Περί του αλφαβήτου - η Βρεττανική φωνή, ου αφ' εαυτής, αλλά ομού τω Ελληνικω αλφαβήτω οικουμενικη εστιν - του Ευμ. Μοσχονά

Περί του αλφαβήτου
Η Βρεττανική φωνή, ου αφ' εαυτής,
αλλά ομού τω Ελληνικω αλφαβήτω
οικουμενικη εστιν

Του Ευμηχάνου Μοσχονά

Εἰ καὶ ὑπὸ πάντων ὁμολογεῖται ὅτι ἡ Βρεττανικὴ φωνὴ οἰκουμενικὴ ἐστι, οὐκ ἔστι λέγων οὐδεὶς ὅτι ἡ Βρεττανικὴ φωνὴ οὐ ἀφ' ἑαυτῆς ἀλλὰ ὁμοῦ τῷ Ἑλληνικῷ ἀλφαβήτῳ οἰκουμενικὴ ἐστιν. Ἑλληνικὸν γὰρ τὸ ἀλφάβητον ἐστιν δι' οὗ τὴν Βρεττανικὴν φωνὴν γράφουσιν.

ΠΕΡΙΣΣΟΤΕΡΑ για το ΑΛΦΑΒΗΤΟ, ΕΔΩ.

Οὕτω, φίλοι, περὶ τοῦ Ἑλληνικοῦ ἀλφάβητου, ἐφ' οὗ πολλοὶ οὐ μέγα φρονοῦσιν ἐν Ἑλλάδι, βούλομαι τοὺς λόγους ποιῆσασθαι. Πολλοὶ γὰρ τῶν νῦν καὶ δὴ τῶν νέων τῷ ῥωμαϊκῷ ἀλφαβήτῳ χρώμενοι γράφουσιν ἀντὶ τῷ Ἑλληνικῷ μάλιστα δὲ ἐν προσωποδικτύῳ.

Ἀλλὰ ὁ ἡμῶν ἀλφάβητος, ὦ φίλοι, ὁ ἀρχαιέστατος ἁπάντων τῶν ἀλφαβήτων, τῶν ἐν Εὐρώπῃ ὄντων, ἐστὶν. Κατὰ παντὸς τοῦ χρόνου καὶ δὴ ἀπὸ τοῦ Ἀθηνῶν ἄρχοντος Εὐκλείδου, ἄχρι τοῦ νῦν τῷ αὐτῷ χρώμενοι ἡμεῖς οἱ Ἕλληνες γράφομεν. Ἐπὶ 2.425 συναπτοὺς χρόνους!!

Τὰ ἀρχαιέστατα δὲ τῶν κατὰ τὴν πᾶσαν οἰκουμένην γεγραμμένων, τῷδε τῷ ἀλφαβήτῳ γεγραμμένα ἐστὶν. Οὐκ ἔστιν οὐδεὶς ἄλλος ὅς ἐπὶ τοσοῦτον μακρὸν χρόνον ἀδιαλείπτως ἐν χρήσει ἐστὶν.

Τῷδε καὶ αὐτὸς ὁ Σωκράτης τοὺς ἑαυτοῦ διαλόγους ἔγραψεν, ἀλλὰ καὶ ὁ Πλάτων, ὁ Θουκυδίδης, Ξενοφῶν, Λουκιανὸς, οἱ καλούμενοι τραγικοὶ, οἱ ἰατροὶ, οἱ σοφισταὶ, οἱ κοσμολόγοι καὶ μύριοι ἄλλοι τῶν Ἑλλήνων!!

Μετὰ δε τὸν Ἀλέξανδρον τὸν μέγαν, οἰκουμενικὸς ὁμοῦ τῇ ἡμῶν γλώττῃ ἐγένετο. Οὕτω καὶ πολλοὶ ἄλλοι πλὴν ἡμῶν τῶν Ἑλλήνων τῷδε τῷ ἀλφαβήτῳ καὶ τῇ ἡμῶν γλώττῃ χρώμενοι, ἐν τῷ τότε γεγράφασιν ὥσπερ Ἰουδαῖοι, Αἰγύπτιοι ἀλλὰ καὶ Ρωμαῖοι καὶ ἄλλοι.

Ἀλλὰ καὶ ἡμεῖς αὐτοὶ, ὦ φίλοι, ἀπὸ τοῦ 1821 ἄχρι τοῦ νῦν τῷδε τῷ ἀλφαβήτῳ χρώμεθα πρὸς τὸ γράφειν.

