακεδόνων, ἐν δὲ τῷ ἐφεξῆς τούτων Περσῶν, ἐπὶ δὲ τούτοις τῶν ἄλλων ἐθνῶν ὅσοι κατ΄ ἀξίωσιν ἤ τινα ἄλλην ἀρετὴν πρεσβευόμενοι, καὶ ἀπὸ τοῦ αὐτοῦ κρατῆρος αὐτός τε καὶ οἱ ἀμφ΄ αὐτὸν ἀρυόμενοι ἔσπενδον τὰς αὐτὰς σπονδὰς καταρχομένων τῶν
7.11.9 τε Ἑλλήνων μάντεων καὶ τῶν Μάγων. εὔχετο δὲ τά τε ἄλλα [καὶ τὰ] ἀγαθὰ καὶ ὁμόνοιάν τε καὶ κοινωνίαν τῆς ἀρχῆς Μακεδόσι καὶ Πέρσαις. εἶναι δὲ κατέχει λόγος τοὺς μετασχόντας τῆς θοίνης ἐννακισχιλίους, καὶ τούτους πάντας μίαν τε σπονδὴν σπεῖσαι καὶ ἐπ΄ αὐτῇ παιωνίσαι.

7.12.1 Ἔνθα δὴ ἐθελονταὶ ἤδη αὐτῷ ἀπῄεσαν τῶν Μακεδόνων ὅσοι διὰ γῆρας ἤ τινα ἄλλην ξυμφορὰν ἀπόλεμοι ἦσαν· καὶ οὗτοι αὐτῷ ἐγένοντο ἐς τοὺς μυρίους. τούτοις δὲ τήν τε μισθοφορὰν οὐ τοῦ ἐξήκοντος ἤδη χρόνου ἔδωκεν Ἀλέξανδρος μόνον, ἀλλὰ καὶ τοῦ ἐς
7.12.2 τὴν ἀπονόστησιν τὴν οἴκαδε ξυμβαίνοντος. Ἐπέδωκεν δὲ καὶ τάλαντον ἑκάστῳ ὑπὲρ τὴν μισθοφοράν· παῖδες δὲ εἴ τῳ ἦσαν ἐκ τῶν Ἀσιανῶν γυναικῶν, παρὰ οἷ καταλιπεῖν ἐκέλευσε μηδὲ στάσιν κατάγειν ἐς Μακεδονίαν ἀλλοφύλους τε καὶ ἐκ τῶν βαρβάρων γυναικῶν παῖδας τοῖς οἴκοι ὑπολελειμμένοις παισί τε καὶ μητράσιν αὐτῶν· αὐτὸς δὲ ἐπιμελήσεσθαι ὡς ἐκτρέφοιντο Μακεδονικῶς τά τε ἄλλα καὶ ἐς τὰ πολέμια κοσμούμενοι,γενομένους δὲ ἄνδρας ἄξειν αὐτὸς ἐς Μακεδονίαν καὶ
7.12.3 παραδώσειν τοῖς πατράσιν. ταῦτά τε ἀπαλλαττομένοις ἀστάθμητα καὶ ἀτέκμαρτα ἐπηγγέλλετο, καὶ ὅπως ἔχει φιλίας τε καὶ πόθου ἐς αὐτοὺς τὸ ἀτρεκέστατον τεκμήριον ἐκεῖνο ποιεῖσθαι ἠξίου, ὅτι τὸν πιστότατόν τε αὐτῷ καὶ ὅντινα ἴσον τῇ ἑαυτοῦ κεφαλῇ ἄγει, Κρατερόν,ξυμπέμπει αὐτοῖς φύλακά τε καὶ ἡγεμόνα τοῦ στόλου. οὕτω δὴ ἀσπασάμενος ξύμπαντας αὐτός τε δακρύων
7.12.4 καὶ δακρύοντας ἐκείνους ἀπὸ οὗ ἀπήλλαξε. Κρατερῷ δὲ τούτους τε ἄγειν ἐκέλευσε καὶ ἀπαγαγόντι Μακεδονίας τε καὶ Θρᾴκης καὶ Θετταλῶν ἐξηγεῖσθαι καὶ τῶν Ἑλλήνων τῆς ἐλευθερίας· Ἀντίπατρον δὲ διαδόχους τοῖς ἀποπεμπομένοις ἄγειν Μακεδόνας τῶν ἀκμαζόντων ἐκέλευσεν. ἔστειλε δὲ καὶ Πολυπέρχοντα ὁμοῦ τῷ Κρατερῷ, δεύτερον δὲ ἀπὸ Κρατεροῦ ἡγεμόνα, ὡς εἴ τι κατὰ πορείαν Κρατερῷ συμπίπτοι, ὅτι καὶ μαλακῶς τὸ σῶμα ἔχοντα ἀπέπεμπεν αὐτόν, μὴ ποθῆσαι στρατηγὸν τοὺς ἰόντας.
7.12.5 Λόγος δέ τις οὗτος ἐφοίτα ἀφανὴς παρὰ τοῖς τὰ βασιλικὰ πράγματα, ὅσῳ ἐπικρύπτεται, τοσῷδε φιλοτιμότερον ἐξηγουμένοις, καὶ τὸ πιστὸν ἐς τὸ χεῖρον μᾶλλον, ᾗ τὸ εἰκός τε καὶ ἡ αὐτῶν μοχθηρία ἄγει, ἢ πρὸς τὸ ἀληθὲς ἐκτρέπουσιν, ἐξηττώμενον Ἀλέξανδρον ἤδη τῆς μητρὸς τῶν διαβολῶν τῶν ἐς Ἀντίπατρον
7.12.6 ἀπαλλάξαι ἐθέλειν ἐκ Μακεδονίας Ἀντίπατρον. Καὶ τυχὸν οὐκ ἐς ἀτιμίαν τὴν Ἀντιπάτρου ἡ μετάπεμψις αὐτοῦ ἔφερεν, ἀλλ΄ ὡς μή τι ἐκ τῆς διαφορᾶς αὐτοῖς γένοιτο ἄχαρι ἐς ἀλλήλους καὶ οὐδὲ αὐτῷ ἰάσιμον. ἐπεὶ οὐδὲ ἐπαύοντο Ἀλεξάνδρῳ γράφοντες ὁ μὲν τὴν αὐθάδειάν τε τῆς Ὀλυμπιάδος καὶ ὀξύτητα καὶ πολυπραγμοσύνην, ἥκιστα δὴ τῇ Ἀλεξάνδρου μητρὶ εὐσχήμονα, ὥστε καὶ λόγος τις τοιόσδε ἐφέρετο Ἀλεξάνδρου ἐφ΄ οἷς ὑπὲρ τῆς μητρὸς αὐτῷ ἐξηγγέλλετο, βαρὺ δὴ τὸ ἐνοίκιον τῶν δέκα μηνῶν εἰσπράττεσθαι αὑτοῦ τὴν
7.12.7 μητέρα· ἡ δέ, ὑπέρογκον εἶναι τῇ τε ἀξιώσει καὶ τῇ ἄλλῃ θεραπείᾳ Ἀντίπατρον οὐδὲ μεμνῆσθαι τοῦ καταστήσαντος ἔτι, ἀλλ΄ αὐτὸν γὰρ ἀξιοῦν τὰ πρῶτα φέρεσθαι ἐν τοῖς ἄλλοις Μακεδόσι τε καὶ Ἕλλησι. Καὶ ταῦτα μᾶλλόν τι ἰσχύειν παρ΄ Ἀλεξάνδρῳ ἐφαίνετο ὅσα ἐς τοῦ Ἀντιπάτρου τὴν διαβολὴν φέροντα ἦν,οἷα δὴ καὶ φοβερώτερα ἐν βασιλείᾳ ὄντα. οὐ μέντοι καταφανές γέ τι ἢ ἔργον ἢ λόγος ἐξηγγέλλετο Ἀλεξάνδρου ἐφ΄ ὅτῳ ἄν τις συνέθηκεν οὐχ ὡσαύτως εἶναι αὐτῷπρὸς θυμοῦ Ἀντίπατρον ...............................................Ἡφαιστίων.

