Αμβρακία πόλις Ελληνίς μεγάλη και ευδαιμονούσα - του Ευμ. Μοσχονά

Αμβρακία πόλις Ελληνίς

μεγάλη και ευδαιμονούσα 


Του Ευμηχάνου Μοσχονά

 

δρῦσαι πόλιν Ἑλληνίδα λίθοις περιτετειχισμένην Κορινθίοις ἔδοξεν τῷ καιρῷ ἐκείνῳ, δι' οὐδὲν ἄλλο ἤ ὅτι ἐπίλεκτον ἦν τόδε τὸ ἐν Ἠπείρῳ χωρὶον. Γόργος δ' ὁ Κυψέλου καὶ Στρατονίκης, ὁ οἰκιστὴς αὐτῆς ἦν ὅς κατὰ τὸν ἕβδομον αἰῶνα ἐπὶ τῆς ὑπωρείας τοῦ λόφου Περάνθη παρὰ τὸν ποταμὸν Ἄραχθον τὴνδε τὴν πόλιν ἱδρύσατο. Ὅτι δὲ τὰχα μεγάλη καὶ εὐδαιμονοῦσα ἐγένετο, μεγίστη πρωτεύουσα τῶν ἐν Ἡπείρῳ πόλεων ἀνεδείχθη καὶ δὴ κατὰ τὸν κατὰ Πύρρον τὸν Α' χρόνον. Πολλῷ δ' χρόνῳ ὕστερον, ἐπὶ τῶν ἐρειπίων τῆς Ἀμβρακίας νέα πόλις ἀνεδείχθη, ἡ νῦν Ἄρτα καλουμένη. Ἔστι δὲ ἔτι τὰ νῦν καὶ κόλπος θαλάσσης καλούμενος Ἀμβρακικὸς ἀλλὰ καὶ λίμνη καλουμένη Ἀμβρακία.


Ἐκ τῆς θυγατρὸς τοῦ βασιλέως τῶν Δρυόπων τὸ ὄνομα ἔλαβεν ἥν Ἀμβρακία τὰ τότε ἐκάλουν. Σμικρὰ γὰρ κώμη κειμένη τὸ πρότερον ἐκεῖ ἦν, κεραμεῖον ἔχουσα, ἧς ὁ Δρυόπων Βασιλεὺς ἐκράτει κατὰ τὸν ὄγδοον αἰῶνα. Φῦλον δὲ Θεσπρωτῶν οἱ Δρύοπες ἦσαν.

Ἐγγὺς οὖν κόλπου θαλάσσης οὖσα, ὅς πλήρης ἰχθύων ἦν, ἀλλὰ καὶ πεδίων ἐν ἀφθονίᾳ ὑδάτων, καὶ ἐγγὺς μακρῶν ὁρέων ἅ πλήρη ὕλης πρὸς ναυπηγίαν ἦσαν, σπουδαιοτάτη τῶν Κορινθίων πόλις ἐγένετο πρὸς ἐμπορίαν.

ΔΙΑΒΑΣΤΕ περισσότερα για την ΑΡΤΑ: Γ. Λεκάκης "Ήπειρος, η γωνιά που πέτρωσε στο 5".

Ρυμοτομίαν δ' τῶν ἀρίστων ἡ Ἀμβρακία εἶχεν. Ἐκ παραλλήλου ἀνὰ τριάκοντα μέτρα καὶ ὑπὲρ τὰ ἑπτὰ μέτρα τὸ πλάτος πεποιημέναι αἱ ὁδοὶ ἦσαν. Χάλιξιν δὲ τε καὶ πλαξὶν ἐστρωμέναι ἦσαν στίβον παρ' αὐτῶν ἔχουσαι πρὸς περιπάτους.

Ἀλλὰ καὶ ἡ τοῦ οἰκοδομεῖν τέχνη τῶν καλλίστων ἦν. Οἰκοδομικὸν τετράγωνον ἐκ τῶν συμβολῶν τῶν ὁδῶν σχηματίζοντες, οἰκίας τῶν ἀρίστων ᾠκοδομοῦντο ἀνατολικὰ ἐστραμμένας καὶ κοινὸν ὀχετὸν ὑδάτων ἐχούσας!!!  Ἐν τῇ Ἀμβρακία μέσῃ καὶ λαμπρὸς τοῦ Σωτῆρος Ἀπόλλωνος νεὼς ἦν, δωρικὸς τὸ εἶδος, οὗ τὰ ἐρείπια ἔξεστι καὶ νῦν ἰδεῖν ἐν Ἄρτῃ μέσῃ παρὰ τὴν ὁδὸν Πύρρου.

Ἀμβρακία σύμμαχος ταῖς Ἑλληνίσι πόλεσι οὖσα, τῆς περὶ τὴν Σαλαμίνα ναυμαχίας διὰ ἑπτὰ νεῶν μετεῖχεν ἀλλὰ καὶ διὰ πεντακοσίων ὁπλιτῶν τῆς παρὰ τὰς Πλαταιὰς πάνυ ἰσχυρὰς γενομένης μάχης τῶν Ἑλλήνων πρὸς Πέρσας. Κατὰ τὸν Πελοποννησιακὸν πόλεμον, ἀποικία ὡς ἀληθῶς τῶν Κορινθίων οὖσα, σύμμαχος τοῖς Λακεδαιμονίοις ἐγένετο.

Τῷ 187 ἡ Ἀμβρακία ὑπὸ τῶν Ρωμαίων ἁλοῦσα κατέστραπται τὸ παράπαν. Οἱ τότε οἰκοῦντες αὐτὴν εἰς ἄλλας τῆς Ἠπείρου πόλεις καὶ δὴ εἰς Νικόπολιν μετῳκήκασιν...

Ἀξία δὲ μνὴμης καὶ τιμῆς ἡ Ἀμβρακία ἐστι, τῶν σπουδαιοτέρων πόλεων τῆς ἀρχαιότητος οὖσα.

ΠΗΓΗ: ΑΡΧΕΙΟΝ ΠΟΛΙΤΙΣΜΟΥ, 9.1.2021.

Αμβρακια, πολις Ελληνις, ευδαιμονουσα, Μοσχονας, Ελληνιδα πόλις, λιθος, περιτετειχισμενη, Κορινθιοι, Ηπειρος, χωριο, Γοργος, Κυψελος, Στρατονικη, οικιστης, 7ος πΧ αιωνας, Περανθης, Αραχθος, Πυρρος, Αρτα, Αμβρακικος, Αμβρακια, Δρυοπες, κεραμειο, 8ος πΧ αιωνας, Θεσπρωτοι, Θεσπρωτια, υλη, ναυπηγια, Κορινθος, ρυμοτομια, οδος, στιβος, περιπατος, οικοδομικη τεχνη, οχετος, Σωτηρας Απολλωνος, Σωτηρ Απολλων, δωρικος, ναυμαχια Σαλαμινα, Σαλαμις, οπλιτης, Πλαταιες, Περσες, Πελοποννησιακος πολεμος, αποικια, Λακεδαιμονιοι, 187 μΧ, Ρωμαιοι, Νικοπολις
Share on Google Plus

About ΑΡΧΕΙΟΝ ΠΟΛΙΤΙΣΜΟΥ

    ΣΧΟΛΙΑ
    ΣΧΟΛΙΑ ΜΕΣΩ Facebook

ΑΚΟΛΟΥΘΗΣΤΕ ΜΑΣ ΣΤΑ ΜΕΣΑ ΚΟΙΝΩΝΙΚΗΣ ΔΙΚΤΥΩΣΗΣ