Πρὸς τοὺτοις ἡ μήτηρ τε καὶ τροφὸς πάντων τῶν Εὐρωπαϊκῶν ἀλφαβήτων ἐστὶν. Ὁ τῆς Κύμης ἀλφάβητος ἐστιν ὅν οἱ Ρωμαῖοι, Βρεττανοὶ, Γάλλοι, Γερμανοὶ ἐκ τῶν Ἑλλήνων παραλαβόντες, ἔτι καὶ νῦν χρῶνται πρὸς τὸ γράφειν τὴν ἑαυτῶν φωνὴν.

Ἀλλὰ καὶ οἱ Ρῶσσοι καὶ τὰ συγγενῆ πρὸς αὐτοὺς φῦλα καὶ δὴ τὰ ἐν Βαλκανίοις, ἄγραφα ἀεὶ λέγοντες, διὰ τοῦ Ἑλληνικοῦ ἀλφαβήτου τὴν ἑαυτῶν φωνὴν ἔμαθον γράφειν.

Εἰσὶ ὅμως τῶν νῦν πολλοὶ καὶ δὴ τῶν καλουμένων Ἀκαδημαϊκῶν, ὦ φίλοι, οἱ μισοῦσι τε καὶ φθονοῦσιν οὐ μόνον ἡμῖν ἀλλὰ καὶ τοῖς ἡμῶν προγόνοις. Οὕτω ἀεὶ πειρῶνται αἰτὶας εὑρεῖν ἵνα λοιδωρήσουσι καὶ κακηγορήσουσιν τοὺς Ἕλληνας. Περὶ δὲ τοῦ ἀλφαβήτου λέγουσιν ὡς οὐκ Ἑλληνικὸν ἀλλὰ ξενικὸν ἐστιν. Ἀλλὰ ποῦ εἶναι τὰ πρὸ Ἑλλήνων γεγραμμένα διὰ τοῦδε τοῦ ἀλφαβήτου οὐκ ἔχουσιν ἡμῖν ἐπιδεῖξαι. Γελοῖοι ὡς ἀληθῶς!!

Ὅμοια τούτοις ἔπραττον καὶ περὶ τῆς Τροίας. "Οὔπωτε ἦν Τροὶα", ἐβόων, "εἰ μὴ μόνον ἐν τῷ τοῦ Ὀμήρου λογισμῷ". Πάντες δὲ τοῖς εἰρημένοις αὐτῶν πειθόμενοι τὰ αὐτὰ ἐν τοῖς διαλόγοις ἁπανταχοῦ χθονὸς ἔλεγον. Οὐκ ἦν Τροία, ἔλεγον, ἄχρι που ὁ Σλήμαν, Γερμανὸς τὸ γένος, ὀρύττων κατὰ τὸν Ὄμηρον τὴν Τροὶαν ηὗρεν.

Ὁ ἀλφάβητος, ὦ φίλοι, τὸ μέγιστον εὕρημα ἁπὰντων ἐστὶν δι' οὗ τὸν ἡμῶν λογισμὸν οἷον τ' ἐστὶν γράφειν. Ἄνευ τούτου οὐδὲν τῶν νῦν δυνατὸν ἄν γενέσθαι ἦν. Καὶ τοῦτο τὸ μέγιστον ἁπάντων εὕρημα τῶν ἡμῶν εὐκλεῶν προγόνων ἐστὶν.

Τὸν ἡμῶν οὖν ἀλφάβητον μάλιστα πάντων φιλεῖτε, ὦ φίλοι Ἕλληνες, καὶ δι' αὐτοῦ μόνον ἐς τὸ ἀεὶ γράφετε. Μὴ ἄλλως γράφετε ὅτι τοῦτο ἐστὶν ὅ οὐ μόνον ἡμᾶς ἀλλὰ καὶ τοὺς ἡμῶν ἐκγόνους τοῖς ἡμῶν προγόνοις συνδεῖ.

Χαίρετε τῆς ἡμέρας..

ΠΗΓΗ: ΑΡΧΕΙΟΝ ΠΟΛΙΤΙΣΜΟΥ, 30.6.2021.

αλφαβητο, αλφαβητος, Βρεττανικη φωνη, Βρετανικη, αγγλικα, αγγλικη, Ελληνικο αλφαβητο, οικουμενικη, Σωκρατης, Μοσχονας, Σλημαν, Ομηρος, Τροια
Share on Google Plus

About ΑΡΧΕΙΟΝ ΠΟΛΙΤΙΣΜΟΥ

    ΣΧΟΛΙΑ
    ΣΧΟΛΙΑ ΜΕΣΩ Facebook

ΑΚΟΛΟΥΘΗΣΤΕ ΜΑΣ ΣΤΑ ΜΕΣΑ ΚΟΙΝΩΝΙΚΗΣ ΔΙΚΤΥΩΣΗΣ