ταύτας μὲν δὴ ἀπαλλάξαι τῆς στρατιᾶς Ἀλέξανδρον, μή τι νεωτερισθείη κατ΄ αὐτὰς ἐς ὕβριν πρὸς τῶν Μακεδόνων ἢ βαρβάρων· κελεῦσαι δὲ ἀπαγγεῖλαι πρὸς τὴν βασίλισσαν σφῶν ὅτι αὐτὸς ἥξει πρὸς αὐτὴν παιδοποιησόμενος. ταῦτα δὲ οὔτε Ἀριστόβουλος οὔτε Πτολεμαῖος οὔτε τις ἄλλος ἀνέγραψεν ὅστις ἱκανὸς ὑπὲρ τῶν τηλικούτων τεκμηριῶσαι.

Κατιόντι δὲ αὐτῷ ἐς Βαβυλῶνα Λιβύων τε πρεσβεῖαι ἐνετύγχανον ἐπαινούντων τε καὶ στεφανούντων ἐπὶ τῇ βασιλείᾳ τῆς Ἀσίας, καὶ ἐξ Ἰταλίας Βρέττιοί τε καὶ Λευκανοὶ καὶ Τυρρηνοὶ ἐπὶ τοῖς αὐτοῖς ἐπρέσβευον. καὶ Καρχηδονίους τότε πρεσβεῦσαι λέγεται καὶ ἀπὸ Αἰθιόπων πρέσβεις ἐλθεῖν καὶ Σκυθῶν τῶν ἐκ τῆς Εὐρώπης, καὶ Κελτοὺς καὶ Ἴβηρας, ὑπὲρ φιλίας δεησομένους· ὧν τά τε ὀνόματα καὶ τὰς σκευὰς τότε πρῶτον ὀφθῆναι πρὸς Ἑλλήνων τε καὶ Μακεδόνων.

Ἔνθα δὴ τούς τε Πέρσας ἐπαινέσας τῆς προθυμίας, ὅτι πάντα Πευκέστᾳ ἐπείθοντο, καὶ αὐτὸν Πευκέσταν τῆς ἐν κόσμῳ αὐτῶν ἐξηγήσεως, κατέλεγεν αὐτοὺς ἐς τὰς Μακεδονικὰς τάξεις, δεκαδάρχην μὲν τῆς δεκάδος ἡγεῖσθαι Μακεδόνα καὶ ἐπὶ τούτῳ διμοιρίτην Μακεδόνα καὶ δεκαστάτηρον, οὕτως ὀνομαζόμενον ἀπὸ τῆς μισθοφορᾶς, ἥντινα μείονα μὲν τοῦ διμοιρίτου, πλείονα δὲ τῶν οὐκ ἐν τιμῇ στρατευομένων ἔφερεν· ἐπὶ τούτοις δὲ δώδεκα Πέρσας καὶ τελευταῖον τῆς δεκάδος Μακεδόνα, δεκαστάτηρον καὶ τοῦτον, ὥστε ἐν τῇ δεκάδι τέσσαρας μὲν εἶναι Μακεδόνας, τοὺς μὲν τῇ μισθοφορᾷ προὔχοντας, τὸν δὲ τῇ ἀρχῇ τῆς δεκάδος, δώδεκα δὲ Πέρσας, τοὺς μὲν Μακεδόνας τὴν πάτριον ὅπλισιν ὡπλισμένους, τοὺς δὲ Πέρσας τοὺς μὲν τοξότας, τοὺς δὲ καὶ μεσάγκυλα ἔχοντας.

Ἀλλὰ γὰρ αὐτῷ ἤδη Ἀλεξάνδρῳ ἐγγὺς ἦν τὸ τέλος. καί τι καὶ τοῖόνδε πρὸ τῶν μελλόντων σημῆναι λέγει Ἀριστόβουλος· καταλοχίζειν μὲν αὐτὸν τὴν στρατιὰν τὴν σὺν Πευκέστᾳ τε ἐκ Περσῶν καὶ ἀπὸ θαλάσσης ξὺν Φιλοξένῳ καὶ Μενάνδρῳ ἥκουσαν ἐς τὰς Μακεδονικὰς τάξεις· διψήσαντα δὲ ἀποχωρῆσαι ἐκ τῆς ἕδρας (7.24.2 ) καταλιπόντα ἔρημον τὸν θρόνον τὸν βασίλειον.

7.29.4 Ποσειδῶνος οὐδὲ Ἴωνος τοῦ Ἀπόλλωνος. ὡς ἔμοιγε καὶ ἡ Περσικὴ σκευὴ σόφισμα δοκεῖ εἶναι πρός τε τοὺς βαρβάρους, ὡς μὴ πάντῃ ἀλλότριον αὐτῶν φαίνεσθαι τὸν βασιλέα, καὶ πρὸς τοὺς Μακεδόνας, ὡς ἀποστροφήν τινα εἶναι αὐτῷ ἀπὸ τῆς ὀξύτητός τε καὶ ὕβρεως τῆς Μακεδονικῆς· ἐφ΄ ὅτῳ δὴ καὶ ἐγκαταμῖξαί μοι δοκεῖ ταῖς τάξεσιν αὐτῶν τοὺς Πέρσας τοὺς μηλοφόρους καὶ τοῖς ἀγήμασι τοὺς ὁμοτίμους. καὶ οἱ πότοι δέ, ὡς λέγει Ἀριστόβουλος, οὐ τοῦ οἴνου ἕνεκα μακροὶ αὐτῷ ἐγίγνοντο, οὐ γὰρ πίνειν πολὺν οἶνον Ἀλέξανδρον, ἀλλὰ φιλοφροσύνης τῆς ἐς τοὺς ἑταίρους.

7.30.3 τιμῇ αὐτοῦ τῷ ἔθνει τῷ Μακεδόνων χρησθέντες. Ἐπεὶ καὶ αὐτὸς ἐμεμψάμην ἔστιν ἃ ἐν τῇ ξυγγραφῇ τῶν Ἀλεξάνδρου ἔργων, ἀλλὰ αὐτόν γε Ἀλέξανδρον οὐκ αἰσχύνομαι θαυμάζων· τὰ δὲ ἔργα ἐκεῖνα ἐκάκισα ἀληθείας τε ἕνεκα τῆς ἐμῆς καὶ ἅμα ὠφελείας τῆς ἐς ἀνθρώπους· ἐφ΄ ὅτῳ ὡρμήθην οὐδὲ αὐτὸς ἄνευ θεοῦ ἐς τήνδε τὴν ξυγγραφήν.

ΙΝΔΙΚΗ

 [4] Μακεδόνες δὲ οἱ σὺν Ἀλεξάνδρῳ στρατεύσαντες Καύκασον αὐτὸ ἐκάλεον, ἄλλον τοῦτον Καύκασον, οὐ τὸν Σκυθικόν, ὡς καὶ τὰ ἐπέκεινα τοῦ Καυκάσου λόγον κατέχεον ὅτι ἐπῆλθεν Ἀλέξανδρος. [5] τὰ πρὸς ἑσπέρην δὲ τῆς Ἰνδῶν γῆς ὁ ποταμὸς ὁ Ἰνδὸς ἀπείργει ἔστε ἐπὶ τὴν μεγάλην θάλασσαν, ἵναπερ αὐτὸς κατὰ δύο στόματα ἐκδιδοῖ, οὐ συνεχέα ἀλλήλοισι τὰ στόματα, [6] κατάπερ τὰ πέντε τοῦ Ἴστρου ἐστὶ συνεχέα, ἀλλὰ ὡς τὰ τοῦ Νείλου, ὑπ᾽ ὅτων τὸ Δέλτα ποιέεται τὸ Αἰγύπτιον, ὧδέ τοι καὶ τὸ τῆς Ἰνδῶν γῆς Δέλτα ποιέει ὁ Ἰνδὸς ποταμός, οὐ μεῖον τοῦ Αἰγυπτίου: καὶ τοῦτο Πάταλα τῇ Ἰνδῶν γλώσσῃ καλέεται. [7] τὸ δὲ πρὸς νότου τε ἀνέμου καὶ μεσαμβρίης αὐτὴ ἡ μεγάλη θάλασσα ἀπείργει τὴν Ἰνδῶν γῆν, καὶ τὰ πρὸς ἕω ἡ αὐτὴ θάλασσα ἀπείργει. [8] τὰ μὲν πρὸς μεσαμβρίης κατὰ Πάταλά τε καὶ τοῦ Ἰνδοῦ τὰς ἐκβολὰς ὤφθη πρός τε Ἀλεξάνδρου καὶ Μακεδόνων καὶ πολλῶν Ἑλλήνων: τὰ δὲ πρὸς ἕω Ἀλέξανδρος μὲν οὐκ ἐπῆλθε πρόσω ποταμοῦ Ὑφάσιος, [9] ὀλίγοι δὲ ἀνέγραψαν τὰ μέχρι ποταμοῦ Γάγγεω καὶ ἵνα τοῦ Γάγγεω αἱ ἐκβολαὶ καὶ πόλις Παλίμβοθρα μεγίστη τῶν Ἰνδικῶν πρὸς τῷ Γάγγῃ.

Ἡρακλέος δὲ οὐ πολλὰ ὑπομνήματα. [10] ἀλλὰ τὴν Ἄορνον γὰρ πέτρην, ἥντινα Ἀλέξανδρος βίῃ ἐχειρώσατο, ὅτι Ἠρακλέης οὐ δυνατὸς ἐγένετο ἐξελεῖν, μακεδονικὸν δοκέει μοι κόμπασμα, κατάπερ ὦν καὶ τὸν Παραπάμοσον Καύκασον ἐκάλεον Μακεδόνες, οὐδέν τι προσήκοντα τοῦτον τῷ Καυκάσῳ. [11] καί τι καὶ ἄντρον ἐπιφρασθέντες ἐν Παραπαμισάδῃσι, τοῦτο ἔφασαν ἐκεῖνο εἶναι τοῦ Προμηθέος τοῦ Τιτῆνος τὸ ἄντρον, ἐν ὅτῳ ἐκρέματο ἐπὶ τῇ κλοπῇ τοῦ πυρός. [12] καὶ δὴ καὶ ἐν Σίβῃσιν, Ἰνδικῷ γένεϊ, ὅτι δορὰς ἀμπεχομένους εἶδον τοὺς Σίβας, ἀπὸ τῆς Ἡρακλέος στρατηλασίης ἔφασκον τοὺς ὑπολειφθέντας εἶναι τοὺς Σίβας: καὶ γὰρ καὶ σκυτάλην φορέουσιν οἱ Σίβαι, καὶ τῇσι βουσὶν αὐτῶν ῥόπαλον ἐπικέκαυται, καὶ τοῦτο ἐς μνήμην ἀνέφερον τοῦ ῥοπάλου τοῦ Ἡρακλέος.

ἐπεὶ καὶ ὑπὲρ τῶν μυρμήκων λέγει Νέαρχος μύρμηκα μὲν αὐτὸς οὐκ ἰδέειν, ὁκοῖον δή τινα μετεξέτεροι διέγραψαν γίνεσθαι ἐν τῇ Ἰνδῶν γῇ, δορὰς δὲ καὶ τούτων ἰδεῖν πολλὰς ἐς τὸ στρατόπεδον κατακομισθείσας τὸ Μακεδονικόν. [5] Μεγασθένης δὲ ἀτρεκέα εἶναι ὑπὲρ τῶν μυρμήκων τὸν λόγον ἱστορέει, τούτους εἶναι τοὺς τὸν χρυσὸν ὀρύσσοντας, οὐκ αὐτοῦ τοῦ χρυσοῦ εἵνεκα, ἀλλὰ φύσι γὰρ κατὰ τῆς γῆς ὀρύσσουσιν, ἵνα φωλεύωσι, κατάπερ οἱ ἡμέτεροι οἱ σμικροὶ μύρμηκες

18. [1] Ἀλέξανδρος γάρ, ἐπειδή οἱ παρεσκεύαστο τὸ ναυτικὸν ἐπὶ τοῦ Ὑδάσπεω τῇσιν ὄχθῃσιν, ἐπιλεγόμενος ὅσοι τε Φοίνικες καὶ ὅσοι Κύπριοι καὶ Αἰγύπτιοι εἵποντο ἐν τῇ ἄνω στρατηλασίῃ, ἐκ τούτων ἐπλήρου τὰς νέας, ὑπηρεσίας τε αὐτῇσι καὶ ἐρέτας ἐπιλεγόμενος ὅσοι τῶν θαλασσίων ἔργων δαήμονες. [2] ἦσαν δὲ καὶ νησιῶται ἄνδρες οὐκ ὀλίγοι ἐν τῇ στρατιῇ, οἷσι ταῦτα ἔμελε, καὶ Ἴωνες καὶ Ἑλλησπόντιοι. [3] τριήραρχοι δὲ αὐτοῖσιν ἐπεστάθησαν ἐκ Μακεδόνων μὲν Ἡφαιστίων τε ὁ Ἀμύντορος, καὶ Λεόννατος ὁ Ἀντέου, καὶ Λυσίμαχος ὁ Ἀγαθοκλέος, καὶ Ἀσκληπιόδωρος ὁ Τιμάνδρου, καὶ Ἄρχων ὁ Κλεινίεω, καὶ Δημόνικος ὁ Ἀθηναίου, καὶ Ἀρχίης ὁ Ἀναξιδότεω, καὶ Ὀφέλας ὁ Σειληνοῦ, καὶ Τιμάνθης ὁ Παντιάδεω. οὗτοι μὲν Πελλαῖοι: ἐκ δὲ Ἀμφιπόλιος ἦγον οἵδε: [4] Νέαρχος ὁ Ἀνδροτίμου, ὃς τὰ ἀμφὶ τῷ παραπλόῳ ἀνέγραψε: καὶ Λαομέδων ὁ Λαρίχου, καὶ Ἀνδροσθένης ὁ Καλλιστράτου: [5] ἐκ δὲ τῆς Ὀρεστίδος Κράτερός τε ὁ Ἀλεξάνδρου, καὶ Περδίκκας ὁ Ὀρόντεω: Ἐορδαῖοι δὲ Πτολεμαῖός τε ὁ Λάγου καὶ Ἀριστόνοος ὁ Πισαίου. ἐκ Πύδνης δὲ Μήτρων τε ὁ Ἐπιχάρμου καὶ Νικαρχίδης ὁ Σίμου. [6] ἐπὶ δὲ Ἄτταλός τε ὁ Ἀνδρομένεος Τυμφαῖος, καὶ Πευκέστας ὁ Ἀλεξάνδρου, Μιεζεύς, καὶ Πείθων ὁ Κρατεύα, Ἀλκομενεύς, καὶ Λεόννατος ὁ Ἀντιπάτρου Αἰγαῖος, καὶ Πάνταυχος ὁ Νικολάου Ἀλωρίτης, καὶ Μυλλέας ὁ Ζωΐλου Βεροιαῖος. οὗτοι μὲν οἱ σύμπαντες Μακεδόνες: [7] Ἑλλήνων δὲ Μήδιος μὲν ὁ Ὀξυθέμιδος Λαρισαῖος, Εὐμένης δὲ [p. 24] ὁ Ἱερωνύμου ἐκ Καρδίης, Κριτόβουλος δὲ δ Πλάτωνος Κῷος καὶ Θόας ὁ Μηνοδώρου καὶ Μαίανδρος ὁ Μανδρογένεος Μάγνητες. [8] Ἄνδρων δὲ ὁ Καβήλεω Τήιος, Κυπρίων δὲ Νικοκλέης ὁ Πασικράτεος Σόλιος, καὶ Νιθάφων ὁ Πνυταγόρεω Σαλαμίνιος. ἦν δὲ δὴ καὶ Πέρσης αὐτῷ τριήραρχος, Βαγώας ὁ Φαρνούχεω. [9] τῆς δὲ αὐτοῦ Ἀλεξάνδρου νεὸς κυβερνήτης ἦν Ὀνησίκριτος Ἀστυπαλαιεύς, γραμματεὺς δὲ τοῦ στόλου παντὸς Εὐαγόρας ὁ Εὐκλέωνος Κορίνθιος. [10] ναύαρχος δὲ αὐτοῖσιν ἐπεστάθη Νέαρχος ὁ Ἀνδροτίμου, τὸ γένος μὲν Κρὴς ὁ Νέαρχος, ᾤκεε δὲ ἐν Ἀμφιπόλι τῇ ἐπὶ Στρυμόνι. [11] ὡς δὲ ταῦτα ἐκεκόσμητο Ἀλεξάνδρῳ, ἔθυε τοῖσι θεοῖσιν ὅσοι γε πάτριοι ἢ μαντευτοὶ αὐτῷ, καὶ Ποσειδῶνι καὶ Ἀμφιτρίτῃ καὶ Νηρηίσι καὶ αὐτῷ τῷ Ὠκεανῷ, καὶ τῷ Ὑδάσπῃ ποταμῷ, ἀπ᾽ ὅτου ὡρμᾶτο, καὶ τῷ Ἀκεσίνῃ, ἐς ὅντινα ἐκδιδοῖ Ὑδάσπης, καὶ τῷ Ἰνδῷ, ἐς ὅντινα ἄμφω ἐκδιδοῦσιν: [12] ἀγῶνές τε αὐτῷ μουσικοί τε καὶ γυμνικοὶ ἐποιεῦντο, καὶ ἱερήϊα τῇ στρατιῇ πάσῃ κατὰ τέλεα ἐδίδοτο.

21. [1] ὡς δὲ τὰ ἐτήσια πνεύματα ἐκοιμήθη, ἃ δὴ τοῦ θέρεος τὴν ὥρην πᾶσαν κατέχει ἐκ τοῦ πελάγεος ἐπιπνέοντα ὡς ἐπὶ τὴν γῆν, καὶ ταύτῃ ἄπορον τὸν πλόον ποιέοντα, τότε δὴ ὥρμηντο ἐπὶ ἄρχοντος Ἀθήνησι Κηφισοδώρου, εἰκάδι τοῦ Βοηδρομιῶνος μηνός, κατ᾽ ὅτι Ἀθηναῖοι ἄγουσιν: ὡς δὲ Μακεδόνες τε καὶ Ἀσιανοὶ ἦγον, τὸ ἑνδέκατον βασιλεύοντος Ἀλεξάνδρου.

[7] ἐνθένδε διεκπλώσαντες σταδίους πεντακοσίους ἀπίκοντο ἔς τινα πόλιν σμικρήν, οἰκεομένην ἐπὶ γηλόφου οὐ πόρρω τοῦ αἰγιαλοῦ. [8] καὶ Νέαρχος ἐπιφρασθεὶς ὅτι σπείρεσθαι τὴν χώρην οἰκός, λέγει πρὸς Ἀρχίην — συνέπλωε δὲ Νεάρχῳ, τῶν ἐν αἴνῃ ἐὼν Μακεδόνων — πρὸς τοῦτον λέγει ὅτι καταληπτέον σφίσιν εἴη τὸ χωρίον: [9] ἑκόντας τε γὰρ οὐκ ἂν οἴεσθαι δοῦναι τῇ στρατιῇ σιτία, βίῃ τε οὐκ οἷόν τε εἶναι ἐξαιρέειν, πολιορκίης δὲ καὶ τριβῆς δεήσειν, σφᾶς δὲ ἐπιλελοιπέναι τὰ σιτία.

28. [1] προσάγοντι δὲ αὐτῷ πρὸς τὰ τείχεα φιλίως ξείνια ἔφερον ἐκ τῆς πόλιος θύννους τε ἐν κριβάνοισιν ὀπτούς — οὗτοι γὰρ ἔσχατοι τῶν Ἰχθυοφάγων οἰκέοντες πρῶτοι αὐτοῖσιν ὤφθησαν οὐκ ὠμοφαγέοντες—καὶ πέμματα ὀλίγα καὶ βαλάνους φοινίκων. [2] ὃ δὲ ταῦτα μὲν ἄσμενος δέκεσθαι [p. 36] ἔφη, ἐθέλειν δὲ θεήσασθαι τὴν πόλιν: οἳ δὲ εἴων παρελθεῖν. [3] ὡς δὲ ἔσω πυλέων παρῆλθε, δύο μὲν τῶν τοξοτέων κατέχειν κελεύει τὴν πυλίδα, αὐτὸς δὲ μετὰ δυοῖν ἄλλοιν καὶ τοῦ ἑρμηνέος ἐπὶ τὸ τεῖχος τὸ ταύτῃ ἀνελθὼν ἐσήμηνε τοῖσιν ἀμφὶ Ἀρχίην ὅκως συνεκέετο. τὸν μὲν ὦν σημῆναι, τὸν δὲ συμβαλόντα ποιέειν τὸ τεταγμένον. [4] ἰδόντες δὲ τὸ σημήιον οἱ Μακεδόνες ἐπώκελλόν τε κατὰ τάχος τὰς νέας καὶ ἐξεπήδων σπουδῇ ἐς τὴν θάλασσαν, οἱ δὲ βάρβαροι ἐκπλαγέντες τοῖσι γινομένοισιν ἐπὶ τὰ ὅπλα ἔθεον. [5] ὁ δὲ ἑρμηνεὺς ὁ σὺν Νεάρχῳ ἐκήρυσσε σῖτον δοῦναι τῇ στρατιῇ, εἰ σῴην ἐθέλουσιν ἔχειν τὴν πόλιν: οἳ δὲ ἠρνέοντο εἶναι σφίσι, καὶ ἅμα προσέβαλλον τῷ τείχεϊ. ἀλλὰ ἀνέστελλον αὐτοὺς οἱ τοξόται οἱ ἀμφὶ Νέαρχον, ἐξ ὑπερδεξίου τοξεύοντες.

ΤΕΧΝΗ ΚΑΙ ΤΑΚΤΙΚΗ

τῶν δὲ ὅπως οὖν πολεμούντων τὸ μέν τί ἐστι μάχιμον, αὐτοὶ οἱ στρατιῶται, τὸ δὲ τοῦ μαχίμου ἕνεκα ἠθροισμένον, ὅσον θητικὸν ἢ ἰατρικὸν ἢ ἐμπορικὸν ἢ καπηλικόν. [2] τοῦ δὲ αὖ ἐν γῇ μαχίμου τὸ μέν ἐστι πεζικόν, τὸ δʹ ἐπʹ ὀχήματος ἄλλου καὶ ἄλλου. καὶ τῆς δευτέρας ἰδέας τὸ μὲν ἱππικόν, ὅπερ ἵπποις χρῆται, τὸ δʹ ἐπὶ ἐλεφάντων, καθάπερ τὰ Ἰνδῶν στρατόπεδα καὶ τὰ Αἰθιοπικά, χρόνῳ δʹ ὕστερον καὶ Μακεδόνες καὶ Καρχηδόνιοι καί που καὶ Ῥωμαῖοι. [3] τοῦ δὲ ἀφʹ ἵππων μαχητικοῦ τὸ μὲν ἰδίᾳ λεχθείη ἂν ἱππικόν, τὸ δὲ ἀφʹ ἁρμάτων. καὶ τοῦ ἱππικοῦ οἳ ἱππῆς, οἳ δὲ ἄμφιπποι: ἱππῆς μὲν οἱ ἐφʹ ἑνὸς ἵππου ὀχούμενοι, ἄμφιπποι δὲ οἱ ἐπὶ δυοῖν ἀστρώτοιν συνδεδεμένοιν, ὡς μεταπηδᾶν ἀπʹ ἄλλου ἐς ἄλλον.

3 [1] αἱ δὲ πεζικαί τε καὶ ἱππικαὶ τάξεις καὶ ὁπλίσεις πολυειδεῖς τε καὶ πολύτροποί εἰσιν. αὐτίκα τῶν πεζῶν ἡ ὅπλισις, ὥς γε δὴ ἐς τὰ ἀνωτάτω τεμεῖν, τριχῆ νενέμηται, ἔς τε τὸ ὁπλιτικὸν καὶ ἐς τὸ ψιλὸν καὶ ἐς τὸ πελταστικόν. τὸ μὲν δὴ βαρύτατον τὸ ὁπλιτικὸν θώρακας [2] ἔχει καὶ ἀσπίδας ἢ θυρεοὺς παραμήκεις καὶ μαχαίρας καὶ δόρατα, ὡς Ἕλληνες, ἢ σαρίσας, ὡς Μακεδόνες. τὸ δὲ ψιλὸν ἐναντιώτατα ἔχει τῷ ὁπλιτικῷ πάντα, [3] ὅτιπερ ἄνευ θώρακος καὶ ἀσπίδος καὶ κνημῖδος καὶ κράνους ἑκηβόλοις ἐστὶν ὅπλοις διαχρώμενον, τοξεύμασιν ἢ ἀκοντίοις ἢ σφενδόναις ἢ λίθοις ἐκ χειρός.

[5] τὸ δὲ τρίτον καὶ τέταρτον ζυγὸν κατὰ λόγον ἤδη τῆς ἀπὸ τοῦ πρώτου ἀποστάσεως ἐπιλεγομένους τακτέον, [6] ταύτῃ τοι καὶ ἡ Μακεδονικὴ φάλαγξ φοβερὰ τοῖς πολεμίοις οὐκ ἐν τῷ ἔργῳ μόνον ἀλλὰ καὶ ἐν τῇ ὄψει ἐφαίνετο. ἀνὴρ γὰρ ὁπλίτης εἱστήκει αὐτοῖς κατὰ πύκνωσιν ἐν δύο πήχεσι μάλιστα, τὸ δὲ μέγεθος τῶν σαρισῶν πόδας ἐπεῖχεν ἑκκαίδεκα. [7] καὶ τούτων οἱ μὲν τέσσαρες διὰ τὴν χεῖρά τε τοῦ κατέχοντος καὶ τὸ ἄλλο σῶμα ἀπεγίγνοντο, οἱ δώδεκα δὲ προεῖχον πρὸ τῶν σωμάτων ἑκάστου τῶν πρωτοστατῶν.

 [6] ταῖς δὲ δὴ ἐμβολοειδέσι τάξεσι Σκύθας κεχρῆσθαι μάλιστα ἀκούομεν, καὶ Θρᾷκας, ἀπὸ Σκυθῶν μαθόντας. Φίλιππος δὲ ὁ Μακεδὼν καὶ Μακεδόνας ταύτῃ τῇ τάξει χρῆσθαι ἐπήσκησεν. [7] ὠφέλιμος δὲ καὶ αὕτη δοκεῖ ἡ τάξις, ὅτι ἐν κύκλῳ οἱ ἡγεμόνες τεταγμένοι εἰσί, καὶ τὸ μέτωπον ἐς ὀξὺ ἀπολῆγον εὐπετῶς πᾶσαν τάξιν πολεμίαν διακόπτειν παρέχει, καὶ τὰς ἐπιστροφάς τε καὶ ἀναστροφὰς ὀξείας ποιεῖσθαι δίδωσιν.

23 [1] τούτων δὲ αὖ ἑκατέρα τριχῆ νενέμηται. ὃ μὲν γάρ τις ἐξελιγμὸς Μακεδών, ὃ δὲ Λάκων, ὃ δὲ Κρητικὸς ὀνομάζεται: τὸν αὐτὸν δὲ τοῦτον καλούμενον εὑρίσκω καὶ Περσικὸν καὶ χόριον. [2] Μακεδὼν μὲν οὖν ἐστιν ὁ μεταλαμβάνων τῆς φάλαγγος τὸν ἔμπροσθεν τόπον, ἀντὶ δὲ τῆς κατὰ πρόσωπον ἐπιφανείας τὴν κατόπιν: Λάκων δὲ ὁ μεταλαμβάνων τῆς φάλαγγος τὸν [3] ὀπίσω τόπον, καὶ ὡσαύτως ἀντὶ τῆς κατὰ πρόσωπον ἐπιφανείας τὴν κατόπιν. ὁ δὲ Κρητικός τε καὶ Περσικὸς ὀνομαζόμενος τὸν αὐτὸν μὲν ἐπέχειν ποιεῖ τόπον τῆς [4] φάλαγγος τὸ πᾶν σύνταγμα, τῶν δʹ ἐν μέρει ὁπλιτῶν ἕκαστον ἀνθʹ οὗ πρότερον ἐπεῖχεν τόπου ἕτερον μεταλαμβάνειν, τὸν μὲν λοχαγὸν τὸν τοῦ οὐραγοῦ, τὸν δὲ οὐραγὸν τὸν τοῦ λοχαγοῦ, καὶ ἀντὶ τῆς κατὰ πρόσωπον ἐπιφανείας τὴν κατόπιν.

24 [1] καὶ ὁ μὲν κατὰ στίχους ἐξελιγμὸς Μακεδὼν αὖ καλεῖται, ἐπειδὰν ὁ λοχαγὸς μὲν μεταβάλληται, οἱ δὲ ὀπίσω ἐκ δόρατος παραπορευόμενοι ἐφεξῆς ἀλλήλων ἱστῶνται. [2] Λάκων δʹ ἐξελιγμὸς ὀνομάζεται, ἐπειδὰν ὁ λοχαγὸς μεταβαλλόμενος ἐκ δόρατος ὅλον τὸν λόχον μεταλλάξῃ ἐς ἄλλον ἴσον τῷ πρόσθεν τόπον, οἱ δὲ λοιποὶ ἑπόμενοι ἐφεξῆς αὐτῷ τάσσωνται: ἢ ὁπόταν ὁ μὲν οὐραγὸς μεταβάλληται, ὁ δὲ ὀπίσω αὐτοῦ τεταγμένος ἐκ δόρατος τοῦ οὐραγοῦ παραπορευόμενος ἔμπροσθεν αὐτοῦ τάσσηται, καὶ οἱ λοιποὶ ὡσαύτως ἄλλος πρὸς ἄλλου ταχθεὶς τὸν λοχαγὸν αὖ πρωτοστάτην ποιήσωνται.

[3] οὔκουν οὐδὲ μεταβαλοῦ ἢ ἐξέλιξον χρὴ παραγγέλλειν: ταῦτα γὰρ τοῦ γένους τὴν πρᾶξιν δηλοῦντα ἐπὶ διάφορα ἔργα ἄξει τοὺς ἀκούοντας. ἀλλὰ τὰ εἴδη γὰρ προτακτέον πρὸ τῶν γενῶν, οἷον ἐπὶ δόρυ μεταβαλοῦ ἢ ἐπʹ ἀσπίδα. [4] καὶ αὖ ὧδε ἐροῦμεν τὸν Λάκωνα ἐξέλισσε, ἢ τὸν χόριον, ἢ τὸν Μακεδόνα. εἰ δὲ μὴ προσθεὶς ὅντινα, αὐτὸ μόνον ἐξέλισσε φαίης, ἄλλοι ἐπʹ ἄλλον ἐξελιγμὸν ἥξουσιν.

τὸν Λάκωνα ἐξέλισσε, ἀποκατάστησον. ἐπὶ δόρυ ἐκπερίσπα, ἀποκατάστησον. τάδε μέν, [2] ὥσπερ ἐν τέχνῃ, δἰ ὀλίγων ἐδήλωσα ἱκανὰ ὑπέρ γε τῶν πάλαι Ἑλληνικῶν τε καὶ Μακεδονικῶν τάξεων, ὅστις μηδὲ τούτων ἀπείρως ἐθέλοι ἔχειν: ἐγὼ δὲ τὰ ἱππικὰ γυμνάσια, [3] ὅσα ῾Ρωμαῖοι ἱππῆς γυμνάζονται, ἐν τῷ παρόντι ἐπεξελθών, ὅτι τὰ πεζικὰ ἔφθην δηλῶσαι ἐν τῇ συγγραφῇ ἥντινα ὑπὲρ αὐτοῦ τοῦ βασιλέως συνέγραψα, τέλος ποιήσομαι τοῦ λόγου τοῦ τακτικοῦ.

ΔΙΑΤΡΙΒΑΙ ΕΠΙΚΤΗΤΟΥ
ΒΙΒΛΙΟ 2

[22] Διὰ ταύτην τὴν ἄγνοιαν καὶ Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι διεφέροντο καὶ Θηβαῖοι πρὸς ἀμφοτέρους καὶ μέγας βασιλεὺς πρὸς τὴν Ἑλλάδα καὶ Μακεδόνες πρὸς ἀμφοτέρους καὶ νῦν Ῥωμαῖοι πρὸς Γέτας καὶ ἔτι πρότερον τὰ ἐν Ἰλίῳ διὰ ταῦτα ἐγένετο. [23] ὁ Ἀλέξανδρος τοῦ Μενελάου ξένος ἦν, καὶ εἴ τις αὐτοὺς εἶδεν φιλοφρονουμένους ἀλλήλους, ἠπίστησεν ἂν τῷ λέγοντι οὐκ εἶναι φίλους αὐτούς. ἀλλ' ἐβλήθη εἰς τὸ μέσον μερίδιον, κομψὸν γυναικάριον, καὶ περὶ αὐτοῦ πόλεμος. [24] καὶ νῦν ὅταν ἴδῃς φίλους, ἀδελφοὺς ὁμονοεῖν δοκοῦντας, μὴ αὐτόθεν ἀποφήνῃ περὶ τῆς φιλίας τι αὐτῶν μηδ' ἂν ὀμνύωσιν μηδ' ἂν ἀδυνάτως ἔχειν λέγωσιν ἀπηλλάχθαι ἀλλήλων. [25] οὐκ ἔστι πιστὸν τὸ τοῦ φαύλου ἡγεμονικόν: ἀβέβαιόν ἐστιν, ἄκριτον, ἄλλοθ' ὑπ' ἄλλης φαντασίας νικώμενον.

ΠΑΡΘΙΚΑ

Οὗτος δὲ συντάττει πάντων ἄμεινον καὶ τὰ κατὰ Ἀλέξανδρον τὸν Μακεδόνα, ἔτι δὲ καὶ ἄλλην πραγματείαν, τὰ πάτρια τῆς Βιθυνίας, ἐξ ἧς καὶ αὐτὸς ἔφυ, ἐπιγράψας τὸ βιβλίον Βιθυνιακά· συγγράφεται δὲ καὶ τὰ κατὰ Ἀλανούς, ἣν ἐπέγραψεν Ἀλανικήν.
Διέρχεται δὲ ἐν ταύτῃ τῇ πραγματείᾳ τοὺς πολέμους οὓς ἐπολέμησαν Ῥωμαῖοι καὶ Πάρθοι Ῥωμαίων αὐτοκράτορος ὄντος Τραιανοῦ. Φησὶ δὲ τὸ Πάρθων γένος Σκυθικόν, ἀποστῆναι δὲ τῆς τῶν Μακεδόνων ἐπικρατείας, ἅμα Περσῶν καταστραφέντων πάλαι δουλωθέν, δι´ αἰτίαν τοιαύτην.
Ἀρσάκης καὶ Τιριδάτης ἤστην ἀδελφὼ Ἀρσακίδαι, τοῦ υἱοῦ Ἀρσάκου τοῦ Φριαπίτου ἀπόγονοι. Οὗτοι Φερεκλέα τὸν ὑπὸ Ἀντιόχου τοῦ βασιλέως (θεὸν αὐτὸν ἐπίκλην ὠνόμαζον), ἀλλ´ οἵ γε Ἀρσακίδαι τὸν ὑπὸ Ἀντιόχου σατράπην αὐτῶν τῆς χώρας καταστάντα Φερεκλέα, ἐπεὶ τὸν ἕτερον τῶν ἀδελφῶν αἰσχρῶς ἐπείρασε βιασάμενος, οὐκ ἐνεγκόντες τὴν ὕβριν ἀνεῖλόν τε τὸν ὑβρίσαντα, καὶ ἑτέροις πέντε τὴν πρᾶξιν ἀνακοινωσάμενοι καὶ τὸ ἔθνος Μακεδόνων ἀπέστησαν, καὶ καθ´ ἑαυτοὺς ἦρξαν, καὶ ἐπὶ μέγα δυνάμεως ἤλασαν, ὡς καὶ Ῥωμαίοις ἀντιρρόπους μάχας θέσθαι, ἐνίοτε δὲ καὶ μεθ´ ἑαυτῶν τὴν νίκην ἔχοντας τοῦ πολέμου ἀπελθεῖν. Πάρθους δέ φησιν ἐπὶ Σεσώστριδος τοῦ Αἰγυπτίων βασιλέως καὶ Ἰανδύσου τοῦ Σκυθῶν ἀπὸ τῆς σφῶν χώρας Σκυθίας εἰς τὴν νῦν μετοικῆσαι. Οὓς ὁ Ῥωμαίων αὐτοκράτωρ Τραιανὸς κατὰ κράτος ταπεινώ–σας ὑποσπόνδους ἀφῆκεν, αὐτὸς αὐτοῖς τὸν βασιλέα καταστησάμενος. (Φώτιος, Μυριόβιβλος, κώδικας 58)

[2] Cf. Ἐπὶ τούτου τοῦ Ἀντιόχου Πέρσαι τῆς Μακεδόνων καὶ Ἀντιόχων ἀρχῆς ἀπέστησαν, ὑπ' αὐτοὺς τελοῦντες ἀπὸ Ἀλεξάνδρου τοῦ κτιστοῦ, διὰ τοιαύ την αἰτίαν. Ἀρσάκης τις καὶ Τηριδάτης ἀδελφοὶ τὸ γένος ἕλκοντες ἀπὸ τοῦ Περσῶν Ἀρταξέρξου ἐσατράπευον Βακτρίων ἐπὶ Ἀγαθοκλέους Μακεδόνος ἐπάρχου τῆς Περσικῆς. ὃς. Ἀγαθοκλῆς ἐρασθεὶς Τηριδάτου, ὡς Ἀρριανός φησιν, ἑνὸς τῶν ἀδελφῶν, καὶ τὸν νεανίσκον σπουδάζων ἐπιβουλεῦσαι, δι αμαρτήσας ἀνῃρέθη παρ' αὐτοῦ καὶ Ἀρσάκου τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ βασιλεύει Περσῶν Ἀρσάκης, ἀφ' οὗ οἱ Περσῶν βασιλεῖς. Ἀρσακίδαι ἐχρημάτισαν, ἔτη βʹ, καὶ ἀναιρεῖται, καὶ μετ' αὐτὸν Τηριδάτης ἀδελφὸς ἔτη λζʹ. (Σύγκελλος, Γεώργιος, Χρονικό, σελ. 284, Β)

[3] Cf. Ἀντιόχου τῶν ἄνω σατραπειῶν ἄρχοντος Ἀρσάκης ὁ Παρθυαῖος διὰ τὴν εἰς τὸν ἀδελφὸν Τηριδάτην ὕβριν ἀγανακτήσας, πόλεμον πρὸς τὸν Ἀντιόχου σατράπην ἀράμενος, αἰτίαν δέδωκεν Παρθυαίοις ἐκβαλοῦσι Μακεδόνας εἰς ἑαυτοὺς τὴν ἀρχὴν περιστῆσαι. (Ζώσιμος, Ἱστορία Νέα, Ι, 18)

ΤΑ ΜΕΤΑ ΑΛΕΞΑΝΔΡΟΝ

[4] Τῶν δὲ κατὰ τὴν Εὐρώπην, Θρᾴκης μὲν καὶ Χερρονήσου καὶ ὅσα Θρᾳξὶ σύνορα ἔθνη, ἔστε ἐπὶ τὴν θάλασσαν τὴν ἐπὶ Σαλμυδησσὸν τοῦ Εὐξείνου πόντου καθήκοντα, Λυσιμάχῳ ἡ ἀρχὴ ἐπετράπη· τὰ δὲ ἐπέκεινα τῆς Θρᾴκης ὡς ἐπὶ Ἰλλυριοὺς καὶ Τριβαλλοὺς καὶ Ἀγριᾶνας, καὶ αὐτὴ Μακεδονία καὶ ἡ Ἤπειρος ὡς ἐπὶ τὰ ὄρη τὰ Κεραύνια ἀνήκουσα, καὶ οἱ Ἕλληνες σύμπαντες, Κρατερῷ καὶ Ἀντιπάτρῳ ἐνεμήθη.
[5] Καὶ ἡ μὲν νέμησις οὕτω· πολλὰ δὲ καὶ ἀδιανέμητα ἔμεινεν ὑπὸ τῶν ἐγχωρίων ἀρχόντων, ὡς ἐτάχθησαν ὑπὸ Ἀλεξάνδρου ἐχόμενα.

[9] Καὶ ὡς Ἀρχίας ὁ Θούριος εἰς τὸν θάνατον αὐτῶν ὑπουργήσας, ἐν ἐσχάτῃ πενίᾳ καὶ ἀτιμίᾳ κατατρίψας ἐτελεύτησε τὸν βίον. Καὶ ὡς Δημάδης οὐ πολλῷ ὕστερον ἐς Μακεδονίαν ἀχθεὶς ὑπὸ Κασάνδρου ἐσφάγη, τοῦ παιδὸς ἐν τοῖς κόλποις προαποσφαγέντος· αἰτίαν δ´ ἐπῆγε Κάσανδρος ὅτι τὸν αὐτοῦ πατέρα ἐξυβρίσειεν ἐν οἷς ἔγραψε Περδίκκᾳ σῴζειν τοὺς Ἕλληνας ἀπὸ σαπροῦ καὶ παλαιοῦ στήμονος ἠρτημένους, οὕτω τὸν Ἀντίπατρον ἐπιχλευάζων. Δείναρχος δὲ ὁ Κορίνθιος ὁ κατήγορος ἦν. Ἀλλ´ ὅ γε Δημάδης τῆς αὑτοῦ δωροδοκίας καὶ προδοσίας καὶ ἐς πάντα ἀπιστίας τὴν ἀξίαν ἀπέτισε δίκην.

Ἐπῆγον δὲ αὐτὸν τῶν ἐκ Κυρήνης καὶ Βαρκέων οἱ φυγάδες. Ἐν οἷς πολλαῖς μὲν μάχαις πολλαῖς δὲ ἐπιβουλαῖς ἄλλοτε μὲν κρατῶν ἐνίοτε δὲ ἡττώμενος, τέλος φεύγων ὑπὸ Λιβύων τινῶν συνωρίδας ἀγόντων συνελήφθη, καὶ παρὰ Ἐπικύδην ἄγεται τὸν Ὀλύνθιον εἰς Τεύχειρα, ᾧ τὴν πόλιν ἐκείνην Ὀφελλὰς ἐπετετρόφει, ἀνὴρ Μακεδών, ὃς ὑπὸ Πτολεμαίου τοῦ Λάγου ἐπὶ βοηθείᾳ τῶν Κυρηναίων ἐτύγχανε σταλείς.

[11] Περδίκκας δὲ Ἀντιγόνῳ ἐπιβουλεύων εἰς δικαστήριον ἐκάλει· ὁ δὲ εἰδὼς ἐπιβουλεύεσθαι οὔτε ὑπήκουσε, καὶ εἰς ἔχθραν ἀλλήλοις κατέστησαν. Ἐν τούτῳ δὲ παρὰ τὸν Περδίκκαν ἐκ Μακεδονίας ἧκον Ἰόλλας τε καὶ Ἀρχίας, ἄγοντες αὐτῷ τὴν Ἀντιπάτρου παῖδα Νίκαιαν εἰς γυναῖκα. Ἀλλά γε καὶ Ὀλυμπιάς, ἡ Ἀλεξάνδρου μήτηρ, ἔπεμπε παρ´ αὐτὸν κατεγγυωμένη τὴν θυγατέρα Κλεοπάτραν. Καὶ ὁ μὲν Εὐμένης ὁ Καρδιανὸς συνεβούλευεν ἄγειν Κλεοπάτραν, Ἀλκέτᾳ δὲ τῷ ἀδελφῷ εἰς Νίκαιαν ἔτεινεν ἡ συμβουλή· καὶ νικᾷ τὸ Νίκαιαν μᾶλλον ἀγαγεῖν.

[12] Οὐ πολὺ δὲ ὕστερον καὶ τὸ περὶ Κυνάνην πάθος συνηνέχθη, ὃ Περδίκκας τε καὶ ὁ ἀδελφὸς Ἀλκέτας διεπράξαντο. Ἡ δὲ Κυνάνη Φίλιππον μὲν εἶχε πατέρα, ὃν καὶ Ἀλέξανδρος, ἐκ δὲ μητρὸς Εὐρυδίκης ἦν, γυνὴ δὲ Ἀμύντου, ὃν ἔφθη Ἀλέξανδρος κτεῖναι, ὁπότε εἰς τὴν Ἀσίαν διέβαινεν. Οὗτος δὲ Περδίκκου παῖς ἦν, ἀδελφὸς δὲ Φιλίππου Περδίκκας, ὡς εἶναι Ἀμύνταν τὸν ἀνῃρημένον Ἀλεξάνδρου ἀνεψιόν. Ἦγε δὲ ἡ Κυνάνη Ἀδέαν τὴν αὑτῆς θυγατέρα, ἥτις ὕστερον Εὐρυδίκη μετωνομάσθη, τῷ Ἀρριδαίῳ εἰς γυναῖκα· ἣν καὶ ὕστερον ἠγάγετο Περδίκκα διαπραξαμένου ἐφ´ ᾧ παῦσαι τὴν Μακεδόνων στάσιν, ἥτις ἐπὶ τῷ Κυνάνης πάθει ἀναφθεῖσα ἐπὶ μέγα κακοῦ προεχώρει. Ἀντίγονος δὲ ἐς Μακεδονίαν παρὰ Ἀντίπατρον καὶ Κρατερὸν ἔφυγε, καὶ τὴν εἰς αὐτὸν ἐπιβουλήν, ἣν Περδίκκας ἐβούλευε, διηγήσατο, καὶ ὡς κατὰ πάντων ἡ αὐτὴ αὐτῷ μελέτη σπουδάζεται. Ἀνεδίδαξέ τε καὶ τὸ τῆς Κυνάνης ἐκτραγῳδήσας πάθος.

[16] Πτολεμαῖος δὲ μετὰ τὴν ἀναίρεσιν Περδίκκου πρός τε τοὺς βασιλεῖς ἐπεραιώθη τὸν Νεῖλον, καὶ δώροις φιλοφρονησάμενος καὶ τῇ ἄλλῃ θεραπείᾳ, οὐ μόνον δὲ ἀλλὰ καὶ τοὺς ὅσοι ἐν τέλει Μακεδόνων. Ὁ δὲ καὶ τοῖς Περδίκκου φίλοις συναχθόμενός τε δῆλος ἐγένετο, καὶ ὅσοις τι κινδύνου ἔτι ἐκ Μακεδόνων ὑπελείπετο, καὶ τούτους ἀπαλλάξαι τοῦ δέους παντὶ τρόπῳ διεσπούδασεν· ἐφ´ οἷς παραυτίκα τε καὶ ἐς τὸ ἔπειτα εὐδοκιμῶν ἐγινώσκετο·

[17] συνεδρίου δὲ κροτηθέντος ἄρχοντες μὲν τῆς πάσης δυνάμεως ἀντὶ Περδίκκου Πίθων καὶ Ἀρριδαῖος ἐν τῷ τέως ἀνερρήθησαν, τῶν δὲ περὶ Εὐμένη καὶ Ἀλκέταν ἐς πεντήκοντα κατεγνώσθησαν μάλιστα ἐπὶ τῇ Κρατεροῦ ἀναιρέσει τῶν Μακεδόνων πρὸς αὐτοὺς ἐκπολεμωθέντων.

Τῶν δὲ ἄνω σατραπειῶν τὴν μὲν μέσην τῶν ποταμῶν γῆν καὶ τὴν Ἀρβηλῖτιν Ἀμφιμάχῳ τῷ τοῦ βασιλέως ἀδελφῷ ἔνειμε, Σελεύκῳ δὲ τὴν Βαβυλωνίαν προσέθηκεν. Ἀντιγένει δὲ τῷ πρώτῳ μὲν ἐπιθεμένῳ Περδίκκᾳ, τῶν δὲ ἀργυρασπίδων Μακεδόνων ἡγουμένῳ, τῆς Σουσιανῆς συμπάσης ἄρχειν. Πευκέστᾳ δὲ ἐβεβαίου τὴν Περσίδα· Καρμανίαν δὲ Τληπολέμῳ ἔνειμε, καὶ Μηδίαν Πίθωνι ἔστ´ ἐπὶ πύλας τὰς Κασπίους, Φιλίππῳ δὲ τὴν Παρθυαίων γῆν.

 Καρίαν δὲ Ἀσάνδρῳ ἔνειμε, Λυδία δὲ Κλείτῳ ἐδόθη, καὶ Ἀρριδαίῳ Φρυγία ἡ πρὸς Ἑλλησπόντῳ, τῇ δὲ κατακομιδῇ τῶν ἐν Σούσοις χρημάτων Ἀντιγένην ἔταξε, καὶ τούτῳ τῶν στασιασάντων Μακεδόνων τοὺς μάλιστα τρισχιλίους παρέδωκε.

[22] Ὁ δὲ δέκατος διαλαμβάνει ὡς Εὐμένης τὰ περὶ Περδίκκαν μαθών, καὶ ὅτι πολέμιος ἐψηφίσθη Μακεδόσιν, ἐπὶ πόλεμον παρεσκευάζετο. Καὶ ὡς Ἀλκέτας ὁ Περδίκκου ἀδελφὸς διὰ ταῦτα ἔφυγε. Καὶ Ἄτταλος, ὁ τῆς κατὰ Ἀντιπάτρου στάσεως οὐδενὸς φέρων τὰ δεύτερα, καὶ αὐτὸς φυγὼν συνέμιξε τοῖς ἄλλοις φυγάσι. Καὶ συνήχθη Ἀττάλῳ στρατός, πεζοὶ μὲν μύριοι, ἱππεῖς δὲ ὀκτακόσιοι. Καὶ ὡς Ἄτταλος καὶ οἱ σὺν αὐτῷ, ἐπιθέσθαι Κνίδῳ καὶ Καύνῳ καὶ Ῥοδίοις ἐπιχειρήσαντες, ὑπὸ Ῥοδίων κρατερῶς ἀπεκρούσθησαν Δημαράτου ναυαρχοῦντος αὐτοῖς.

[23] Διαλαμβάνει δὲ καὶ ὡς Εὐμένης Ἀντιπάτρου ἐς Σάρδεις ἰόντος ἐς χεῖρας ἐλθεῖν ἐγγὺς ἦν, Κλεοπάτρα δέ, ἡ τοῦ Ἀλεξάνδρου ἀδελφή, ἵνα μὴ ἐς τὸ τῶν Μακεδόνων πλῆθος ἐν διαβολῇ γένηται ὡς αὐτὴ τὸν πόλεμον αὐτοῖς ἐπάγουσα, παραινεῖ καὶ πείθει Εὐμένη ἀναχωρῆσαι τῶν Σάρδεων. Ἀλλ´ ὅμως οὐδὲν ἧττον ὁ Ἀντίπατρος παραγενόμενος αὐτὴν ἐπωνείδιζε τῆς ἐς Εὐμένη καὶ Περδίκκαν φιλίας. 

[27] Ὅμως οὖν ὁ Κάσανδρος, περὶ Φρυγίαν συμβαλὼν τῷ πατρί, ἀναπείθει μήτε πόρρω τῶν βασιλέων ἀποχωρεῖν καὶ Ἀντίγονον δι´ ὑπονοίας ἔχειν. Ὁ δὲ τῇ τε μετριοφροσύνῃ καὶ τῇ ἄλλῃ θεραπείᾳ καὶ ἀρετῇ τὸν δυνατὸν τρόπον διέλυσε τὴν ὑπόνοιαν. Καὶ Ἀντίπατρος ἐπικλασθεὶς τῆς τε ξυνδιαβάσης αὐτῷ ἐς τὴν Ἀσίαν δυνάμεως πεζοὺς μὲν ἐπιτρέπει αὐτῷ Μακεδόνας ὀκτακισχιλίους καὶ πεντακοσίους, καὶ ἱππέας τῶν ἑτέρων ἴσους ἐλέφαντας δὲ τῶν πάντων τοὺς ἡμισέας οʹ, ὡς ῥᾷον διαπολεμήσειν τὸν πρὸς Εὐμένη πόλεμον. Καὶ Ἀντίγονος μὲν τοῦ πολέμου ἥπτετο, Ἀντίπατρος δὲ ἀναλαβὼν τοὺς βασιλεῖς καὶ τὴν ἄλλην δύναμιν ᾔει ὡς περαιωσόμενος ἐπὶ Μακεδονίαν.

ΠΗΓΗ: INTERNATIONAL HELLENIC ASSOCIATION – IHA, Επιτροπή για την Μακεδονία.

ΛΕΞΕΙΣ-ΚΛΕΙΔΙΑ: Αρριανος, Σωζομενα, εκδοση, Δουκας, τυπογραφειο, Βενδωτη, Βενδοτης, Βιεννη, 1809, Μαρτινη, Αριανος, Καππαδοκια, Αλεξανδρου Αναβασις, Αλεξανδρος, Ιναδια, Ινδικη, Νικομηδεια, Βιθυνια, Μικρα Ασια Νικοπολη, Ηπειρος, στωικοι, στωικη, φιλοσοφια, Επικτητος, ρητορικη, Διατριβη, Ξενοφωντας, Αδριανος, υπατος, Σκυθες Αλανοι, Ρωμη, Αθηνα, αρχοντας, πρυτανης, Πανδιονιδα φυλη, Δημητρα, Περσεφονη, Μακεδονια, Μακεδονικο, ΣΚοπια, Σκοπιανο, FYROM, ΠΓΔΜ
Share on Google Plus

About ΑΡΧΕΙΟΝ ΠΟΛΙΤΙΣΜΟΥ

    ΣΧΟΛΙΑ
    ΣΧΟΛΙΑ ΜΕΣΩ Facebook

ΑΚΟΛΟΥΘΗΣΤΕ ΜΑΣ ΣΤΑ ΜΕΣΑ ΚΟΙΝΩΝΙΚΗΣ ΔΙΚΤΥΩΣΗΣ